Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

ἐπανάγει δὲ ὁ λόγος με ἐπὶ Στύμφαλον καὶ ἐπὶ τοὺς Φενεατῶν καὶ Στυμφαλίων ὅρους, τὸ ὀνομαζόμενον Γερόντειον. Στυμφάλιοι δὲ τεταγμένοι μὲν οὐ μετὰ Ἀρκάδων ἔτι εἰσὶν, ἀλλὰ ἐς τὸ Ἀργολικὸν συντελοῦσι μεταστάντες ἐς αὐτὸ ἐθελονταί· γένους δὲ εἶναι σφᾶς τοῦ Ἀρκάδων τὰ ἔπη μαρτυρεῖ τὰ Ὁμήρου, καὶ ὁ Στύμφαλος ὁ οἰκιστὴς ἀπόγονος ἦν τρίτος Ἀρκάδος τοῦ Καλλιστοῦς. λέγεται δὲ ἐξ ἀρχῆς ἑτέρωθι οἰκισθῆναι τῆς χώρας καὶ οὐκ ἐς τὴν ἐφʼ ἡμῶν πόλιν.

ἐν δὲ τῇ Στυμφάλῳ τῇ ἀρχαίᾳ Τήμενόν φασιν οἰκῆσαι τὸν Πελασγοῦ καὶ Ἥραν ὑπὸ τοῦ Τημένου τραφῆναι τούτου καὶ αὐτὸν ἱερὰ τῇ θεῷ τρία ἱδρύσασθαι καὶ ἐπικλήσεις τρεῖς ἐπʼ αὐτῇ θέσθαι· παρθένῳ μὲν ἔτι οὔσῃ Παιδί, γημαμένην δὲ ἔτι τῷ Διὶ ἐκάλεσεν αὐτὴν Τελείαν, διενεχθεῖσαν δὲ ἐφʼ ὅτῳ δὴ ἐς τὸν Δία καὶ ἐπανήκουσαν ἐς τὴν Στύμφαλον ὠνόμασεν ὁ Τήμενος Χήραν. τάδε μὲν ὑπὸ Στυμφαλίων λεγόμενα οἶδα ἐς τὴν θεόν·

ἡ δὲ ἐφʼ ἡμῶν πόλις τῶν μὲν εἰρημένων οὐδέν, ἄλλα δὲ εἶχε τοσάδε. ἔστιν ἐν τῇ Στυμφαλίων πηγή, καὶ ἀπὸ ταύτης ὕδωρ βασιλεὺς Ἀδριανὸς Κορινθίοις ἤγαγεν ἐς τὴν πόλιν. ἐν δὲ τῇ Στυμφάλῳ χειμῶνος μὲν ὥρᾳ λίμνην τε οὐ μεγάλην ἡ πηγὴ καὶ ἀπʼ αὐτῆς ποταμὸν ποιεῖ τὸν Στύμφαλον· ἐν θέρει δὲ προλιμνάζει μὲν οὐδὲν ἔτι, ποταμὸς δὲ αὐτίκα ἐστὶν ἀπὸ τῆς πηγῆς. οὗτος ἐς χάσμα γῆς κάτεισιν ὁ ποταμός, ἀναφαινόμενος δὲ αὖθις ἐν τῇ Ἀργολίδι μεταβάλλει τὸ ὄνομα, καὶ αὐτὸν ἀντὶ Στυμφάλου καλοῦσιν Ἐρασῖνον.

ἐπὶ δὲ τῷ ὕδατι τῷ ἐν Στυμφάλῳ κατέχει λόγος ὄρνιθάς ποτε ἀνδροφάγους ἐπʼ αὐτῷ τραφῆναι· ταύτας κατατοξεῦσαι τὰς ὄρνιθας Ἡρακλῆς λέγεται. Πείσανδρος δὲ αὐτὸν ὁ Καμιρεὺς ἀποκτεῖναι τὰς ὄρνιθας οὔ φησιν, ἀλλὰ ὡς ψόφῳ κροτάλων ἐκδιώξειεν αὐτάς. γῆς δὲ τῆς Ἀράβων ἡ ἔρημος παρέχεται καὶ ἄλλα θηρία καὶ ὄρνιθας καλουμένας Στυμφαλίδας, λεόντων καὶ παρδάλεων οὐδέν τι ἡμερωτέρας ἀνθρώποις·

αὗται τοῖς ἐπὶ ἄγραν αὐτῶν ἀφικνουμένοις ἐπιπέτανται, καὶ τιτρώσκουσί τε τοῖς ῥάμφεσι καὶ ἀποκτείνουσιν. ὅσα μὲν δὴ χαλκοῦ καὶ σιδήρου φοροῦσιν ἄνθρωποι, διατρυπῶσιν αἱ ὄρνιθες· ἢν δὲ ἐσθῆτα φλοΐνην παχεῖαν πλέξωνται, τὰ ῥάμφη τῶν Στυμφαλίδων ὑπὸ τῆς ἐσθῆτος ἔχεται τῆς φλοΐνης, καθὰ καὶ πτέρυγες ὀρνίθων τῶν μικρῶν προσέχονται τῷ ἰξῷ. αὗται μέγεθος μὲν κατὰ γέρανόν εἰσιν αἱ ὄρνιθες, ἐοίκασι δὲ ἴβεσι, ῥάμφη δὲ ἀλκιμώτερα φέρουσι καὶ οὐ σκολιὰ ὥσπερ αἱ ἴβεις.

εἰ μὲν δὴ καὶ αἱ κατʼ ἐμὲ ὄρνιθες αἱ Ἀράβιοι τῶν ἐν Ἀρκαδίᾳ ποτὲ ὀρνίθων τὸ ὄνομα, εἶδος δὲ οὐ τὸ αὐτὸ ἐκείναις ἔχουσιν, οὐκ οἶδα· εἰ δὲ τὸν πάντα αἰῶνα κατὰ τὰ αὐτὰ ἱέραξι καὶ ἀετοῖς καὶ Στυμφαλίδες εἰσὶν ὄρνιθες, Ἀράβιόν τε εἶναί μοι θρέμμα αἱ ὄρνιθες αὗται φαίνονται, καὶ δύναιτο ἂν πετομένη ποτὲ ἀπόμοιρα ἐξ αὐτῶν ἐς Ἀρκαδίαν ἀφικέσθαι ἐπὶ Στύμφαλον. ὑπὸ μὲν δὴ τῶν Ἀράβων ἄλλο τί που ἐξ ἀρχῆς καλοῖντο ἂν καὶ οὐ Στυμφαλίδες· τοῦ Ἡρακλέους δὲ ἡ δόξα καὶ τὸ Ἑλληνικὸν πρὸ τοῦ βαρβαρικοῦ τετιμημένον ἐξενίκησεν ὡς καὶ τὰς ἐν τῇ ἐρήμῳ τῇ Ἀράβων Στυμφαλίδας καὶ ἐπὶ ἡμῶν ὀνομάζεσθαι.

ἐν Στυμφάλῳ δὲ καὶ ἱερὸν Ἀρτέμιδός ἐστιν ἀρχαῖον Στυμφαλίας· τὸ δὲ ἄγαλμα ξόανόν ἐστι τὰ πολλὰ ἐπίχρυσον. πρὸς δὲ τοῦ ναοῦ τῷ ὀρόφῳ πεποιημέναι καὶ οἱ Στυμφαλίδες εἰσὶν ὄρνιθες· σαφῶς μὲν οὖν χαλεπὸν ἦν διαγνῶναι πότερον ξύλου ποίημα ἦν ἢ γύψου, τεκμαιρομένοις δὲ ἡμῖν ἐφαίνετο εἶναι ξύλου μᾶλλον ἢ γύψου. εἰσὶ δὲ αὐτόθι καὶ παρθένοι λίθου λευκοῦ, σκέλη δέ σφισίν ἐστιν ὀρνίθων, ἑστᾶσι δὲ ὄπισθε τοῦ ναοῦ.

λέγεται δὲ καὶ ἐφʼ ἡμῶν γενέσθαι θαῦμα τοιόνδε. ἐν Στυμφάλῳ τῆς Ἀρτέμιδος τῆς Στυμφαλίας τὴν ἑορτὴν κατά τε ἄλλα ἦγον οὐ σπουδῇ καὶ τὰ ἐς αὐτὴν καθεστηκότα ὑπερέβαινον τὰ πολλά. ἐσπεσοῦσα οὖν ὕλη κατὰ τοῦ βαράθρου τὸ στόμα, ᾗ κάτεισιν ὁ ποταμός ὅς ἐστιν ὁ Στύμφαλος, ἀνεῖργε μὴ καταδύεσθαι τὸ ὕδωρ, λίμνην τε ὅσον ἐπὶ τετρακοσίους σταδίους τὸ πεδίον σφίσι γενέσθαι λέγουσι.

φασὶ δὲ ἕπεσθαι θηρευτὴν ἄνδρα ἐλάφῳ φευγούσῃ, καὶ τὴν μὲν ἐς τὸ τέλμα ἵεσθαι, τὸν δὲ ἄνδρα τὸν θηρευτὴν ἐπακολουθοῦντα ὑπὸ τοῦ θυμοῦ κατόπιν τῆς ἐλάφου νήχεσθαι· καὶ οὕτω τὸ βάραθρον τήν τε ἔλαφον καὶ ἐπʼ αὐτῇ τὸν ἄνδρα ὑπεδέξατο. τούτοις δὲ τοῦ ποταμοῦ τὸ ὕδωρ ἐπακολουθῆσαί φασιν, ὥστε ἐς ἡμέραν Στυμφαλίοις ἐξήραντο ἅπαν τοῦ πεδίου τὸ λιμνάζον· καὶ ἀπὸ τούτου τῇ Ἀρτέμιδι τὴν ἑορτὴν φιλοτιμίᾳ πλέονι ἄγουσι.