Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

ἡ δὲ ἐς Θερμοπύλας ἐπὶ τὴν Γαλατῶν στρατιὰν ἔξοδος καὶ τοῖς πᾶσιν ὁμοίως παρώφθη Πελοποννησίοις· ἅτε γὰρ πλοῖα οὐκ ἐχόντων τῶν βαρβάρων, δεινὸν ἔσεσθαί σφισιν ἀπʼ αὐτῶν οὐδὲν ἤλπιζον, εἰ τὸν Κορινθίων ἰσθμὸν ἐκ θαλάσσης τῆς κατὰ Λέχαιον ἀποτειχίσειαν ἐς τὴν ἑτέραν τὴν ἐπὶ Κεγχρέαις θάλασσαν.

τοῦτο μὲν δὴ Πελοποννησίων ἦν τότε ἁπάντων βούλευμα· ἐπεὶ δὲ Γαλάται ναυσὶν ὅντινα δὴ τρόπον διαβεβήκεσαν ἐς τὴν Ἀσίαν, ἐνταῦθα εἶχεν οὕτω τὰ Ἑλλήνων. προεστήκεσαν κατʼ ἰσχὺν οὐδένες ἔτι τοῦ Ἑλληνικοῦ· Λακεδαιμονίους μὲν γὰρ τὸ ἐν Λεύκτροις πταῖσμα καὶ ἅμα οἵ τε Ἀρκάδες συνεληλυθότες ἐς Μεγάλην πόλιν καὶ οἱ Μεσσήνιοι παροικοῦντες ἀνασώσασθαι τὴν προτέραν ἔτι εὐδαιμονίαν ἐκώλυον·

Θηβαίοις δὲ ἐς τοσοῦτο ἠρήμωσεν Ἀλέξανδρος τὴν πόλιν, ὡς ἔτεσιν ὕστερον οὐ πολλοῖς καταχθέντας ὑπὸ Κασσάνδρου μηδὲ σώζειν τὰ οἰκεῖα ἀξιόχρεως εἶναι· Ἀθηναίοις δὲ εὔνοια μὲν παρὰ τοῦ Ἑλληνικοῦ τῶν ἔργων μάλιστα ὑπῆρχε τῶν ὕστερον, ἀναπαύσασθαι δὲ οὔ ποτε ἐκ τοῦ Μακεδόνων πολέμου παρῆν αὐτοῖς.

Ἑλλήνων δὲ οὐ τασσομένων τηνικαῦτα ἔτι ἐν κοινῷ, ἰδίᾳ δὲ ἑκάστων κατὰ σφᾶς συνισταμένων, οἱ Ἀχαιοὶ μάλιστα ἴσχυον· τυράννων τε γὰρ πλὴν Πελλήνης αἱ ἄλλαι πόλεις τὸν χρόνον ἅπαντα ἀπείρως ἐσχήκεσαν αἵ τε ἐκ πολέμων καὶ ἀπὸ τῆς νόσου συμφοραὶ τῆς λοιμώδους οὐκ ἐς τοσοῦτο Ἀχαιοῖς ἐφʼ ὅσον τοῖς ἄλλοις ἐγένοντο Ἕλλησι. συνέδριόν τε οὖν Ἀχαϊκὸν καλούμενον καὶ ἀπὸ κοινοῦ λόγου βουλεύματά τε ἦν Ἀχαιοῖς καὶ τὰ ἔργα.

ἀθροίζεσθαι δὲ ἐς Αἴγιόν σφισιν ἔδοξεν· αὕτη γὰρ μετὰ Ἑλίκην ἐπικλυσθεῖσαν πόλεων ἐν Ἀχαΐᾳ τῶν ἄλλων δόξῃ προεῖχεν ἐκ παλαιοῦ καὶ ἴσχυεν ἐν τῷ τότε. Ἑλλήνων δὲ τῶν λοιπῶν Σικυώνιοι συνεδρίου πρῶτοι τοῦ Ἀχαιῶν μετέσχον, μετὰ δὲ Σικυωνίους ἐσῄεσαν ἤδη καὶ τῶν ἄλλων Πελοποννησίων οἱ μὲν αὐτίκα, οἱ δὲ χρόνον τινὰ ἐπισχόντες· τοὺς δὲ καὶ ἐκτὸς οἰκοῦντας τοῦ ἰσθμοῦ συντελεῖν ἐς Ἀχαιοὺς ἔπειθεν, ὅτι ἐς πλέον ἰσχύος προϊὸν ἑώρων ἀεὶ τὸ Ἀχαϊκόν.

Λακεδαιμόνιοι δὲ Ἑλλήνων μόνοι διάφοροί τε Ἀχαιοῖς τὰ μάλιστα ἦσαν καὶ ἐκ τοῦ φανεροῦ πόλεμόν σφισιν ἐπῆγον. Πελλήνην μέν γε Ἀχαιῶν πόλιν Ἆγις εἷλεν ὁ Εὐδαμίδου βασιλεύων ἐν τῇ Σπάρτῃ, καὶ ἐξέπεσεν αὐτίκα ἐκ Πελλήνης ὑπὸ Ἀράτου καὶ Σικυωνίων· Κλεομένης δὲ ὁ Λεωνίδου τοῦ Κλεωνύμου, βασιλεὺς οἰκίας τῆς ἑτέρας, ἀντικαθημένους Ἄρατον καὶ Ἀχαιοὺς πρὸς Δύμῃ παρὰ πολύ τε ἐκράτησεν ἐλθόντας ἐς χεῖρας καὶ ὕστερον Ἀχαιοῖς καὶ Ἀντιγόνῳ συνέθετο εἰρήνην.

Ἀντίγονος δὲ οὗτος τηνικαῦτα ἀρχὴν τὴν Μακεδόνων εἶχεν, ἐπιτροπεύων Φίλιππον τὸν Δημητρίου παῖδα ἔτι ἡλικίαν ὄντα· ἦν δὲ καὶ ἀνεψιὸς τῷ Φιλίππῳ καὶ μητρὶ αὐτοῦ συνῴκει. πρὸς τοῦτον οὖν τὸν Ἀντίγονον καὶ Ἀχαιοὺς ποιησάμενος ὁ Κλεομένης σπονδὰς καὶ αὐτίκα παραβὰς ὅσα ὤμοσεν ἠνδραποδίσατο Ἀρκάδων Μεγάλην πόλιν· Λακεδαιμονίοις τε τὸ ἐν Σελλασίᾳ πταῖσμα πρὸς Ἀχαιοὺς καὶ Ἀντίγονον Κλεομένους ἕνεκα καὶ ἐπιορκίας τῆς ἐκείνου συνέβη. Κλεομένους μὲν δὴ καὶ αὖθις ἐν λόγοις τοῖς Ἀρκαδικοῖς ἀφιξόμεθα ἐς μνήμην·