Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

Φαρεῦσι δὲ ὅσον πέντε σταδίους καὶ δέκα ἀπωτέρω τῆς πόλεώς ἐστιν ἄλσος Διοσκούρων. δάφναι μάλιστα ἐν αὐτῷ πεφύκασι, ναὸς δὲ οὐκ ἦν ἐν αὐτῷ οὐδὲ ἀγάλματα· κομισθῆναι δὲ οἱ ἐπιχώριοί φασιν ἐς Ῥώμην τὰ ἀγάλματα. ἐν Φαραῖς δὲ ἐν τῷ ἄλσει βωμὸς λίθων λογάδων ἐστί. πυθέσθαι δὲ οὐκ εἶχον εἰ ὁ Φάρης ὁ Φυλοδαμείας τῆς Δαναοῦ σφισιν ἢ ὁμώνυμος ἐκείνῳ τις ἐγένετο οἰκιστής.

Τρίτεια δέ, Ἀχαιῶν καὶ αὕτη πόλις, ἐν μεσογαίῳ μὲν ᾤκισται, τελοῦσι δὲ ἐς Πάτρας καὶ αὐτοὶ βασιλέως δόντος· στάδιοι δὲ ἐς Τρίτειαν εἴκοσί τε καὶ ἑκατόν εἰσιν ἐκ Φαρῶν. πρὶν δὲ ἢ ἐς τὴν πόλιν ἐσελθεῖν, μνῆμά ἐστι λευκοῦ λίθου, θέας καὶ ἐς τὰ ἄλλα ἄξιον καὶ οὐχ ἥκιστα ἐπὶ ταῖς γραφαῖς αἵ εἰσιν ἐπὶ τοῦ τάφου, τέχνη Νικίου· θρόνος τε ἐλέφαντος καὶ γυνὴ νέα καὶ εἴδους εὖ ἔχουσα ἐπὶ τῷ θρόνῳ, θεράπαινα δὲ αὐτῇ προσέστηκε σκιάδιον φέρουσα·

καὶ νεανίσκος ὀρθὸς οὐκ ἔχων πω γένειά ἐστι χιτῶνα ἐνδεδυκὼς καὶ χλαμύδα ἐπὶ τῷ χιτῶνι φοινικῆν· παρὰ δὲ αὐτὸν οἰκέτης ἀκόντια ἔχων ἐστὶ καὶ ἄγει κύνας ἐπιτηδείας θηρεύουσιν ἀνθρώποις. πυθέσθαι μὲν δὴ τὰ ὀνόματα αὐτῶν οὐκ εἴχομεν· ταφῆναι δὲ ἄνδρα καὶ γυναῖκα ἐν κοινῷ παρίστατο ἅπασιν εἰκάζειν.

Τριτείας δὲ οἰκιστὴν οἱ μὲν Κελβίδαν γενέσθαι λέγουσιν, ἀφικόμενον δὲ ἐκ Κύμης τῆς ἐν Ὀπικοῖς· οἱ δὲ ὡς Ἄρης συγγένοιτο Τριτείᾳ θυγατρὶ Τρίτωνος, ἱερᾶσθαι δὲ τῆς Ἀθηνᾶς τὴν παρθένον, Μελάνιππον δὲ παῖδα Ἄρεως καὶ Τριτείας οἰκίσαι τε ὡς ηὐξήθη τὴν πόλιν καὶ θέσθαι τὸ ὄνομα ἀπὸ τῆς μητρός.

ἐν Τριτείᾳ δὲ ἔστι μὲν ἱερὸν καλουμένων Μεγίστων θεῶν, ἀγάλματα δέ σφισι πηλοῦ πεποιημένα· τούτοις κατὰ ἔτος ἑορτὴν ἄγουσιν, οὐδέν τι ἀλλοίως ἢ καὶ τῷ Διονύσῳ δρῶσιν Ἕλληνες. ἔστι δὲ καὶ Ἀθηνᾶς ναός, τὸ δὲ ἄγαλμα λίθου τὸ ἐφʼ ἡμῶν· τὸ δὲ ἀρχαῖον ἐς Ῥώμην, καθὰ οἱ Τριταιεῖς λέγουσιν, ἐκομίσθη. θύειν δὲ οἱ ἐνταῦθα καὶ Ἄρει καὶ τῇ Τριτείᾳ νομίζουσιν.

αἵδε μὲν οὖν θαλάσσης τέ εἰσιν ἀπωτέρω πόλεις καὶ ἠπειρώτιδες βεβαίως· πλέοντι δὲ ἐς Αἴγιον ἐκ Πατρῶν ἄκρα πρῶτόν ἐστιν ὀνομαζομένη Ῥίον, σταδίους δὲ Πατρῶν πεντήκοντα ἀπέχουσα, λιμὴν δὲ ὁ Πάνορμος σταδίοις πέντε καὶ δέκα ἀπωτέρω τῆς ἄκρας. τοσούτους δὲ ἀφέστηκεν ἑτέρους ἀπὸ Πανόρμου τὸ Ἀθηνᾶς καλούμενον τεῖχος. ἐς δὲ λιμένα Ἐρινεὸν ἐξ Ἀθηνᾶς τείχους παράπλους ἐνενήκοντά εἰσι στάδιοι, ἑξήκοντα δὲ ἐς Αἴγιον ἀπὸ τοῦ Ἐρινεοῦ· ὁδὸς δὲ ἡ πεζὴ σταδίους τεσσαράκοντα μάλιστα ἐς τὸν ἀριθμὸν ἀποδεῖ τὸν εἰρημένον.

οὐ πόρρω δὲ τοῦ Πατρέων ἄστεως ποταμός τε ὁ Μείλιχος καὶ τὸ ἱερὸν τῆς Τρικλαρίας ἐν ὧ ἐστίν, ἄγαλμα οὐδὲν ἔτι ἔχον. τοῦτο μὲν δή ἐστιν ἐν δεξιᾷ, προελθόντι δὲ ἀπὸ τοῦ Μειλίχου ποταμός ἐστιν ἄλλος· ὄνομα μὲν τῷ ποταμῷ Χάραδρος, ὥρᾳ δὲ ἦρος πίνοντα ἐξ αὐτοῦ τὰ βοσκήματα ὀφείλει τίκτειν ἄρρενα ὡς τὰ πλείω συμβαίνει, καὶ τοῦδε ἕνεκα οἱ νομεῖς ἑτέρωσε αὐτὰ τῆς χώρας μεθιστᾶσι πλήν γε δὴ τὰς βοῦς· ταύτας δὲ αὐτοῦ καταλείπουσιν ἐπὶ τῷ ποταμῷ, διότι καὶ πρὸς θυσίας οἱ ταῦροί σφισι καὶ ἐς τὰ ἔργα ἐπιτηδειότεροι θηλειῶν βοῶν εἰσιν, ἐπὶ δὲ τοῖς ἄλλοις κτήνεσι τὸ θῆλυ ἐπὶ πλέον τετίμηται.

μετὰ δὲ τὸν Χάραδρον ἐρείπια οὐκ ἐπιφανῆ πόλεώς ἐστιν Ἀργυρᾶς, καὶ πηγή τε Ἀργυρᾶ ἐν δεξιᾷ τῆς λεωφόρου καὶ Σέλεμνος ποταμὸς κατιὼν ἐς θάλασσαν. λόγος δὲ τῶν ἐπιχωρίων ἐς αὐτόν ἐστι, Σέλεμνον μειράκιον ὡραῖον ποιμαίνειν ἐνταῦθα, Ἀργυρᾶν δὲ εἶναι μὲν τῶν ἐν θαλάσσῃ νυμφῶν, ἐρασθεῖσαν δὲ αὐτὴν Σελέμνου φοιτᾶν τε ὡς αὐτόν φασιν ἐκ θαλάσσης ἀνιοῦσαν, καὶ καθεύδειν παρʼ αὐτῷ·

μετὰ δὲ οὐ πολὺν χρόνον οὔτε ὡραῖος ἔτι ἐφαίνετο Σέλεμνος οὔτε ὡς αὐτὸν φοιτήσειν ἔμελλεν ἡ νύμφη, Σέλεμνον δὲ μονωθέντα Ἀργυρᾶς καὶ τελευτήσαντα ὑπὸ τοῦ ἔρωτος ἐποίησεν Ἀφροδίτη ποταμόν. λέγω δὲ τὰ ὑπὸ Πατρέων λεγόμενα. καὶ—ἤρα γὰρ καὶ ὕδωρ γενόμενος Ἀργυρᾶς, καθότι ἔχει καὶ ἐπὶ τῷ Ἀλφειῷ λόγος Ἀρεθούσης ἔτι ἐρᾶν αὐτόν—δωρεῖται καὶ τῷδε Ἀφροδίτη Σέλεμνον·