Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

ὡς δὲ ἀπʼ αὐτῶν ἀναφῦσα ἀμυγδαλῆ εἶχεν ὡραῖον τὸν καρπόν, θυγατέρα τοῦ Σαγγαρίου ποταμοῦ λαβεῖν φασι τοῦ καρποῦ· ἐσθεμένης δὲ ἐς τὸν κόλπον καρπὸς μὲν ἐκεῖνος ἦν αὐτίκα ἀφανής, αὐτὴ δὲ ἐκύει· τεκούσης δὲ τράγος περιεῖπε τὸν παῖδα ἐκκείμενον. ὡς δὲ αὐξανομένῳ κάλλους οἱ μετῆν πλέον ἢ κατὰ εἶδος ἀνθρώπου, ἐνταῦθα τοῦ παιδὸς ἔρως ἔσχεν Ἄγδιστιν. αὐξηθέντα δὲ Ἄττην ἀποστέλλουσιν ἐς Πεσσινοῦντα οἱ προσήκοντες συνοικήσοντα τοῦ βασιλέως θυγατρί·

ὑμέναιος δὲ ᾔδετο καὶ Ἄγδιστις ἐφίσταται καὶ τὰ αἰδοῖα ἀπέκοψε μανεὶς ὁ Ἄττης, ἀπέκοψε δὲ καὶ ὁ τὴν θυγατέρα αὐτῷ διδούς· Ἄγδιστιν δὲ μετάνοια ἔσχεν οἷα Ἄττην ἔδρασε, καί οἱ παρὰ Διὸς εὕρετο μήτε σήπεσθαί τι Ἄττῃ τοῦ σώματος μήτε τήκεσθαι. τάδε μὲν ἐς Ἄττην τὰ γνωριμώτατα·

ἐν δὲ τῇ χώρᾳ τῇ Δυμαίᾳ καὶ τοῦ δρομέως Οἰβώτα τάφος ἐστί· τούτῳ τῷ Οἰβώτα νικήσαντι Ὀλύμπια Ἀχαιῶν πρώτῳ γέρας οὐδὲν ἐξαίρετον παρʼ αὐτῶν ἐγένετο εὕρασθαι· καὶ ἐπὶ τούτῳ κατάρας ὁ Οἰβώτας ἐποιήσατο μηδενὶ Ὀλυμπικὴν νίκην ἔτι Ἀχαιῶν γενέσθαι. καὶ—ἦν γάρ τις θεῶν ᾧ τοῦ Οἰβώτα τελεῖσθαι τὰς κατάρας οὐκ ἀμελὲς ἦν—διδάσκονταί ποτε οἱ Ἀχαιοὶ καθʼ ἥντινα αἰτίαν στεφάνου τοῦ Ὀλυμπίασιν ἡμάρτανον, διδάσκονται δὲ ἀποστείλαντες ἐς Δελφούς·

οὕτω καὶ ἄλλα ἐς τιμήν σφισι τοῦ Οἰβώτα ποιήσασι καὶ τὴν εἰκόνα ἀναθεῖσιν ἐς Ὀλυμπίαν Σώστρατος Πελληνεὺς σταδίου νίκην ἔσχεν ἐν παισί. διαμένει δὲ ἐς ἐμὲ ἔτι Ἀχαιῶν τοῖς ἀγωνίζεσθαι μέλλουσι τὰ Ὀλύμπια ἐναγίζειν τῷ Οἰβώτᾳ, καὶ ἢν κρατήσωσιν, ἐν Ὀλυμπίᾳ στεφανοῦν τοῦ Οἰβώτα τὴν εἰκόνα.

σταδίους δὲ ὅσον τεσσαράκοντα προελθόντι ἐκ Δύμης ποταμὸς Πεῖρος ἐς θάλατταν κάτεισι, καὶ Ἀχαιῶν πόλις ποτὲ Ὤλενος ᾠκεῖτο παρὰ τῷ Πείρῳ. ὁπόσοι δὲ ἐς Ἡρακλέα καὶ τὰ ἔργα αὐτοῦ πεποιήκασιν, ἔστιν οὐκ ἐλάχιστά σφισι δείγματα τοῦ λόγου Δεξαμενὸς ὁ ἐν Ὠλένῳ βασιλεὺς καὶ ὁποίων Ἡρακλῆς παρʼ αὐτῷ ξενίων ἔτυχε. καὶ ὅτι μὲν ἦν πόλισμα ἐξ ἀρχῆς μικρὸν ἡ Ὤλενος, μαρτυρεῖ τῷ λόγῳ μου καὶ ἐλεγεῖον ἐς Εὐρυτίωνα Κένταυρον ὑπὸ Ἑρμησιάνακτος πεποιημένον· ἀνὰ χρόνον δὲ τοὺς οἰκήτορας ἐκλιπεῖν ὑπὸ ἀσθενείας φασὶ τὴν Ὤλενον καὶ ἐς Πειράς τε καὶ ἐς Εὐρυτειὰς ἀποχωρῆσαι.

τοῦ δὲ Πείρου ποταμοῦ περὶ τοὺς ὀγδοήκοντα ἀφέστηκε σταδίους Πατρέων ἡ πόλις· οὐ πόρρω δὲ αὐτῆς ποταμὸς Γλαῦκος ἐκδίδωσιν ἐς θάλασσαν. Πατρέων δὲ οἱ τὰ ἀρχαιότατα μνημονεύοντές φασιν Εὔμηλον αὐτόχθονα οἰκῆσαι πρῶτον ἐν τῇ χώρᾳ, βασιλεύοντα αὐτὸν ἀνθρώπων οὐ πολλῶν. Τριπτολέμου δὲ ἐκ τῆς Ἀττικῆς ἀφικομένου τόν τε καρπὸν λαμβάνει τὸν ἥμερον καὶ οἰκίσαι διδαχθεὶς πόλιν Ἀρόην ὠνόμασεν ἐπὶ τῇ ἐργασίᾳ τῆς γῆς.

ὡς δὲ πρὸς ὕπνον ἐτράπετο ὁ Τριπτόλεμος, ἐνταῦθα Ἀνθείαν παῖδα Εὐμήλου τοὺς δράκοντάς φασιν ὑπὸ τοῦ Τριπτολέμου τὸ ἅρμα ζεύξαντα ἐθελῆσαι καὶ αὐτὸν σπεῖραι· καὶ τὸν μὲν ἐπιλαμβάνει τὸ χρεὼν ἐκπεσόντα τοῦ ἅρματος, Τριπτόλεμος δὲ καὶ Εὔμηλος Ἄνθειαν πόλιν οἰκίζουσιν ἐν κοινῷ, τοῦ Εὐμήλου παιδὸς ἐπώνυμον.

ᾠκίσθη δὲ καὶ τρίτη μεταξὺ Ἀνθείας καὶ Ἀρόης Μεσάτις πόλις. ὁπόσα δὲ οἱ Πατρεῖς περὶ Διονύσου λέγουσι, τραφῆναί τε αὐτὸν ἐν τῇ Μεσάτει καὶ ἐνταῦθα ἐπιβουλευθέντα ὑπὸ Τιτάνων ἐς παντοῖον ἀφικέσθαι κίνδυνον, οὐκ ἐναντιούμενος τοῖς Πατρεῦσιν τῆς Μεσάτεως τὸ ὄνομα αὐτοῖς σφισιν ἐξηγεῖσθαι παρίημι.

Ἀχαιῶν δὲ ὕστερον ἐκβαλόντων Ἴωνας, Πατρεὺς ὁ Πρευγένους τοῦ Ἀγήνορος ἐς μὲν Ἄνθειαν καὶ ἐς Μεσάτιν μὴ ἐνοικίζεσθαι τοῖς Ἀχαιοῖς ἀπεῖπε, περίβολον δὲ τείχους πρὸς τῇ Ἀρόῃ βαλόμενος μείζονα, ἵνα ἐντός οἱ τοῦ περιβόλου καὶ ἡ Ἀρόη γένηται, ὄνομα ἔθετο ἀφʼ ἑαυτοῦ Πάτρας τῇ πόλει. Ἀγήνωρ δὲ ὁ πατὴρ τοῦ Πρευγένους Ἀρέως παῖς ἦν τοῦ Ἄμπυκος, ὁ δὲ Ἄμπυξ Πελίου τοῦ Αἰγινήτου τοῦ Δηρείτου τοῦ Ἁρπάλου τοῦ Ἀμύκλα τοῦ Λακεδαίμονος.

Πατρεῖ μὲν τοιαῦτα ἐς τοὺς προγόνους ὑπάρχοντα ἦν· ἰδίᾳ δὲ ἀνὰ χρόνον Πατρεῖς διέβησαν ἐς Αἰτωλίαν Ἀχαιῶν μόνοι κατὰ φιλίαν τὴν Αἰτωλῶν, τὸν πόλεμόν σφισι τὸν πρὸς Γαλάτας συνδιοίσοντες. προσπταίσαντες δʼ ἐν ταῖς μάχαις λόγου μειζόνως καὶ ὑπὸ πενίας ἅμα οἱ πολλοὶ πιεζόμενοι Πάτρας μὲν πλὴν ὀλίγων τινῶν ἐκλείπουσιν· οἱ δὲ ἄλλοι κατὰ χώραν ὑπὸ φιλεργίας ἐσκεδάσθησαν καὶ πολίσματα παρὲξ αὐτὰς Πάτρας τοσάδε ἄλλα ᾤκησαν, Μεσάτιν καὶ Ἄνθειαν καὶ Βολίνην καὶ Ἀργυρᾶν τε καὶ Ἄρβαν.