Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

Τρικολώνου δὲ ὕστερον ἐπέλαβεν ἐν τῷ δρόμῳ τὸ χρεὼν Ἀριστόμαχόν τε καὶ Πρίαντα, ἔτι δὲ Πελάγοντα καὶ Αἰόλιόν τε καὶ Κρόνιον. οἱ δὲ καὶ ἐπαριθμοῦσι τοῖς κατειλεγμένοις Ἐρύθραν παῖδα Λεύκωνος τοῦ Ἀθάμαντος—ἀπὸ τούτου Ἐρυθραὶ πόλισμα ἐκαλεῖτο Βοιωτῶν—καὶ Ἠιονέα Μάγνητος τοῦ Αἰόλου. τούτοις μὲν δὴ ἐνταῦθά ἐστι τὸ μνῆμα, καὶ τὸν Πέλοπα, ἡνίκα τῶν Πισαίων ἔσχε τὴν ἀρχήν, φασὶν ἐναγίζειν αὐτοῖς ἀνὰ πᾶν ἔτος.

προελθόντι δὲ ὅσον τε στάδιον ἀπὸ τοῦ τάφου σημεῖά ἐστιν ἱεροῦ Κορδάκας ἐπίκλησιν Ἀρτέμιδος, ὅτι οἱ τοῦ Πέλοπος ἀκόλουθοι τὰ ἐπινίκια ἤγαγον παρὰ τῇ θεῷ ταύτῃ καὶ ὠρχήσαντο ἐπιχώριον τοῖς περὶ τὸν Σίπυλον κόρδακα ὄρχησιν. τοῦ ἱεροῦ δὲ οὐ πόρρω οἴκημά τε οὐ μέγα καὶ κιβωτός ἐστιν ἐν αὐτῷ χαλκῆ· ὀστᾶ τὰ Πέλοπος ἐν τῇ κιβωτῷ φυλάσσουσι. τείχους δὲ ἢ ἄλλου κατασκευάσματος ἐλείπετο οὐδὲν ἔτι, ἄμπελοι δὲ ἦσαν διὰ τοῦ χωρίου πεφυτευμέναι παντός, ἔνθα ἡ Πίσα ᾠκεῖτο.

οἰκιστὴν μὲν δὴ γενέσθαι τῇ πόλει Πίσον τὸν Περιήρους φασὶ τοῦ Αἰόλου· Πισαῖοι δὲ ἐφειλκύσαντο αὐθαίρετον συμφορὰν ἀπεχθανόμενοί τε Ἠλείοις καὶ σπουδὴν ποιούμενοι τιθέναι τὸν Ὀλυμπικὸν ἀγῶνα ἀντὶ Ἠλείων, οἵγε Ὀλυμπιάδι μὲν τῇ ὀγδόῃ τὸν Ἀργεῖον ἐπηγάγοντο Φείδωνα τυράννων τῶν ἐν Ἕλλησι μάλιστα ὑβρίσαντα καὶ τὸν ἀγῶνα ἔθεσαν ὁμοῦ τῷ Φείδωνι, τετάρτῃ δὲ Ὀλυμπιάδι καὶ τριακοστῇ στρατὸν οἱ Πισαῖοι καὶ βασιλεὺς αὐτῶν Πανταλέων ὁ Ὀμφαλίωνος παρὰ τῶν προσχώρων ἀθροίσαντες ἐποίησαν ἀντὶ Ἠλείων τὰ Ὀλύμπια.

ταύτας τὰς Ὀλυμπιάδας καὶ ἐπʼ αὐταῖς τὴν τετάρτην τε καὶ ἑκατοστήν, τεθεῖσαν δὲ ὑπὸ Ἀρκάδων, ἀνολυμπιάδας οἱ Ἠλεῖοι καλοῦντες οὐ σφᾶς ἐν καταλόγῳ τῶν Ὀλυμπιάδων γράφουσιν. ὀγδόῃ δὲ ἐπὶ ταῖς τεσσαράκοντα Ὀλυμπιάδι Δαμοφῶν ὁ Πανταλέοντος ὑπόνοιαν μέν τινα παρέσχεν Ἠλείοις νεώτερα ἐς αὐτοὺς βουλεύειν, ἐσβαλόντας δὲ ἐς τὴν Πισαίαν σὺν ὅπλοις ἀπελθεῖν οἴκαδε ἀπράκτους ἔπεισε δεήσεσί τε καὶ ὅρκοις.

Πύρρου δὲ τοῦ Πανταλέοντος μετὰ Δαμοφῶντα τὸν ἀδελφὸν βασιλεύσαντος Πισαῖοι πόλεμον ἑκούσιον ἐπανείλοντο Ἠλείοις, συναπέστησαν δέ σφισιν ἀπὸ Ἠλείων Μακίστιοι καὶ Σκιλλούντιοι, οὗτοι μὲν ἐκ τῆς Τριφυλίας, τῶν δὲ ἄλλων περιοίκων Δυσπόντιοι· τούτοις καὶ μάλιστα ἐς τοὺς Πισαίους οἰκεῖα ἦν, καὶ οἰκιστὴν Δυσποντέα γενέσθαι σφίσιν Οἰνομάου παῖδα ἐμνημόνευον. Πισαίους μὲν δὴ καὶ ὅσοι τοῦ πολέμου Πισαίοις μετέσχον, ἐπέλαβεν ἀναστάτους ὑπὸ Ἠλείων γενέσθαι·

Πύλου δὲ τῆς ἐν τῇ Ἠλείᾳ δῆλα τὰ ἐρείπια κατὰ τὴν ἐξ Ὀλυμπίας ἐστὶν ἐς Ἦλιν ὀρεινὴν ὁδόν, ὀγδοήκοντα δὲ στάδια ἐς Ἦλιν ἀπὸ τῆς Πύλου. ταύτην τὴν Πύλον ᾤκισε μὲν κατὰ τὰ ἤδη λελεγμένα μοι Μεγαρεὺς ἀνὴρ Πύλων ὁ Κλήσωνος· γενομένη δὲ ὑπὸ Ἡρακλέους ἀνάστατος καὶ αὖθις ἐπισυνοικισθεῖσα ὑπὸ Ἠλείων, ἔμελλεν ἀνὰ χρόνον οὐχ ἕξειν οἰκήτορας. παρὰ δὲ αὐτὴν ποταμὸς Λάδων κάτεισιν ἐς τὸν Πηνειόν.