Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

Ἀριστείδῃ δὲ Ἠλείῳ γενέσθαι μὲν ὅπλου νίκην ἐν Ὀλυμπίᾳ, γενέσθαι δὲ καὶ διαύλου Πυθοῖ τὸ ἐπίγραμμα τὸ ἐπʼ αὐτῷ δηλοῖ Νεμείων τε ἐν παισὶν ἐπὶ τῷ ἱππίῳ δρόμῳ. δρόμου δέ εἰσι τοῦ ἱππίου μῆκος μὲν δίαυλοι δύο, ἐκλειφθέντα δὲ ἐκ Νεμείων τε καὶ Ἰσθμίων αὐτὸν βασιλεὺς Ἀδριανὸς ἐς Νεμείων ἀγῶνα τῶν χειμερινῶν ἀπέδωκεν Ἀργείοις.

τοῦ δὲ Ἀριστείδου ἐγγύτατα Μενάλκης ἕστηκεν Ἠλεῖος, ἀναγορευθεὶς Ὀλυμπίασιν ἐπὶ πεντάθλῳ, καὶ Φιλωνίδης Ζώτου, γένος μὲν ἐκ Χερρονήσου τῆς Κρητῶν, Ἀλεξάνδρου δὲ ἡμεροδρόμος τοῦ Φιλίππου. μετὰ δὲ τοῦτον Βριμίας ἐστὶν Ἠλεῖος, κρατήσας ἄνδρας πυγμῇ, Λεωνίδας τε ἐκ Νάξου τῆς ἐν τῷ Αἰγαίῳ, Ψωφιδίων ἀνάθημα Ἀρκάδων, Ἀσάμωνός τε εἰκὼν ἐν ἀνδράσι πυγμῇ νενικηκότος, ἡ δὲ Νικάνδρου, διαύλου μὲν δύο ἐν Ὀλυμπίᾳ, Νεμείων δὲ καὶ Ἰσθμίων ἀναμὶξ ἐπὶ δρόμῳ νίκας ἓξ ἀνῃρημένου. ὁ δὲ Ἀσάμων καὶ ὁ Νίκανδρος Ἠλεῖοι μὲν ἦσαν, πεποίηκε δὲ τῷ μὲν Δάιππος τὴν εἰκόνα, Ἀσάμωνι δὲ Πυριλάμπης Μεσσήνιος.

Εὐαλκίδᾳ δὲ Ἠλείῳ καὶ Σελεάδᾳ Λακεδαιμονίῳ, τῷ μὲν ἐν παισὶν ἐγένοντο πυγμῆς νῖκαι, Σελεάδᾳ δὲ ἀνδρῶν πάλης. ἐνταῦθα καὶ ἅρμα οὐ μέγα ἀνάκειται Πολυπείθους Λάκωνος καὶ ἐπὶ στήλης τῆς αὐτῆς Καλλιτέλης ὁ τοῦ Πολυπείθους πατήρ, παλαιστὴς ἀνήρ· νῖκαι δέ σφισι τῷ μὲν ἵπποις, Καλλιτέλει δὲ παλαίσαντί εἰσιν.

ἰδιώτας δὲ ἄνδρας Ἠλείους Λάμπον Ἀρνίσκου καὶ Ἀριστάρχου Ψωφίδιοι προξένους ὄντας σφίσιν ἀνέθεσαν ἢ καὶ ἄλλην τινὰ ἐς αὐτοὺς ἔχοντας εὔνοιαν· μέσος δὲ ἕστηκεν αὐτῶν Λύσιππος Ἠλεῖος καταπαλαίσας τοὺς ἐσελθόντας τῶν παίδων, Ἀνδρέας δὲ Ἀργεῖος ἐποίησε τοῦ Λυσίππου τὴν εἰκόνα.

Λακεδαιμονίῳ δὲ Δεινοσθένει σταδίου τε ἐγένετο ἐν ἀνδράσιν Ὀλυμπικὴ νίκη καὶ στήλην ἐν τῇ Ἄλτει παρὰ τὸν ἀνδριάντα ἀνέθηκεν ὁ Δεινοσθένης· ὁδοῦ δὲ τῆς ἐς Λακεδαίμονα ἐξ Ὀλυμπίας ἐπὶ ἑτέραν στήλην τὴν ἐν Λακεδαίμονι μέτρα φησὶν εἶναι σταδίους ἑξήκοντα καὶ ἑξακοσίους. Θεόδωρον δὲ λαβόντα ἐπὶ πεντάθλῳ νίκην καὶ Πύτταλον Λάμπιδος πυγμῇ παῖδας κρατήσαντα καὶ Νεολαΐδαν σταδίου τε ἀνελόμενον καὶ ὅπλου στέφανον, Ἠλείους σφᾶς ὄντας ἴστω τις· ἐπὶ δὲ τῷ Πυττάλῳ καὶ τάδε ἔτι λέγουσιν, ὡς γενομένης πρὸς Ἀρκάδας Ἠλείοις ἀμφισβητήσεως περὶ γῆς ὅρων εἶπεν οὗτος ὁ Πύτταλος τὴν δίκην· ὁ δέ οἱ ἀνδριὰς ἔργον ἐστὶν Ὀλυνθίου Σθέννιδος.

ἐφεξῆς δὲ Πτολεμαῖός τέ ἐστιν ἀναβεβηκὼς ἵππον καὶ παρʼ αὐτὸν Ἠλεῖος ἀθλητὴς Παιάνιος ὁ Δαματρίου πάλης τε ἐν Ὀλυμπίᾳ καὶ τὰς δύο Πυθικὰς ἀνῃρημένος νίκας. Κλεάρετός τέ ἐστιν Ἠλεῖος πεντάθλου λαβὼν στέφανον καὶ ἅρμα ἀνδρὸς Ἀθηναίου Γλαύκωνος τοῦ Ἐτεοκλέους· ἀνηγορεύθη δὲ ὁ Γλαύκων οὗτος ἐπὶ ἅρματος τελείου δρόμῳ.

ταῦτα μὲν δὴ τὰ ἀξιολογώτατα ἀνδρὶ ποιουμένῳ τὴν ἔφοδον ἐν τῇ Ἄλτει κατὰ τὰ ἡμῖν εἰρημένα· εἰ δὲ ἀπὸ τοῦ Λεωνιδαίου πρὸς τὸν βωμὸν τὸν μέγαν ἀφικέσθαι τῇ δεξιᾷ θελήσειας, τοσάδε ἔστι σοι τῶν ἀνηκόντων ἐς μνήμην. Δημοκράτης Τενέδιος καὶ Ἠλεῖος Κριάννιος, οὗτος μὲν ὅπλου λαβὼν νίκην, Δημοκράτης δὲ ἀνδρῶν πάλης· ἀνδριάντας δὲ τοῦ μὲν Μιλήσιος Διονυσικλῆς, τοῦ δὲ Κριαννίου Μακεδὼν Λῦσός ἐστιν ὁ ἐργασάμενος.

Κλαζομενίου δὲ Ἡροδότου καὶ Φιλίνου τοῦ Ἡγεπόλιδος Κῴου ἀνέθεσαν τὰς εἰκόνας αἱ πόλεις, Κλαζομένιοι μὲν ὅτι ἐν Ὀλυμπίᾳ Κλαζομενίων πρῶτος ἀνηγορεύθη νικῶν Ἡρόδοτος, ἡ δέ οἱ νίκη σταδίου γέγονεν ἐν παισί, Φιλῖνον δὲ οἱ Κῷοι δόξης ἕνεκα ἀνέθεσαν· ἐν μέν γε Ὀλυμπίᾳ δρόμου γεγόνασιν αὐτῷ νῖκαι πέντε, τέσσαρες δὲ Πυθοῖ καὶ ἴσαι Νεμείων, ἐν δὲ Ἰσθμῷ μία ἐπὶ ταῖς δέκα.

Πτολεμαῖον δὲ τὸν Πτολεμαίου τοῦ Λάγου Ἀριστόλαος ἀνέθηκε Μακεδὼν ἀνήρ. ἀνάκειται δὲ καὶ πύκτης κρατήσας ἐν παισὶ Βούτας Πολυνείκους Μιλήσιος, καὶ Καλλικράτης ἀπὸ τῆς ἐπὶ Ληθαίῳ Μαγνησίας ἐπὶ τῷ ὁπλίτῃ δρόμῳ στεφάνους δύο ἀνῃρημένος· Λυσίππου δὲ ἔργον ἡ τοῦ Καλλικράτους ἐστὶν εἰκών.

Ἐνατίωνι δὲ καὶ Ἀλεξιβίῳ, τῷ μὲν ἐν παισὶ σταδίου, Ἀλεξιβίῳ δὲ πεντάθλου γέγονε νίκη, καὶ Ἡραία τε Ἀρκάδων ἐστὶν αὐτῷ πατρὶς καὶ Ἀκέστωρ ὁ τὴν εἰκόνα εἰργασμένος· Ἐνατίωνα δὲ ἧστινος ἦν οὐ δηλοῖ τὸ ἐπίγραμμα, ὅτι δὲ τοῦ Ἀρκάδων ἦν ἔθνους δηλοῖ. Κολοφώνιοι δὲ Ἑρμησιάναξ Ἀγονέου καὶ Εἰκάσιος Λυκίνου τε ὢν καὶ τῆς Ἑρμησιάνακτος θυγατρὸς κατεπάλαισαν μὲν παῖδας ἀμφότεροι, Ἑρμησιάνακτι δὲ καὶ ἀπὸ τοῦ κοινοῦ τοῦ Κολοφωνίων ὑπῆρξεν ἀνατεθῆναι τὴν εἰκόνα.

τούτων δέ εἰσιν Ἠλεῖοι πλησίον πυγμῇ παῖδας κρατήσαντες, ὁ μὲν Σθέννιδος ἔργον τοῦ Ὀλυνθίου Χοιρίλος, Θεότιμος δὲ Δαιτώνδα Σικυωνίου· παῖς δὲ ὁ Θεότιμος ἦν Μοσχίωνος, Ἀλεξάνδρῳ τῷ Φιλίππου τῆς ἐπὶ Δαρεῖον καὶ Πέρσας στρατείας μετασχόντος. δύο δὲ αὖθις ἐξ Ἤλιδος, Ἀρχίδαμος τεθρίππῳ νενικηκὼς καὶ Ἐπέραστός ἐστιν ὁ Θεογόνου ὅπλου νίκην ἀνῃρημένος·

εἶναι δὲ καὶ μάντις ὁ Ἐπέραστος τοῦ Κλυτιδῶν γένους φησὶν ἐπὶ τοῦ ἐπιγράμματος τῇ τελευτῇ,

  1. τῶν δʼ ἱερογλώσσων Κλυτιδᾶν γένος εὔχομαι εἶναι
  2. μάντις, ἀπʼ ἰσοθέων αἷμα Μελαμποδιδᾶν.
Μελάμποδος γὰρ ἦν τοῦ Ἀμυθάονος Μάντιος, τοῦ δὲ Ὀικλῆς, Κλυτίος δὲ Ἀλκμαίωνος τοῦ Ἀμφιαράου τοῦ Ὀϊκλέους· ἐγεγόνει δὲ τῷ Ἀλκμαίωνι ὁ Κλυτίος ἐκ τῆς Φηγέως θυγατρὸς καὶ ἐς τὴν Ἦλιν μετῴκησε, τοῖς ἀδελφοῖς εἶναι τῆς μητρὸς σύνοικος φεύγων, ἅτε τοῦ Ἀλκμαίωνος ἐπιστάμενος σφᾶς εἰργασμένους τὸν φόνον.

ἀνδριάντας δὲ ἀναμεμιγμένους οὐκ ἐπιφανέσιν ἄγαν ἀναθήμασιν Ἀλεξίνικόν τε Ἠλεῖον, τέχνην τοῦ Σικυωνίου Κανθάρου, πάλης ἐν παισὶν ἀνῃρημένον νίκην, καὶ τὸν Λεοντῖνον Γοργίαν ἰδεῖν ἔστιν· ἀναθεῖναι δὲ τὴν εἰκόνα ἐς Ὀλυμπίαν φησὶν Εὔμολπος ἀπόγονος τρίτος Δηικράτους συνοικήσαντος ἀδελφῇ τῇ Γοργίου.