Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

Χιόνιδος δὲ οὐ πόρρω τῆς ἐν Ὀλυμπίᾳ στήλης Σκαῖος ἕστηκεν ὁ Δούριος Σάμιος, κρατήσας πυγμῇ παῖδας· τέχνη δὲ ἡ εἰκών ἐστι μὲν Ἱππίου τοῦ , τὸ δὲ ἐπίγραμμα δηλοῖ τὸ ἐπʼ αὐτῷ, νικῆσαι Σκαῖον ἡνίκα ὁ Σαμίων δῆμος ἔφευγεν ἐκ τῆς νήσου, τὸν δὲ καιρὸν ἐπὶ τὰ οἰκεῖα τὸν δῆμον.

παρὰ δὲ τὸν τύραννον Δίαλλος ὁ Πόλλιδος ἀνάκειται, γένος μὲν Σμυρναῖος, Ἰώνων δὲ πρῶτος λαβεῖν ἐν Ὀλυμπίᾳ φησὶν οὗτος ὁ Δίαλλος παγκρατίου στέφανον ἐν παισίν. Θερσίλοχον δὲ Κορκυραῖον καὶ Ἀριστίωνα Θεοφίλους Ἐπιδαύριον, τὸν μὲν ἀνδρῶν πυγμῆς, Θερσίλοχον δὲ λαβόντα ἐν παισὶ στέφανον, Πολύκλειτος ἐποίησε σφᾶς ὁ Ἀργεῖος.

Βύκελος δέ, ὃς Σικυωνίων πρῶτος πὺξ ἐκράτησεν ἐν παισίν, ἔστιν ἔργον Σικυωνίου Κανάχου παρὰ τῷ Ἀργείῳ Πολυκλείτῳ διδαχθέντος. παρὰ δὲ τὸν Βύκελον ὁπλίτης ἀνὴρ ἐπίκλησιν Λίβυς Μνασέας Κυρηναῖος ἕστηκε· Πυθαγόρας δὲ ὁ Ῥηγῖνος ἐποίησε τὴν εἰκόνα. Κυζικηνῷ δὲ Ἀγεμάχῳ τῶν ἐκ τῆς Ἀσιανῆς ἠπείρου γενέσθαι ἐν Ἄργει τὸ ἐπίγραμμα τὸ ἐπʼ αὐτῷ μηνύει.

Νάξου δὲ οἰκισθείσης ποτὲ ἐν Σικελίᾳ ὑπὸ Χαλκιδέων τῶν ἐπὶ Εὐρίπῳ, τῆς πόλεως μὲν οὐδὲ ἐρείπια ἐλείπετο ἐς ἡμᾶς ἔτι, ὄνομα δὲ καὶ ἐς τοὺς ἔπειτα εἶναι τῆς Νάξου Τίσανδρος ὁ Κλεοκρίτου μάλιστα αἰτίαν ἐχέτω· τετράκις γὰρ δὴ ἐν ἀνδράσι κατεμαχέσατο ὁ Τίσανδρος πύκτας ἐν Ὀλυμπίᾳ, τοσαῦται δὲ καὶ Πυθοῖ γεγόνασιν αὐτῷ νῖκαι, καὶ Κορινθίοις δὲ οὐκ ἦν πω τηνικαῦτα οὐδὲ Ἀργείοις ἐς ἅπαντας ὑπομνήματα τοὺς Νέμεια καὶ Ἴσθμια νικήσαντας.

ἡ δὲ ἵππος ἡ τοῦ Κορινθίου Φειδώλα ὄνομα μέν, ὡς οἱ Κορίνθιοι μνημονεύουσιν, ἔχει Αὔρα, τὸν δὲ ἀναβάτην ἔτι ἀρχομένου τοῦ δρόμου συνέπεσεν ἀποβαλεῖν αὐτήν· καὶ οὐδέν τι ἧσσον θέουσα ἐν κόσμῳ περί τε τὴν νύσσαν ἐπέστρεφε, καὶ ἐπεὶ τῆς σάλπιγγος ἤκουσεν, ἐπετάχυνεν ἐς πλέον τὸν δρόμον, φθάνει τε δὴ ἐπὶ τοὺς Ἑλλανοδίκας ἀφικομένη καὶ νικῶσα ἔγνω καὶ παύεται τοῦ δρόμου. Ἠλεῖοι δὲ ἀνηγόρευσαν ἐπὶ τῇ νίκῃ τὸν Φειδώλαν καὶ ἀναθεῖναί οἱ τὴν ἵππον ταύτην ἐφιᾶσιν.

ἐγένετο δὲ καὶ τοῦ Φειδώλα τοῖς παισὶν ἐπὶ κέλητι ἵππῳ νίκη, καὶ ὅ τε ἵππος ἐπὶ στήλῃ πεποιημένος καὶ ἐπίγραμμά ἐστιν ἐπʼ αὐτῷ·

  1. ὠκυδρόμας Λύκος Ἴσθμιʼ ἅπαξ, δύο δʼ ἐνθάδε νίκαις
  2. Φειδώλα παίδων ἐστεφάνωσε δόμους.
οὐ μὴν τῷ γε ἐπιγράμματι καὶ τὰ Ἠλείων ἐς τοὺς Ὀλυμπιονίκας ὁμολογεῖ γράμματα· ὀγδόῃ γὰρ Ὀλυμπιάδι καὶ ἑξηκοστῇ καὶ οὐ πέρα ταύτης ἐστὶν ἐν τοῖς Ἠλείων γράμμασιν ἡ νίκη τῶν Φειδώλα παίδων·

ταῦτα μὲν δὴ οὕτως ἔχοντα ἴστω τις· Ἠλείοις δὲ ἀνδράσιν Ἀγαθίνῳ τε τῷ Θρασυβούλου καὶ Τηλεμάχῳ, Τηλεμάχῳ μὲν ἐπὶ ἵππων νίκῃ γέγονεν ἡ εἰκών, Ἀγαθῖνον δὲ ἀνέθεσαν Ἀχαιοὶ Πελληνεῖς. ἀνέθηκε δὲ καὶ ὁ Ἀθηναίων δῆμος Ἀριστοφῶντα Λυσίνου, παγκρατιαστὰς ἐν τῷ ἀγῶνι τῷ ἐν Ὀλυμπίᾳ κρατήσαντα ἄνδρας.

Φερίας δὲ Αἰγινήτης—οὗτος γὰρ δὴ παρὰ τὸν Ἀθηναῖον Ἀριστοφῶντα ἀνάκειται—ὀγδόῃ μὲν πρὸς ταῖς ἑβδομήκοντα Ὀλυμπιάδι κομιδῇ τε ἔδοξεν εἶναι νέος καὶ οὐκ ἐπιτήδειός πω νομισθεὶς παλαίειν ἀπηλάθη τοῦ ἀγῶνος, τῇ δὲ ἑξῆς—κατεδέχθη γὰρ τηνικαῦτα ἐς τοὺς παῖδας—ἐνίκα παλαίων. τῷ δὲ Φερίᾳ τούτῳ διάφορον καὶ οὐδαμῶς ἐοικυῖαν ἔσχεν ἐν Ὀλυμπίᾳ τύχην Νικασύλος Ῥόδιος.

ὄγδοον γὰρ ἐπὶ τοῖς δέκα ἔτεσι γεγονὼς μὴ παλαῖσαι μὲν ἐν παισὶν ὑπὸ Ἠλείων ἀπηλάθη, ἀνηγορεύθη δὲ ἐν ἀνδράσιν, ὥσπερ γε καὶ ἐνίκησεν· ἀνηγορεύθη δὲ καὶ ὕστερον Νεμέᾳ τε καὶ Ἰσθμῷ. γεγονότα δὲ εἰκοσαετῆ τὸ χρεὼν ἐπιλαμβάνει, πρὶν ἢ ἐς τὴν Ῥόδον αὐτὸν οἴκαδε ἀναστρέψαι. τὸ δὲ ἐν Ὀλυμπίᾳ τοῦ Ῥοδίου παλαιστοῦ τόλμημα Ἀρτεμίδωρος γένος Τραλλιανὸς ὑπερεβάλετο κατὰ ἐμὴν δόξαν. Ἀρτεμιδώρῳ γὰρ ἁμαρτεῖν μὲν Ὀλυμπίων συνέβη παγκρατιάζοντι ἐν παισίν, αἰτία δέ οἱ ἐγένετο τῆς διαμαρτίας τὸ ἄγαν νέον·

ὡς δὲ ἀφίκετο ἀγῶνος καιρὸς ὃν Σμυρναῖοι Ἰώνων ἄγουσιν, ἐς τοσοῦτο ἄρα αὐτῷ τὰ τῆς ῥώμης ἐπηύξητο ὡς κρατῆσαι παγκρατιάζοντα ἐπὶ ἡμέρας τῆς αὐτῆς τούς τε ἐξ Ὀλυμπίας ἀνταγωνιστὰς καὶ ἐπὶ τοῖς παισὶν οὓς ἀγενείους καλοῦσι καὶ τρίτα δὴ ὅ τι ἄριστον ἦν τῶν ἀνδρῶν. γενέσθαι δέ οἱ τὴν ἅμιλλαν πρὸς ἀγενείους τε καὶ ἄνδρας τὴν μὲν ἐκ γυμναστοῦ παρακλήσεώς φασι, τὴν δὲ ἐξ ἀνδρὸς παγκρατιαστοῦ λοιδορίας. ἀνείλετο δὲ ἐν ἀνδράσιν ὁ Ἀρτεμίδωρος Ὀλυμπικὴν νίκην δευτέρᾳ καὶ δεκάτῃ πρὸς διακοσίαις Ὀλυμπιάδι.