Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

οὐ μὴν οὐδὲ Ἀμαρυγκεὺς οὔτε αὐτὸς διέμεινεν ἰδιωτεύων οὔτε Διώρης ὁ Ἀμαρυγκέως. ἃ δὴ καὶ Ὅμηρος παρεδήλωσεν ἐν καταλόγῳ τῶν Ἠλείων, τὸν μὲν σύμπαντα αὐτῶν στόλον ποιήσας τεσσαράκοντα εἶναι νεῶν, τούτων δὲ τὰς ἡμισείας ὑπὸ Ἀμφιμάχῳ τετάχθαι καὶ Θαλπίῳ, τῶν λοιπῶν δὲ εἴκοσι δέκα μὲν ναυσὶ Διώρην τὸν Ἀμαρυγκέως ἡγεῖσθαι, τοσαύταις δὲ ἑτέραις Πολύξενον τὸν Ἀγασθένους. Πολυξένῳ δὲ ἀνασωθέντι ἐκ Τροίας ἐγένετο υἱὸς Ἀμφίμαχος—τὸ δὲ ὄνομα τῷ παιδὶ ἔθετο ὁ Πολύξενος κατὰ φιλίαν ἐμοὶ δοκεῖν πρὸς Ἀμφίμαχον τὸν Κτεάτου τελευτήσαντα ἐν Ἰλίῳ—, Ἀμφιμάχου δὲ Ἠλεῖος·

καὶ ἐπὶ Ἠλείου βασιλεύοντος ἐν Ἤλιδι, τηνικαῦτα ὁ Δωριέων στόλος σὺν τοῖς Ἀριστομάχου παισὶν ἠθροίζετο ἐπὶ καθόδῳ τῇ ἐς Πελοπόννησον. γίνεται δὲ τοῖς βασιλεῦσιν αὐτῶν λόγιον τόδε, ἡγεμόνα τῆς καθόδου ποιεῖσθαι τὸν τριόφθαλμον. ἀποροῦσι δέ σφισιν ὅ τι ὁ χρησμὸς ἐθέλοι συνέτυχεν ἐλαύνων ἀνὴρ ἡμίονον, ὁ δὲ ἕτερος διέφθαρτο τῷ ἡμιόνῳ τῶν ὀφθαλμῶν·

Κρεσφόντου δὲ συμφρονήσαντος ὡς ἐς τοῦτον τὸν ἄνδρα ἔχοι τὸ μάντευμα, οὕτως ᾠκειώσαντο αὐτὸν οἱ Δωριεῖς. ὁ δὲ σφᾶς ναυσὶν ἐκέλευεν ἐς Πελοπόννησον κατιέναι μηδὲ στρατῷ πεζῷ διὰ τοῦ ἰσθμοῦ πειρᾶσθαι. ταῦτά τε δὴ παρῄνεσε καὶ ἅμα τὸν ἐς Μολύκριον ἐκ Ναυπάκτου πλοῦν καθηγήσατο αὐτοῖς· οἱ δὲ ἀντὶ τούτου δεηθέντι τὴν Ἠλείαν γῆν συνέθεντο αὐτῷ δώσειν. ὁ δὲ ἀνὴρ ἦν Ὄξυλος Αἵμονος τοῦ Θόαντος· Θόας δὲ ἦν οὗτος ὃς καὶ τοῖς Ἀτρέως παισὶν ἀρχὴν συγκαθεῖλε τὴν Πριάμου, γενεαὶ δὲ ἀπὸ Θόαντος ἀνήκουσιν ἓξ ἐς Αἰτωλὸν τὸν Ἐνδυμίωνος.

ἦσαν δὲ οἱ Ἡρακλεῖδαι συγγενεῖς καὶ ἄλλως τοῖς ἐν Αἰτωλίᾳ βασιλεῦσι, καὶ ἀδελφαὶ Θόαντι τῷ Ἀνδραίμονος καὶ Ὕλλου τοῦ Ἡρακλέους ἦσαν αἱ μητέρες. συνεπεπτώκει δὲ τῷ Ὀξύλῳ φυγάδι ἐξ Αἰτωλίας εἶναι· δισκεύοντα γάρ φασιν ἁμαρτεῖν αὐτὸν καὶ ἐξεργάσασθαι φόνον ἀκούσιον, τὸν δὲ ἀποθανόντα ὑπὸ τοῦ δίσκου τὸν ἀδελφὸν εἶναι τοῦ Ὀξύλου Θέρμιον, οἱ δὲ Ἀλκιδόκον τὸν Σκοπίου.

λέγεται δὲ καὶ ἄλλο ἐπὶ τῷ Ὀξύλῳ τοιόνδε, ὡς τοὺς παῖδας ὑποπτεύσειε τοῦ Ἀριστομάχου, μὴ τὴν Ἠλείαν τε ἰδόντες ἀγαθὴν οὖσαν καὶ ἐξειργασμένην διὰ πάσης οὐκ ἐθελήσωσιν ἔτι αὐτῷ διδόναι τὴν γῆν, καὶ τοῦδε ἕνεκα διὰ τῶν Ἀρκάδων καὶ οὐ διὰ τῆς Ἠλείας τοῖς Δωριεῦσιν ἡγήσατο. Ὀξύλῳ δὲ σπεύσαντι ἀμαχεὶ λαβεῖν τὴν Ἠλείων ἀρχὴν Δῖος οὐκ εἶκε, πρόκλησιν δὲ ἐποιεῖτο μὴ σφᾶς παρασκευῇ τῇ πάσῃ διακινδυνεῦσαι, προκριθῆναι δὲ ἀφʼ ἑκατέρων στρατιώτην ἕνα ἐς τὴν μάχην·

καί πως συνήρεσε ταῦτα ἀμφοτέροις, οἱ δὲ ἐς τὸ ἔργον προταχθέντες Δέγμενός τε Ἠλεῖος ἦν τοξότης καὶ παρὰ τῶν Αἰτωλῶν Πυραίχμης σφενδόνην δεδιδαγμένος. κρατήσαντος δὲ τοῦ Πυραίχμου τήν τε βασιλείαν ἔσχεν Ὄξυλος καὶ Ἐπειοὺς τοὺς ἀρχαίους τὰ μὲν ἄλλα εἴασεν ἐπὶ τοῖς αὑτῶν μένειν, συνοίκους δέ σφισι τοὺς Αἰτωλοὺς ἐπὶ ἀναδασμῷ τῆς χώρας ἐπεισήγαγε. καὶ Δίῳ τε ἀπένειμε γέρα καὶ ἥρωσι τοῖς τε ἄλλοις κατὰ τὰ ἀρχαῖα ἐφύλαξε τὰς τιμὰς καὶ Αὐγέᾳ τὰ ἐς τὸν ἐναγισμὸν ἔτι καὶ ἐς ἡμᾶς αὐτῷ καθεστηκότα.

λέγεται δὲ ὡς καὶ τοὺς ἀνθρώπους ἐκ τῶν κωμῶν, ὅσοι τοῦ τείχους οὐ πολὺ ἀφεστήκεσαν, κατελθεῖν ἔπεισεν ἐς τὴν πόλιν καὶ πλήθει τε οἰκητόρων καὶ μείζονα καὶ εὐδαιμονεστέραν ἐς τὰ ἄλλα ἀπέφηνε τὴν Ἦλιν. ἀφίκετο δὲ αὐτῷ καὶ ἐκ Δελφῶν χρησμός, τὸν Πελοπίδην ἐπάγεσθαι συνοικιστήν· Ὄξυλος δὲ τὴν ζήτησιν ἐποιεῖτο σπουδῇ καὶ ἀναζητῶν εὗρεν Ἀγώριον τὸν Δαμασίου τοῦ Πενθίλου τοῦ Ὀρέστου, καὶ αὐτόν τε ἐξ Ἑλίκης τῆς Ἀχαιῶν καὶ σὺν τῷ Ἀγωρίῳ μοῖραν τῶν Ἀχαιῶν ἐπηγάγετο οὐ πολλήν.

τῷ δὲ Ὀξύλῳ Πιερίαν μὲν τῇ γυναικὶ ὄνομα εἶναι λέγουσι, πέρα δὲ τὰ ἐς αὐτὴν οὐ μνημονεύουσιν. Ὀξύλου δὲ γενέσθαι παῖδάς φασιν Αἰτωλὸν καὶ Λαΐαν· προαποθανόντος δὲ Αἰτωλοῦ θάπτουσιν αὐτὸν οἱ γονεῖς ἐν αὐτῇ ποιησάμενοι τῇ πύλῃ τὸ μνῆμα, ἥτις ἐπʼ Ὀλυμπίαν καὶ τὸ ἱερὸν ἄγει τοῦ Διός· ἔθαψαν δὲ αὐτὸν οὕτω κατὰ μαντείαν, ὡς μήτε ἐκτὸς τῆς πόλεως μήτε ἐντὸς γένοιτο ὁ νεκρός. ἐναγίζει δὲ ὁ γυμνασίαρχος ἔτι καὶ ἐς ἐμὲ καθʼ ἕκαστον ἔτος τῷ Αἰτωλῷ.