Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

τοῦτον τὸν Νικόστρατον νήπιον παῖδα ἔτι ἐκ Πρυμνησσοῦ λῃσταὶ τῆς Φρυγῶν ἥρπασαν, οἰκίας ὄντα οὐκ ἀφανοῦς· κομισθέντα δὲ αὐτὸν ἐς Αἰγέας ὠνήσατο ὅστις δή. χρόνῳ δὲ ὕστερον τῷ ἀνδρὶ τούτῳ ὄνειρον γίνεται· λέοντος δὲ ἔδοξεν ὑπὸ τῷ σκίμποδι κατακεῖσθαι σκύμνον, ἐφʼ ᾧ ἐκάθευδεν ὁ Νικόστρατος. Νικοστράτῳ μὲν δή, ὡς ηὐξήθη, καὶ ἄλλαι νῖκαι καὶ Ὀλυμπίασιν ἐγένοντο παγκρατίου καὶ πάλης.

χρήμασι δὲ ὑπὸ Ἠλείων ἕτεροί τε ὕστερον καὶ Ἀλεξανδρεὺς ἐζημιώθη πύκτης Ὀλυμπιάδι ἐπὶ ταῖς διακοσίαις ὀγδόῃ τε καὶ δεκάτῃ. ὄνομα μὲν τῷ ζημιωθέντι Ἀπολλώνιος, ἐπίκλησις δὲ ἦν Ῥάντης· καί πως καὶ ἐπιχώριον τὸ ἐς τὰς ἐπικλήσεις τοῖς Ἀλεξανδρεῦσίν ἐστιν. οὗτος ὁ ἀνὴρ ἀδικεῖν ὑπὸ Ἠλείων κατεγνώσθη πρῶτος Αἰγυπτίων·

κατεγνώσθη δὲ οὐ δοῦναι χρήματα ἢ λαβεῖν αὐτός, ἀλλὰ τοιόνδε ἄλλο ἐς τὸν ἀγῶνα ἐξυβρίσαι. ἀφίκετο οὐκ ἐς τὸν εἰρημένον καιρόν, καὶ αὐτὸν ὑπὸ Ἠλείων πειθομένων τῷ νόμῳ ἐλείπετο τοῦ ἀγῶνος εἴργεσθαι· τὴν γάρ οἱ πρόφασιν, ὡς ἐν ταῖς Κυκλάσι νήσοις ὑπὸ ἀνέμων κατείχετο ἐναντίων, Ἡρακλείδης γένος καὶ αὐτὸς Ἀλεξανδρεὺς ἤλεγχεν ἀπάτην οὖσαν· ὑστερῆσαι γὰρ χρήματα ἐκ τῶν ἀγώνων αὐτὸν ἐκλέγοντα τῶν ἐν Ἰωνίᾳ.

οὕτω δὴ τόν τε Ἀπολλώνιον καὶ εἰ δή τις ἄλλος ἧκεν οὐ κατὰ προθεσμίαν τῶν πυκτῶν, τούτους μὲν οἱ Ἠλεῖοι τοῦ ἀγῶνος ἀπελαύνουσι, τῷ Ἡρακλείδῃ δὲ τὸν στέφανον παριᾶσιν ἀκονιτί· ἐνταῦθα ὁ Ἀπολλώνιος κατεσκευάσατό τε τοῖς ἱμᾶσιν ὡς ἐς μάχην καὶ ἐσδραμὼν ἐπὶ τὸν Ἡρακλείδην ἥπτετο ἐπικειμένου τε ἤδη τὸν κότινον καὶ καταπεφευγότος ἐς τοὺς Ἑλλανοδίκας. τούτῳ μὲν δὴ ἔμελλε τὸ κοῦφον τοῦ νοῦ βλάβος μέγα ἔσεσθαι, ἔστι δὲ καὶ

ἄλλα δύο τέχνης τῆς ἐφʼ ἡμῶν τὰ ἀγάλματα· ἕκτῃ γὰρ ἐπὶ ταῖς εἴκοσι καὶ διακοσίαις Ὀλυμπιάδι πύκτας ἄνδρας, ὑπὲρ αὐτῆς μαχομένους τῆς νίκης, ἐφώρασαν συνθεμένους ὑπὲρ λήμματος. ἀντὶ τούτων μὲν ἐγένετο ζημία· ποιηθέντων δὲ ἀγαλμάτων Διὸς τὸ μὲν ἐν ἀριστερᾷ τῆς ἐς τὸ στάδιον ἐσόδου, τὸ δὲ ἕτερον αὐτῶν ἕστηκεν ἐν δεξιᾷ. τοῖς δὲ πύκταις τούτοις Δίδας τε ὄνομα ἦν καὶ τῷ τὰ χρήματα δόντι αὐτῶν Σαραπάμμων· νομοῦ δὲ ἦσαν τοῦ αὐτοῦ, νεωτάτου τῶν ἐν Αἰγύπτῳ, καλουμένου δὲ Ἀρσινοΐτου.

θαῦμα μὲν δὴ καὶ ἄλλως ἐν οὐδενὸς λόγῳ τὸν θεὸν θέσθαι τὸν ἐν Ὀλυμπίᾳ καὶ δέξασθαί τινα ἢ δοῦναι δῶρα ἐπὶ τῷ ἀγῶνι· μείζονος δὲ ἔτι θαύματος, εἴ γε καὶ αὐτῶν ἐτόλμησεν ἤδη τις Ἠλείων. λέγεται δὲ ὡς Δαμόνικος τολμήσειεν Ἠλεῖος δευτέρᾳ πρὸς ταῖς ἑκατὸν καὶ ἐνενήκοντα Ὀλυμπιάδι· συνεστηκέναι μὲν γὰρ παλαίοντας ἐπὶ τῷ στεφάνῳ τόν τε τοῦ Δαμονίκου παῖδα Πολύκτορα καὶ Σώσανδρον γένος Σμυρναῖον, ὁμώνυμον τῷ πατρί· Δαμόνικον δέ, ἅτε περισσῶς ἐπιθυμοῦντα γενέσθαι τῷ παιδὶ τὴν νίκην, δοῦναι τοῦ Σωσάνδρου τῷ πατρὶ χρήματα.

ὡς δὲ ἐγεγόνει τὰ πραχθέντα ἔκπυστα, ἐπιβάλλουσιν οἱ Ἑλλανοδίκαι ζημίαν, ἐπιβάλλουσι δὲ οὐ τοῖς παισίν, ἀλλὰ ἐς τοὺς πατέρας ἔτρεψαν τὴν ὀργήν· οὗτοι γὰρ δὴ καὶ ἠδίκουν. ἀπὸ ταύτης τῆς ζημίας ἀγάλματα ἐποιήθη· καὶ τὸ μὲν ἐν τῷ Ἠλείων ἀνάκειται γυμνασίῳ, τὸ δὲ τῆς Ἄλτεως πρὸ τῆς Ποικίλης στοᾶς καλουμένης, ὅτι ἦσαν ἐπὶ τῶν τοίχων γραφαὶ τὸ ἀρχαῖον. εἰσὶ δʼ οἳ τὴν στοὰν ταύτην καὶ Ἠχοῦς ὀνομάζουσι· βοήσαντι δὲ ἀνδρὶ ἑπτάκις ὑπὸ τῆς ἠχοῦς ἡ φωνή, τὰ δὲ καὶ ἐπὶ πλέον ἔτι ἀποδίδοται.

παγκρατιαστὴν δέ φασιν Ἀλεξανδρέα, ὄνομα δὲ εἶναί οἱ Σαραπίωνα, τοῦτον ἐν Ὀλυμπιάδι τῇ πρώτῃ μετὰ τὰς διακοσίας ἐς τοσοῦτο δεῖσαι τοὺς ἀνταγωνιστὰς ὥστε ἡμέρᾳ μιᾷ πρότερον ἢ ἐσκληθήσεσθαι τὸ παγκράτιον ἔμελλεν ἀποδράντα οἴχεσθαι. τοῦτον ζημιωθέντα ἐπὶ δειλίᾳ μόνον τῶν τε ἄλλων ἀνθρώπων καὶ αὐτῶν μνημονεύουσιν Αἰγυπτίων. ταῦτα μὲν τὰ κατειλεγμένα ἐπὶ αἰτίαις τοιαῖσδε ποιηθέντα εὕρισκον·

ἔστι δὲ καὶ ἀγάλματα Διὸς δημοσίᾳ τε καὶ ὑπὸ ἀνδρῶν ἀνατεθέντα ἰδιωτῶν. ἔστι δὲ βωμὸς ἐν τῇ Ἄλτει τῆς ἐσόδου πλησίον τῆς ἀγούσης ἐς τὸ στάδιον· ἐπὶ τούτου θεῶν μὲν οὐδενὶ θύουσιν Ἠλεῖοι, σαλπιγκταῖς δὲ ἐφεστηκόσιν αὐτῷ καὶ τοῖς κήρυξιν ἀγωνίζεσθαι καθέστηκε. παρὰ τοῦτον τὸν βωμὸν βάθρον τε πεποίηται χαλκοῦν καὶ ἄγαλμα ἐπʼ αὐτῷ Διός, μέγεθος μὲν ὅσον ἓξ πήχεις, κεραυνὸν δὲ ἐν ἑκατέρᾳ τῇ χειρὶ ἔχει· ἀνέθεσαν δὲ αὐτὸ Κυναιθαεῖς. ὁ δὲ περικείμενός τε τὸν ὅρμον καὶ ἡλικίαν παῖς ἔτι ἀνάθημα ἀνδρός ἐστι Φλιασίου Κλεόλα.

παρὰ δὲ τὸ Ἱπποδάμιον καλούμενον λίθου τε βάθρον ἐστὶ κύκλος ἥμισυς καὶ ἀγάλματα ἐπʼ αὐτῷ Ζεὺς καὶ Θέτις τε καὶ Ἡμέρα τὸν Δία ὑπὲρ τῶν τέκνων ἱκετεύουσαι. ταῦτα ἐπὶ μέσῳ τῷ βάθρῳ· οἱ δὲ ἤδη σχῆμα ἀντιτεταγμένων ὅ τε Ἀχιλλεὺς παρέχεται καὶ ὁ Μέμνων ἐπὶ ἑκατέρῳ τοῦ βάθρου τῷ πέρατι ἑκάτερος. ἀνθεστήκασι δὲ καὶ ἄλλος ἄλλῳ κατὰ τὰ αὐτά, ἀνὴρ βάρβαρος ἀνδρὶ Ἕλληνι, Ὀδυσσεὺς μὲν Ἑλένῳ, ὅτι οὗτοι μάλιστα ἐπὶ σοφίᾳ δόξαν ἐν ἑκατέρῳ τῷ στρατεύματι εἰλήφεσαν, Μενελάῳ δὲ κατὰ τὸ ἔχθος τὸ ἐξ ἀρχῆς Ἀλέξανδρος, Διομήδει δὲ Αἰνείας καὶ τῷ Τελαμῶνος Αἴαντι Δηίφοβος.