Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

τέχνῃ μὲν οὖν ἐς τὰ πολεμικὰ ὁμοῦ καὶ μελέτῃ πολὺ οἱ Λακεδαιμόνιοι προέσχον, πρὸς δὲ καὶ τῷ πλήθει· τούς τε γὰρ περιοίκους ὑπηκόους ἤδη καὶ συνακολουθοῦντας εἶχον Ἀσιναῖοί τε καὶ οἱ Δρύοπες γενεᾷ πρότερον ὑπὸ Ἀργείων ἐκ τῆς σφετέρας ἀνεστηκότες καὶ ἥκοντες ἐς τὴν Λακεδαίμονα ἱκέται κατʼ ἀνάγκην συνεστρατεύοντο· πρὸς δὲ τοὺς ψιλοὺς τῶν Μεσσηνίων τοξότας Κρῆτας ἐπήγοντο μισθωτούς.

Μεσσηνίοις δὲ †ἐς ἅπαντα ἐς τὸ ἴσον ἥ τε ἀπόνοια καὶ τὸ ἐς τὸν θάνατον εὔθυμον· καὶ ὁπόσα μὲν πάσχοιεν, ἀναγκαῖα μᾶλλον τοῖς πατρίδα σεμνύνουσιν ἢ δεινὰ ἐνόμιζον, ἃ δὲ ἔδρων, αὐτοί τε ἡγοῦντο εἰργάσθαι μειζόνως καὶ τοῖς Λακεδαιμονίοις συμβαίνειν χαλεπώτερα. καὶ οἱ μὲν αὐτῶν προεκπηδῶντες τῆς τάξεως τολμήματα λαμπρὰ ἀπεδείκνυντο, τοῖς δὲ καὶ ἐπικαίρως τετρωμένοις καὶ ἐμπνέουσιν ὀλίγον ὅμως ἡ ἀπόνοια ἤκμαζε.

παρακλήσεις τε ἐγίνοντο, καὶ οἱ μὲν ζῶντες καὶ ἔτι ἄτρωτοι τοὺς τραυματίας παρώξυνον, πρὶν ἢ τὴν ἐσχάτην τινὶ ἐφεστηκέναι μοῖραν, ἀντιδράσαντα ὅ τι καὶ δύναιτο σὺν ἡδονῇ δέχεσθαι τὸ πεπρωμένον· οἱ δὲ ὁπότε αἴσθοιντο οἱ τραυματίαι τὴν ἰσχὺν σφᾶς ὑπολείπουσαν καὶ τὸ πνεῦμα οὐ παραμένον, διεκελεύοντο τοῖς ἀτρῶσι μὴ χείρονας ἢ αὐτοὶ γίνεσθαι μηδὲ ἐς ἀνωφελὲς τῇ πατρίδι καὶ τὴν ἐκείνων τελευτὴν καταστῆσαι.

Λακεδαιμόνιοι δὲ προτροπῇ μὲν ἐς ἀλλήλους τῇ δεήσει οὐκ ἐχρῶντο καὶ ἐς τὰ παράδοξα τῶν τολμημάτων οὐ κατὰ ταὐτὰ ἑτοίμως τοῖς Μεσσηνίοις εἶχον· ἅτε δὲ εὐθὺς ἐκ παίδων τὰ πολεμικὰ ἐπιστάμενοι, βαθυτέρᾳ τε τῇ φάλαγγι ἐχρῶντο καὶ τοὺς Μεσσηνίους ἤλπιζον οὔτε χρόνον τὸν ἴσον καρτερήσειν ἀντιτεταγμένους οὔτε πρὸς τὸν ἐν τοῖς ὅπλοις κάματον ἢ τὰ τραύματα ἀνθέξειν.

ἴδια μὲν τοιαῦτα ἐν ἑκατέρῳ τῷ στρατεύματι ἔς τε τὰ ἔργα ἦν καὶ ἐς τὰς γνώμας τῶν μαχομένων, κοινὰ δὲ ἀπʼ ἀμφοτέρων· οὔτε γὰρ ἱκεσίαις οἱ φονευόμενοι καὶ χρημάτων ὑποσχέσεσιν ἐχρῶντο, τάχα μέν που μὴ πείσειν διὰ τὸ ἔχθος ἀπεγνωκότες, τὸ δὲ πλεῖστον ἀπαξιοῦντες ὡς οὐ τὰ πρότερά γε κακιοῦσιν· οἵ τε ἀποκτείνοντες ἀπείχοντο καὶ αὐχήματος ὁμοίως καὶ ὀνειδῶν, οὐκ ἔχοντές πω βεβαίαν οὐδέτεροι τὴν ἐλπίδα εἰ κρατήσουσι. παραδοξότατα δὲ ἀπέθνησκον οἱ τῶν κειμένων σκυλεύειν τινὰ ἐπιχειροῦντες· ἢ γὰρ τοῦ σώματος γυμνόν τι ὑποφήναντες ἠκοντίζοντο καὶ ἐτύπτοντο οὐ προορώμενοι διὰ τὴν ἐν τῷ παρόντι ἀσχολίαν, ἢ καὶ ὑπὸ τῶν σκυλευομένων ἔτι ἐμπνεόντων διεφθείροντο.

ἐμάχοντο δὲ καὶ οἱ βασιλεῖς ἀξίως λόγου, Θεόπομπος δὲ καὶ ἀκρατέστερον ὥρμητο ὡς αὐτὸν ἀποκτενῶν Εὐφαῆ. Εὐφαὴς δὲ ὁρῶν ἐπιόντα εἶπεν ἄρα πρὸς τὸν Ἄντανδρον οὐδὲν εἶναι τὰ Θεοπόμπου διάφορα ἢ ὅσα ὁ πρόγονος αὐτοῦ Πολυνείκης ἐτόλμησε· Πολυνείκην τε γὰρ στρατιὰν ἐπὶ τὴν πατρίδα ἀγαγόντα ἐξ Ἄργους ἀποκτεῖναι τὸν ἀδελφὸν αὐτοχειρὶ καὶ ἀποθανεῖν ὑπὸ ἐκείνου, Θεόπομπόν τε ἐθέλειν ἐς τὸ ἴσον καταστῆσαι μιάσματος τοῖς ἀπὸ Λαΐου καὶ Οἰδίποδος τὸ Ἡρακλειδῶν γένος· οὐ μέντοι χαίροντά γε ἀπὸ τῆς μάχης διακριθήσεσθαι. τοιαῦτα ἐπιλέγων ἀντεπῄει καὶ οὗτος.

ἐνταῦθα ἥ τε πᾶσα μάχη κεκμηκότων ὅμως ἐς τὸ ἀκμαιότατον αὖθις ἤρθη, καὶ τοῖς τε σώμασιν ἀνερρώννυντο καὶ τὸ ἀφειδὲς ἐς τὸν θάνατον παρʼ ἀμφοτέρων ηὐξάνετο, ὥστε εἰκάσαι ἄν τις τοῦ ἔργου τότε σφᾶς πρῶτον ἅπτεσθαι. τέλος δὲ οἱ περὶ τὸν Εὐφαῆ τῆς τε ἀπονοίας τῷ ὑπερβάλλοντι μανίας ὄντες ἐγγύτατα καὶ ὑπʼ ἀνδραγαθίας—πᾶν γὰρ δὴ τὸ περὶ τὸν βασιλέα οἱ λογάδες τῶν Μεσσηνίων ἦσαν—βιάζονται τοὺς ἀντιτεταγμένους· καὶ αὐτόν τε Θεόπομπον ἀπώσαντο καὶ Λακεδαιμονίων τοὺς καθʼ αὑτοὺς ἐτρέψαντο.