Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

Αἰθίδαν δὲ ἐμαυτοῦ πρεσβύτερον ὄντα εὕρισκον, γενομένῳ δέ οἱ χρήμασιν οὐκ ἀδυνάτῳ τιμαὶ παρὰ Μεσσηνίων ὑπάρχουσιν ἅτε ἥρωι. εἰσὶ δὲ τῶν Μεσσηνίων οἳ τῷ Αἰθίδᾳ χρήματα μὲν γενέσθαι πολλὰ ἔλεγον, οὐ μέντοι τοῦτόν γε εἶναι τὸν ἐπειργασμένον τῇ στήλῃ, πρόγονον δὲ καὶ ὁμώνυμον ἄνδρα τῷ Αἰθίδᾳ· Αἰθίδαν δὲ τὸν πρότερον ἡγήσασθαι τοῖς Μεσσηνίοις φασίν, ἡνίκα ἐν τῇ νυκτὶ Δημήτριός σφισιν ὁ Φιλίππου μηδαμῶς ἐλπίσασιν αὐτός τε καὶ ἡ στρατιὰ λανθάνουσιν ἐσελθόντες ἐς τὴν πόλιν.

καὶ Ἀριστομένους δὲ μνῆμά ἐστιν ἐνταῦθα· οὐ κενὸν δὲ εἶναι τὸ μνῆμα λέγουσιν, ἀλλʼ ἐρομένου μου τρόπον τε ὅντινα καὶ ὁπόθεν Ἀριστομένους κομίσαιντο τὰ ὀστᾶ, μεταπέμψασθαι μὲν ἐκ Ῥόδου φασί, τὸν δὲ ἐν Δελφοῖς θεὸν τὸν κελεύσαντα εἶναι. πρός τε δὴ τούτοις ἐδίδασκόν με ὁποῖα ἐπὶ τῷ τάφῳ δρῶσι. ταῦρον ὅντινα ἐναγίζειν μέλλουσιν, ἀγαγόντες ἐπὶ τὸ μνῆμα ἔδησαν πρὸς τὸν ἑστηκότα ἐπὶ τῷ τάφῳ κίονα· ὁ δὲ ἅτε ἄγριος καὶ ἀήθης δεσμῶν οὐκ ἐθέλει μένειν· θορυβουμένῳ δέ οἱ καὶ σκιρτῶντι ἢν ὁ κίων κινηθῇ, Μεσσηνίοις ἐστὶν αἴσιον, οὐ κινηθέντος δὲ ἀσύμφορα ἐπαγγέλλει τὸ σημεῖον.

παραγενέσθαι δὲ Ἀριστομένην καὶ τῷ περὶ Λεῦκτρα ἀγῶνι ἐθέλουσιν οὐ μετὰ ἀνθρώπων ἔτι ὄντα, καὶ ἀμῦναί τε αὐτόν φασι Θηβαίοις καὶ μάλιστα γενέσθαι τοῦ ἀτυχήματος Λακεδαιμονίοις αἴτιον. ἐγὼ δὲ Χαλδαίους καὶ Ἰνδῶν τοὺς μάγους πρώτους οἶδα εἰπόντας ὡς ἀθάνατός ἐστιν ἀνθρώπου ψυχή, καί σφισι καὶ Ἑλλήνων ἄλλοι τε ἐπείσθησαν καὶ οὐχ ἥκιστα Πλάτων ὁ Ἀρίστωνος· εἰ δὲ ἀποδέχεσθαι καὶ οἱ πάντες ἐθελήσουσιν, ἐκεῖνό γε ἀντειπεῖν οὐκ ἔνεστι μὴ οὐ τὸν πάντα αἰῶνα Ἀριστομένει τὸ μῖσος τὸ ἐς Λακεδαιμονίους ἐνεστάχθαι.

ἃ δὲ αὐτὸς ἤκουσα ἐν Θήβαις, εἰκὸς μέν τι παρείχετο ἐς τὸν Μεσσηνίων λόγον, οὐ μὴν παντάπασί γέ ἐστιν αὐτοῖς ὡμολογηκότα. φασὶ δὲ οἱ Θηβαῖοι μελλούσης τῆς μάχης ἔσεσθαί σφισιν ἐν Λεύκτροις ἐς ἄλλα τε ἀποστεῖλαι χρηστήρια καὶ ἐρησομένους τὸν ἐν Λεβαδείᾳ θεόν. λέγεται μὲν οὖν καὶ τὰ παρὰ τοῦ Ἰσμηνίου καὶ τοῦ Πτῴου, πρὸς δὲ τὰ ἐν Ἄβαις τε χρησθέντα καὶ τὰ ἐν Δελφοῖς· Τροφώνιον δέ φασιν εἰπεῖν ἑξαμέτρῳ·

  1. πρὶν δορὶ συμβαλέειν ἐχθροῖς, στήσασθε τρόπαιον,
  2. ἀσπίδα κοσμήσαντες ἐμήν, τὴν εἵσατο νηῷ
  3. θοῦρος Ἀριστομένης Μεσσήνιος. αὐτὰρ ἐγώ τοι
  4. ἀνδρῶν δυσμενέων φθίσω στρατὸν ἀσπιστάων.

ἀφικομένου δὲ τοῦ χρησμοῦ δεηθῆναι Ξενοκράτους λέγουσιν Ἐπαμινώνδαν· ὁ δὲ τήν τε ἀσπίδα μεταπέμπεται τοῦ Ἀριστομένους καὶ ἐκόσμησεν ἀπʼ αὐτῆς τρόπαιον, ὅθεν τοῖς Λακεδαιμονίοις ἔσεσθαι σύνοπτον ἔμελλεν. ᾔδεσαν δὲ ἄρα τὴν ἀσπίδα οἱ μὲν αὐτῶν ἐν Λεβαδείᾳ καθʼ ἡσυχίαν ἑωρακότες, ἀκοῇ δὲ καὶ πάντες· ὡς δὲ ἐγένετο ἡ νίκη Θηβαίοις, ἀποδιδόασιν αὖθις τῷ Τροφωνίῳ τὸ ἀνάθημα. Ἀριστομένους δὲ καὶ χαλκοῦς ἀνδριάς ἐστιν ἐν τῷ Μεσσηνίων σταδίῳ· τοῦ θεάτρου δὲ οὐ πόρω Σαράπιδός ἐστι καὶ Ἴσιδος ἱερόν.

ἐς δὲ τὴν κορυφὴν ἐρχομένῳ τῆς Ἰθώμης, ἣ δὴ Μεσσηνίοις ἐστὶν ἀκρόπολις, πηγὴ Κλεψύδρα γίνεται. πάντας μὲν οὖν καταριθμήσασθαι καὶ προθυμηθέντι ἄπορον, ὁπόσοι θέλουσι γενέσθαι καὶ τραφῆναι παρὰ σφίσι Δία· μέτεστι δʼ οὖν καὶ Μεσσηνίοις τοῦ λόγου· φασὶ γὰρ καὶ οὗτοι τραφῆναι παρὰ σφίσι τὸν θεόν, Ἰθώμην δὲ εἶναι καὶ Νέδαν τὰς θρεψαμένας, κεκλῆσθαι δὲ ἀπὸ μὲν τῆς Νέδας τὸν ποταμόν, τὴν δὲ ἑτέραν τῷ ὄρει τὴν Ἰθώμην δεδωκέναι τὸ ὄνομα. ταύτας δὲ τὰς νύμφας τὸν Δία, κλαπέντα ὑπὸ Κουρήτων διὰ τὸ ἐκ τοῦ πατρὸς δεῖμα, ἐνταῦθα λοῦσαι λέγουσι καὶ τὸ ὄνομα εἶναι τῷ ὕδατι ἀπὸ τῶν Κουρήτων τῆς κλοπῆς· φέρουσί τε ἀνὰ πᾶσαν ἡμέραν ὕδωρ ἀπὸ τῆς πηγῆς ἐς τοῦ Διὸς τοῦ Ἰθωμάτα τὸ ἱερόν.

τὸ δὲ ἄγαλμα τοῦ Διὸς Ἀγελάδα μέν ἐστιν ἔργον, ἐποιήθη δὲ ἐξ ἀρχῆς τοῖς οἰκήσασιν ἐν Ναυπάκτῳ Μεσσηνίων· ἱερεὺς δὲ αἱρετὸς κατὰ ἔτος ἕκαστον ἔχει δὲ τὸ ἄγαλμα ἐπὶ τῆς οἰκίας. ἄγουσι δὲ καὶ ἑορτὴν ἐπέτειον Ἰθωμαῖα, τὸ δὲ ἀρχαῖον καὶ ἀγῶνα ἐτίθεσαν μουσικῆς· τεκμαίρεσθαι δʼ ἔστιν ἄλλοις τε καὶ Εὐμήλου τοῖς ἔπεσιν, ἐποίησε γοῦν καὶ τάδε ἐν τῷ προσοδίῳ τῷ ἐς Δῆλον·

  1. τῷ γὰρ Ἰθωμάτα καταθύμιος ἔπλετο μοῖσα
  2. ἁ καθαρὰν κιθάραν καὶ ἐλεύθερα σάμβαλʼ ἔχοισα.
Eumelus, unknown location.οὐκοῦν ποιῆσαί μοι δοκεῖ τὰ ἔπη καὶ μουσικῆς ἀγῶνα ἐπιστάμενος τιθέντας.

ἰόντι δὲ τὴν ἐπʼ Ἀρκαδίας ἐς Μεγάλην πόλιν ἐστὶν ἐν ταῖς πύλαις Ἑρμῆς τέχνης τῆς Ἀττικῆς· Ἀθηναίων γὰρ τὸ σχῆμα τὸ τετράγωνόν ἐστιν ἐπὶ τοῖς Ἑρμαῖς, καὶ παρὰ τούτων μεμαθήκασιν οἱ ἄλλοι. σταδίους δὲ καταβάντι ἀπὸ τῶν πυλῶν τριάκοντα τὸ ῥεῦμά ἐστι τῆς Βαλύρας. γενέσθαι δὲ τὸ ὄνομα τῷ ποταμῷ λέγουσι Θαμύριδος τὴν λύραν ἐνταῦθα ἀποβαλόντος ἐπὶ τῇ πηρώσει· παῖδα δὲ αὐτὸν Φιλάμμωνος καὶ Ἀργιόπης τῆς νύμφης εἶναι. τὴν δὲ Ἀργιόπην τέως μὲν περὶ τὸν Παρνασσὸν οἰκεῖν, ἐπεὶ δὲ εἶχεν ἐν γαστρί, ἐς Ὀδρύσας λέγουσι μετοικῆσαι· Φιλάμμωνα γὰρ οὐκ ἐθέλειν ἐς τὸν οἶκον αὐτὴν ἄγεσθαι. καὶ Θάμυριν μὲν Ὀδρύσην τε καὶ Θρᾷκα ἐπὶ τούτῳ καλοῦσιν· ἡ δὲ Λευκασία καὶ Ἄμφιτος συμβάλλουσιν ἐς τὸ αὐτὸ τὰ ῥεύματα.

διαβάντι δὲ τούτους πεδίον ἐστὶν ὀνομαζόμενον Στενυκληρικόν· εἶναι δὲ ἥρωα Στενύκληρον λέγουσι. τοῦ πεδίου δέ ἐστιν ἀπαντικρὺ καλουμένη τὸ ἀρχαῖον Οἰχαλία, τὸ δὲ ἐφʼ ἡμῶν Καρνάσιον ἄλσος, κυπαρίσσων μάλιστα πλῆρες. θεῶν δὲ ἀγάλματα Ἀπόλλωνός ἐστι Καρνείου καὶ Ἁγνῆς καὶ Ἑρμῆς φέρων κριόν. ἡ δὲ Ἁγνὴ Κόρης τῆς Δήμητρός ἐστιν ἐπίκλησις· ὕδωρ δὲ ἄνεισιν ἐκ πηγῆς παρʼ αὐτὸ τὸ ἄγαλμα.

τὰ δὲ ἐς τὰς θεὰς τὰς Μεγάλας—δρῶσι γὰρ καὶ ταύταις ἐν Καρνασίῳ τὴν τελετήν—ἀπόρρητα ἔστω μοι· δεύτερα γάρ σφισι νέμω σεμνότητος μετά γε Ἐλευσίνια. ὅτι δʼ ὑδρία τε ἡ χαλκῆ, τὸ εὕρημα τοῦ Ἀργείου στρατηγοῦ, καὶ Εὐρύτου τοῦ Μελανέως τὰ ὀστᾶ ἐφυλάσσετο ἐνταῦθα, δηλῶσαί με καὶ ἐς ἅπαντας οὐκ ἀπεῖργε τὸ ὄνειρον. ῥεῖ δὲ ποταμὸς παρὰ τὸ Καρνάσιον Χάραδρος, καὶ προελθόντι ἐν ἀριστερᾷ σταδίους ὀκτὼ

μάλιστα ἐρείπιά ἐστιν Ἀνδανίας. καὶ ὅτι μὲν τῇ πόλει τὸ ὄνομα ἀπὸ γυναικὸς γέγονεν Ἀνδανίας, ὁμολογεῖται ὑπὸ τῶν ἐξηγητῶν· οὐ μὴν τά γε ἐς τοὺς γονέας αὐτῆς οὐδὲ τῷ συνῴκησεν ἔχω λέγειν. ἰόντων δὲ ὡς ἐπὶ Κυπαρισσιὰς ἀπὸ Ἀνδανίας Πολίχνη τέ ἐστι καλουμένη καὶ ποταμὸς Ἠλέκτρα καὶ Κοῖος ῥέουσι· τάχα δʼ ἄν τινα καὶ λόγον ἐς Ἠλέκτραν τὴν Ἄτλαντος λέγοιεν καὶ ἐς Κοῖον τὸν Λητοῦς πατέρα, ἢ καὶ τῶν ἐπιχωρίων ἡρώων εἶεν Ἠλέκτρα τε καὶ Κοῖος.

διαβάντων δὲ Ἠλέκτραν Ἀχαΐα τε ὀνομαζομένη πηγὴ καὶ πόλεώς ἐστιν ἐρείπια Δωρίου. πεποίηκε δὲ Ὅμηρος μὲν Θαμύριδι ἐνταῦθα ἐν τῷ Δωρίῳ γενέσθαι τὴν συμφοράν, ὅτι καὶ αὐτὰς Μούσας νικήσειν ἔφασκεν ᾀδούσας· Πρόδικος δὲ Φωκαεὺς—εἰ δὴ τούτου τὰ ἐς τὴν Μινυάδα ἔπη—προσκεῖσθαί φησι Θαμύριδι ἐν Ἅιδου δίκην τοῦ ἐς τὰς Μούσας αὐχήματος. διεφθάρη δὲ ὁ Θάμυρις ἐμοὶ δοκεῖν ὑπὸ νόσου τοὺς ὀφθαλμούς, τὸ δὲ αὐτὸ καὶ Ὁμήρῳ συνέπεσεν ὕστερον· ἀλλʼ ὁ μὲν καὶ ἐς ἅπαν διετέλει ποιῶν, οὐ γάρ τι εἶκε τῇ συμφορᾷ, Θάμυρις δὲ καὶ τὴν ᾠδὴν ὑπὸ κακοῦ τοῦ παρόντος ἐξέλιπεν.