Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

διαπολεμηθέντος δὲ τοῦ πρὸς Ἴλιον πολέμου καὶ Νέστορος ὡς ἐπανῆλθεν οἴκαδε τελευτήσαντος, Δωριέων στόλος καὶ ἡ κάθοδος Ἡρακλειδῶν γενομένη δύο γενεαῖς ὕστερον ἐξέβαλε τοὺς Νηλέως ἀπογόνους ἐκ τῆς Μεσσηνίας. καί μοι ταῦτα ἐγένετο ἤδη τῷ λόγῳ προσθήκη τῷ ἐς Τισαμενόν· πλὴν τοσόνδε ἔτι δηλώσω. Τημένῳ τῶν Δωριέων Ἄργος ἐφέντων ἔχειν, Κρεσφόντης γῆν σφᾶς ᾔτει τὴν Μεσσηνίαν ἅτε καὶ αὐτὸς Ἀριστοδήμου πρεσβύτερος.

Ἀριστόδημος μὲν οὖν ἐτύγχανεν ἤδη τεθνεώς, Θήρας δὲ ὁ Αὐτεσίωνος τῷ Κρεσφόντῃ μάλιστα ἠναντιοῦτο, τὸ μὲν ἀνέκαθεν Θηβαῖός τε καὶ ἀπόγονος πέμπτος Πολυνείκους τοῦ Οἰδίποδος, τότε δὲ ἐπετρόπευεν Ἀριστοδήμου τοὺς παῖδας θεῖος ὢν πρὸς μητρός· Αὐτεσίωνος γὰρ θυγατέρα Ἀριστόδημος ἔγημεν ὄνομα Ἀργείαν. Κρεσφόντης δὲ— γενέσθαι γάρ οἱ ἤθελε τὴν Μεσσηνίαν πάντως μοῖραν— Τημένου δεῖται, παρεσκευασμένος δὲ τοῦτον τῷ κλήρῳ δῆθεν ἐφίησι.

Τήμενος δὲ ἐς ὑδρίαν, ἐνόντος ἐν αὐτῇ καὶ ὕδατος, καθίησι τῶν Ἀριστοδήμου παίδων καὶ Κρεσφόντου τοὺς πάλους ἐπὶ διῃρημένοις, μοῖραν ἀναιρεῖσθαι τῆς χώρας προτέρους ὁποτέρων ἂν πάλος ἀνέλθῃ πρότερον. τοὺς μὲν δὴ πάλους γῆς ὁ Τήμενος ἐπεποίητο ἀμφοτέρους, ἀλλὰ τοῖς μὲν Ἀριστοδήμου παισὶ ξηρᾶς ὑπὸ ἡλίου, Κρεσφόντῃ δὲ ὀπτῆς πυρί· ὅ τε δὴ τῶν Ἀριστοδήμου παίδων πάλος κατετέτηκτο καὶ ὁ Κρεσφόντης οὕτω λαχὼν γῆν αἱρεῖται τὴν Μεσσηνίαν.

Μεσσηνίων δὲ τῶν ἀρχαίων οὐκ ἐγένετο ὑπὸ τῶν Δωριέων ὁ δῆμος ἀνάστατος, ἀλλὰ βασιλεύεσθαί τε συγχωροῦσιν ὑπὸ Κρεσφόντου καὶ ἀναδάσασθαι πρὸς τοὺς Δωριέας τὴν γῆν· ταῦτα δέ σφισιν εἴκειν παρίστατο ὑποψίᾳ πρὸς τοὺς βασιλεύοντας, ὅτι ἦσαν ἐξ Ἰωλκοῦ τὸ ἀνέκαθεν οἱ Νηλεῖδαι. γυναῖκα δὲ ἔσχε Κρεσφόντης Μερόπην τὴν Κυψέλου, βασιλεύοντος τότε Ἀρκάδων, ἀφʼ ἧς ἄλλοι τε δὴ παῖδες ἐγένοντο αὐτῷ καὶ νεώτατος Αἴπυτος·

τὰ δὲ βασίλεια, ἔνθα αὐτὸς καὶ οἱ παῖδες ἔμελλον οἰκήσειν, ᾠκοδομήσατο ἐν Στενυκλήρῳ. τὸ μὲν γὰρ ἀρχαῖον οἱ βασιλεῖς οἵ τε ἄλλοι καὶ ὁ Περιήρης ᾤκουν ἐν Ἀνδανίᾳ, κτίσαντος δὲ Ἀφαρέως Ἀρήνην αὖθις Ἀφαρεὺς καὶ οἱ παῖδες ἐνταῦθα ᾤκησαν· ἐπὶ δὲ Νέστορος καὶ τῶν ἀπογόνων ἐν Πύλῳ τὰ βασίλεια ἦν· Κρεσφόντης δὲ ἐν Στενυκλήρῳ τὸν βασιλέα οἰκεῖν κατεστήσατο. διοικούμενον δὲ αὐτὸν τὰ πολλὰ ἐς χάριν τοῦ δήμου μᾶλλον οἱ τὰ χρήματα ἔχοντες αὐτόν τε Κρεσφόντην ἐπαναστάντες καὶ τοὺς υἱοὺς ἀποκτείνουσι τοὺς λοιπούς, ὁ δὲ Αἴπυτος—παῖδα

γὰρ ἔτι ὄντα ἔτρεφεν αὐτὸν ὁ Κύψελος— περιγίνεται μόνος τοῦ οἴκου, καὶ ὡς ἀνὴρ ἐγένετο, οἱ Ἀρκάδες κατάγουσιν αὐτὸν ἐς Μεσσήνην· συγκατήγαγον δὲ καὶ οἱ λοιποὶ βασιλεῖς τῶν Δωριέων, οἵ τε Ἀριστοδήμου παῖδες καὶ Ἴσθμιος ὁ Τημένου. Αἴπυτος δὲ ὡς ἐβασίλευσεν, ἐτιμωρήσατο μὲν τοῦ πατρὸς τοὺς φονέας, ἐτιμωρήσατο δὲ καὶ ὅσοι τοῦ φόνου παραίτιοι καθεστήκεσαν· προσαγόμενος δὲ τοὺς μὲν ἐν τέλει τῶν Μεσσηνίων θεραπείαις, ὅσοι δὲ ἦσαν τοῦ δήμου, δωρεαῖς, ἐς τοσοῦτο προέβη τιμῆς ὡς καὶ τοὺς ἀπογόνους Αἰπυτίδας ἀντὶ Ἡρακλειδῶν κληθῆναι.

Γλαύκῳ δὲ τῷ Αἰπύτου βασιλεύσαντι μετὰ Αἴπυτον τὰ μὲν ἄλλα ἐξήρκεσε μιμήσασθαι τὸν πατέρα ἔν τε τοῖς κοινοῖς καὶ πρὸς τοὺς ἰδιώτας, εὐσεβείας δὲ ἐς πλέον προέβη. καὶ γὰρ τοῦ Διὸς τὸ ἐπὶ τῇ κορυφῇ τῆς Ἰθώμης τέμενος, ἀνέντων Πολυκάονος καὶ Μεσσήνης, οὐκ ἔχον παρὰ τοῖς Δωριεῦσι πω τιμάς, Γλαῦκος ἦν ὁ καὶ τούτοις σέβειν καταστησάμενος· καὶ Μαχάονι τῷ Ἀσκληπιοῦ πρῶτος ἔθυσεν ἐν Γερηνίᾳ, γέρα δὲ ἀπένειμε Μεσσήνῃ τῇ Τριόπα τὰ νομιζόμενα ἥρωσιν.

Ἴσθμιος δὲ ὁ Γλαύκου καὶ ἱερὸν τῷ Γοργάσῳ καὶ Νικομάχῳ τὸ ἐν Φαραῖς ἐποίησεν· Ἰσθμίου δὲ γίνεται Δωτάδας, ὃς ἐπίνεια καὶ ἄλλα τῆς Μεσσηνίας παρεχομένης τὸ ἐν Μοθώνῃ κατεσκευάσατο. Συβότας δὲ ὁ Δωτάδα τῷ τε ποταμῷ κατεστήσατο τῷ Παμίσῳ κατὰ ἔτος ἕκαστον θύειν τὸν βασιλεύοντα καὶ Εὐρύτῳ τῷ Μελανέως ἐναγίζειν ἐν Οἰχαλίᾳ πρὸ τῆς τελετῆς τῶν Μεγάλων θεῶν ἀγομένης ἔτι ἐν Ἀνδανίᾳ.