Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

οὐ πολλῷ δὲ ὕστερον ἔσχον Ἦλιν Μεσσήνιοι, σοφίᾳ τε ὁμοῦ χρησάμενοι καὶ τολμήματι. Ἠλεῖοι γὰρ τὰ μὲν παλαιότατα εὐνομώτατοι Πελοποννησίων ἦσαν· Φιλίππου δὲ τοῦ Ἀμύντου τά τε ἄλλα ὁπόσα εἴρηται κακουργήσαντος τὴν Ἑλλάδα καὶ Ἠλείων τοὺς δυνατοὺς διαφθείραντος χρήμασι, στασιάζουσι πρῶτον τότε Ἠλεῖοι καὶ ἐς ὅπλα, ὡς λέγουσι, χωροῦσι.

τὸ δὲ ἀπὸ τούτου ῥᾷον ἔτι ἔμελλον ἀπεχθήσεσθαι πρὸς ἀλλήλους, οἷς γε καὶ Λακεδαιμονίων ἕνεκα διέστη τὰ βουλεύματα, καὶ ἐς ἔμφυλον προῆλθον πόλεμον. πυνθανόμενοι δὲ ταῦτα οἱ Λακεδαιμόνιοι παρεσκευάζοντο ὡς Ἠλείων τοῖς φρονοῦσι τὰ σφέτερα ἀμυνοῦντες. καὶ οἱ μὲν κατὰ τέλη τε ἐτάσσοντο καὶ διενέμοντο ἐς τοὺς λόχους· τῶν δὲ Μεσσηνίων λογάδες χίλιοι φθάνουσιν ἀφικόμενοι πρὸς τὴν Ἦλιν, σημεῖα ἐπὶ ταῖς ἀσπίσι Λακωνικὰ ἔχοντες.

ὡς δὲ τὰς ἀσπίδας ἐθεάσαντο ὅσοι τοῖς Σπαρτιάταις εὖνοι τῶν Ἠλείων ἦσαν, συμμαχίαν τε ἀφῖχθαί σφισιν ἤλπισαν καὶ τοὺς ἄνδρας ἐδέχοντο ἐς τὸ τεῖχος· ἐσελθόντες δὲ τρόπον οἱ Μεσσήνιοι τὸν εἰρημένον τοὺς τὰ Λακεδαιμονίων φρονοῦντας ἐδίωξαν, καὶ ἐπιτρέπουσι τοῖς στασιώταις τοῖς αὑτῶν τὴν πόλιν.

ἔστι μὲν δὴ τὸ σόφισμα Ὁμήρου, φαίνονται δὲ αὐτὸ ἐν δέοντι μιμησάμενοι καὶ οἱ Μεσσήνιοι, ἐπεὶ Πάτροκλόν γε ἐποίησεν ἐν Ἰλιάδι Ὅμηρος Ἀχιλλέως τὰ ὅπλα ἐνδύντα, καὶ ἐγγενέσθαι τε ἔφη τοῖς βαρβάροις δόξαν ὡς Ἀχιλλεὺς ἐπίοι καὶ τοὺς προτεταγμένους αὐτῶν ταραχθῆναι. εὕρηται δὲ καὶ ἄλλα Ὁμήρῳ στρατηγήματα, δύο τε παρὰ τῶν Ἑλλήνων κατασκόπους ἐν τῇ νυκτὶ ἀνθʼ ἑνὸς ἐς τοὺς Τρῶας ἀφικέσθαι καὶ ἄνδρα ὕστερον λόγῳ μὲν αὐτόμολον, ἔργῳ δὲ τὰ ἀπόρρητα πολυπραγμονήσοντα ἐς τὸ Ἴλιον ἐσελθεῖν.

ἔτι δὲ τοὺς διὰ νεότητα ἐν τοῖς Τρωσὶν ἢ γῆρας οὐχ ὡραίους μάχεσθαι, τούτους μὲν τὸ τεῖχος φρουρεῖν ἔταξε, τῶν ἐν ἡλικίᾳ τοῖς Ἕλλησιν ἐπηυλισμένων· Ἑλλήνων δὲ οἱ τὰ τραύματα ἔχοντες ὁπλίζουσιν αὐτῷ τὸ μάχιμον, ἵνα μηδὲ αὐτοὶ παντάπασιν ἀργοῖεν. τὰ Ὁμήρου μὲν οὖν ὠφέλιμα ἐγένετο ἐς ἅπαντα ἀνθρώποις·

μετὰ δὲ οὐ πολὺν χρόνον τοῦ ἔργου τοῦ πρὸς Ἤλιδι Μακεδόνες καὶ Δημήτριος ὁ Φιλίππου τοῦ Δημητρίου Μεσσήνην καταλαμβάνουσι. τὰ μὲν δὴ πολλὰ ἔς τε αὐτὸν Φίλιππον καὶ τὰ ἐς Δημήτριον τὸν Φιλίππου τολμηθέντα ἐκ Περσέως ἐν τοῖς Σικυωνίοις ἔγραψα ἤδη λόγοις· τὰ δὲ ἐς τὴν κατάληψιν τὴν Μεσσήνης ἔσχεν οὕτω.