Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

οἱ Μεσσήνιοι δὲ ἀκούοντες ἀπονοίας τε ἐνεπίμπλαντο καὶ συνιστάμενοι καθʼ ὁπόσους ἕκαστοι τύχοιεν ἐφέροντο ἐς τοὺς Λακεδαιμονίους· ὥρμησαν δὲ καὶ γυναῖκες τῷ κεράμῳ καὶ ὅτῳ δύναιτο ἑκάστη τοὺς πολεμίους βάλλειν. τοῦτο μὲν δὴ μὴ δρᾶσαι σφᾶς μηδὲ ἐπιβῆναι τῶν τεγῶν τοῦ ὄμβρου τὸ βίαιον ἐπεκώλυε· λαβεῖν δὲ ὅπλα ἐτόλμησαν καὶ τοῖς ἀνδράσιν ἐπὶ πλέον αὗται τὴν τόλμαν ἐξῆψαν, ὁπότε καὶ τὰς γυναῖκας ἑώρων προτιμώσας συναπολέσθαι τῇ πατρίδι ἢ ἀχθῆναι δούλας ἐς Λακεδαίμονα, ὥστε κἂν παρελθεῖν ἐδυνήθησαν τὸ πεπρωμένον·

ἀλλὰ ὁ θεὸς τὸ ὕδωρ ἐπήγαγεν ἀθρόον μᾶλλον μετὰ ἰσχυροῦ τῶν βροντῶν τοῦ ψόφου καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐναντίαις ταῖς ἀστραπαῖς ἐξέπλησσε. τοῖς δὲ Λακεδαιμονίοις ταῦτα πάντα παρίστη φρόνημα, καὶ αὐτὸν ἀμύνειν σφίσιν ἔφασαν τὸν θεόν· καὶ—ἤστραπτε γὰρ τούτοις κατὰ δεξιὰ—ἀπέφαινεν Ἕκας ὁ μάντις ὡς αἴσιον εἴη τὸ σημεῖον.

οὗτος δὲ καὶ στρατήγημα ἐξεῦρε τοιόνδε. ἀριθμῷ καὶ πολὺ οἱ Λακεδαιμόνιοι περιῆσαν· ἅτε δὲ οὐκ ἐν εὐρυχωρίᾳ σφίσιν οὐδὲ κατὰ σύνταγμα ἐγγινομένης τῆς μάχης, ἄλλων δὲ ἐν ἄλλῳ τῆς πόλεως ποιουμένων τὸν ἀγῶνα, ἀχρείους ἀπὸ ἑκάστης τάξεως συνέβαινεν εἶναι τοὺς τελευταίους. τούτους ἐκέλευεν ἀποχωρήσαντας ἐς τὸ στρατόπεδον σιτίων μεταλαβεῖν καὶ ὕπνου καὶ αὖθις πρὸ ἑσπέρας ἥκειν τοῖς ὑπομενοῦσιν αὐτῶν διαδεξομένους τὸν πόνον.

καὶ οἳ μὲν ἀναπαυόμενοί τε καὶ ἀνὰ μέρος μαχόμενοι μᾶλλον ἀντήρκουν, τοῖς δὲ Μεσσηνίοις πανταχόθεν παρίστατο ἀπορία· μεθʼ ἡμέραν γὰρ ἀεὶ καὶ νύκτα συνεχῶς οἱ αὐτοὶ τρίτην ἠμύνοντο. ἤδη τε ἡμέρα ἦν καὶ ἥ τε ἀυπνία καὶ ἐκ τοῦ οὐρανοῦ τὸ ὕδωρ τε καὶ ῥῖγος ἐπίεζε σφᾶς, ὅ τε λιμὸς καὶ ἡ δίψα ἐπέκειτο· μάλιστα δὲ αἱ γυναῖκες ἀηθείᾳ τε πολέμου καὶ τῇ συνεχείᾳ τῆς ταλαιπωρίας ἀπειρήκεσαν.

παραστὰς οὖν ὁ μάντις Θέοκλος πρὸς Ἀριστομένην εἶπε· “τί μάτην τόνδε ἔχεις τὸν πόνον; ἁλῶναι Μεσσήνην πάντως ἐστὶ πεπρωμένον, συμφορὰν δὲ τὴν ἐν ὀφθαλμοῖς πάλαι τε ἡμῖν προεσήμαινεν ἡ Πυθία καὶ ἔναγχος ὁ ἐρινεὸς ἔδειξεν. ἐμοὶ μὲν οὖν ὁ θεὸς αὐτῷ κοινὴν πρὸς τὴν πατρίδα ἐπάγει τὴν τελευτήν· σὺ δὲ σώζειν μὲν ὡς δυνάμεως ἥκεις Μεσσηνίους, σώζειν δὲ καὶ σαυτόν.” ἐπεὶ δὲ εἶπε πρὸς τοῦτον, ἐπὶ τοὺς πολεμίους ἔθει· καί οἱ καὶ ἐς τοὺς Λακεδαιμονίους ἔπεισιν ἐκβοῆσαι τοσόνδε· “ἀλλʼ οὔ τοι τὸν πάντα γε χρόνον χαίροντες καρπώσεσθε τὰ Μεσσηνίων.”

μετὰ τοῦτο τοῖς καθʼ αὑτὸν ἀνθεστηκόσιν ἐμπεσὼν ἐκείνους τε ἔκτεινε καὶ αὐτὸς ἐτιτρώσκετο, προεμπλήσας δὲ τὸν θυμὸν τῷ φόνῳ τῶν ἐχθρῶν ἀφίησι τὴν ψυχήν. Ἀριστομένης δὲ ἀπὸ τῆς μάχης ὀπίσω τοὺς Μεσσηνίους ἀνεκάλει, πλὴν ὅσοι κατὰ ἀνδραγαθίαν αὐτῶν προεμάχοντο· τούτους δὲ εἴα κατὰ χώραν μένειν· τοῖς δὲ λοιποῖς προσέταξε τὰς γυναῖκας καὶ τὰ τέκνα ἐντὸς τῆς τάξεως ἔχοντας ἐπακολουθεῖν, ᾗπερ ἂν αὐτὸς παρέχηται διέξοδον.

καὶ τούτων μὲν τοῖς τελευταίοις Γόργον καὶ Μάντικλον ἐπέστησεν ἄρχοντας· αὐτὸς δὲ ἀναδραμὼν ἐς τοὺς προτεταγμένους τῆς τε κεφαλῆς τῷ νεύματι καὶ τοῦ δόρατος τῇ κινήσει δῆλος ἦν διέξοδόν τε αἰτούμενος καὶ ἀποχωρεῖν ἤδη βεβουλευμένος. τῷ τε οὖν Ἐμπεράμῳ καὶ Σπαρτιατῶν τοῖς παροῦσι διεῖναι τοὺς Μεσσηνίους ἤρεσκε μηδὲ λυσσῶντας ἀνθρώπους καὶ ἐς τὸ ἔσχατον ἀπονοίας ἥκοντας ἐξαγριᾶναι πέρα· καὶ ἅμα οὕτω σφᾶς ποιεῖν Ἕκας ὁ μάντις ἐκέλευεν.