Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

πυθέσθαι δὲ σπουδῇ πάνυ ἐθελήσας, οἵ τινες παῖδες Πολυκάονι ἐγένοντο ἐκ Μεσσήνης, ἐπελεξάμην τάς τε Ἠοίας καλουμένας καὶ τὰ ἔπη τὰ Ναυπάκτια, πρὸς δὲ αὐτοῖς ὁπόσα Κιναίθων καὶ Ἄσιος ἐγενεαλόγησαν. οὐ μὴν ἔς γε ταῦτα ἦν σφισιν οὐδὲν πεποιημένον, ἀλλὰ Ὕλλου μὲν τοῦ Ἡρακλέους θυγατρὶ Εὐαίχμῃ συνοικῆσαι Πολυκάονα υἱὸν Βούτου λεγούσας τὰς μεγάλας οἶδα Ἠοίας, τὰ δὲ ἐς τὸν Μεσσήνης ἄνδρα καὶ τὰ ἐς αὐτὴν Μεσσήνην παρεῖταί σφισι.

χρόνῳ δὲ ὕστερον, ὡς ἦν τῶν Πολυκάονος οὐδεὶς ἔτι ἀπογόνων, ἐς γενεὰς πέντε ἐμοὶ δοκεῖν προελθόντων καὶ οὐ πλέονας, Περιήρην τὸν Αἰόλου βασιλέα ἐπάγονται. παρὰ τοῦτον ἀφίκετο, ὡς οἱ Μεσσήνιοί φασι, Μελανεύς, τοξεύειν ἀνὴρ ἀγαθὸς καὶ διὰ τοῦτο Ἀπόλλωνος εἶναι νομιζόμενος· καί οἱ τῆς χώρας τὸ Καρνάσιον, τότε δὲ Οἰχαλίαν κληθεῖσαν, ἀπένειμεν ὁ Περιήρης ἐνοικῆσαι· γενέσθαι δὲ ὄνομα Οἰχαλίαν τῇ πόλει φασὶν ἀπὸ τοῦ Μελανέως τῆς γυναικός.

Θεσσαλοὶ δὲ καὶ Εὐβοεῖς, ἥκει γὰρ δὴ ἐς ἀμφισβήτησιν τῶν ἐν τῇ Ἑλλάδι τὰ πλείω, λέγουσιν οἱ μὲν ὡς τὸ Εὐρύτιον—χωρίον δὲ ἔρημον ἐφʼ ἡμῶν ἐστι τὸ Εὐρύτιον—πόλις τὸ ἀρχαῖον ἦν καὶ ἐκαλεῖτο Οἰχαλία, τῷ δὲ Εὐβοέων λόγῳ Κρεώφυλος ἐν Ἡρακλείᾳ πεποίηκεν ὁμολογοῦντα· Ἑκαταῖος δὲ ὁ Μιλήσιος ἐν Σκίῳ μοίρᾳ τῆς Ἐρετρικῆς ἔγραψεν εἶναι Οἰχαλίαν. ἀλλὰ γὰρ οἱ Μεσσήνιοι τά τε ἄλλα δοκοῦσί μοι μᾶλλον εἰκότα ἐκείνων λέγειν καὶ οὐχ ἥκιστα τῶν ὀστῶν ἕνεκα τῶν Εὐρύτου, ἃ δὴ καὶ ἐν τοῖς ἔπειτά που ὁ λόγος ἐπέξεισί μοι.

Περιήρει δὲ ἐγεγόνεσαν ἐκ Γοργοφόνης τῆς Περσέως Ἀφαρεὺς καὶ Λεύκιππος, καὶ ὡς ἀπέθανε Περιήρης, ἔσχον οὗτοι τὴν Μεσσηνίων ἀρχήν· κυριώτερος δὲ ἔτι Ἀφαρεὺς ἦν. οὗτος βασιλεύσας πόλιν ᾤκισεν Ἀρήνην ἀπὸ τῆς Οἰβάλου θυγατρός, αὑτοῦ δὲ γυναικὸς τῆς αὐτῆς καὶ ἀδελφῆς ὁμομητρίας· καὶ γὰρ Οἰβάλῳ συνῴκησε Γοργοφόνη, καί μοι δὶς ἤδη τὰ ἐς αὐτὴν ὁ λόγος ἔν τε τῇ Ἀργολίδι ἐδήλωσε καὶ ἐν τῇ Λακωνικῇ συγγραφῇ.

ὁ δʼ οὖν Ἀφαρεὺς πόλιν τε ἔκτισεν ἐν τῇ Μεσσηνίᾳ τὴν Ἀρήνην καὶ Νηλέα τὸν Κρηθέως τοῦ Αἰόλου, Ποσειδῶνος δὲ ἐπίκλησιν, ἀνεψιὸν ὄντα αὐτῷ, φεύγοντα ἐξ Ἰωλκοῦ Πελίαν ἐδέξατο οἴκῳ καὶ τῆς γῆς οἱ ἔδωκε τὰ ἐπὶ θαλάσσῃ, ἐν οἷς ἄλλαι τε ἦσαν πόλεις καὶ ἡ Πύλος, ἔνθα καὶ ᾤκησε καὶ τὸ βασίλειον κατεστήσατο ὁ Νηλεύς.

ἀφίκετο δὲ ἐς τὴν Ἀρήνην καὶ Λύκος ὁ Πανδίονος, ὅτε καὶ αὐτὸς τὸν ἀδελφὸν Αἰγέα ἐξ Ἀθηνῶν ἔφευγε· καὶ τὰ ὄργια ἐπέδειξε τῶν Μεγάλων θεῶν Ἀφαρεῖ καὶ τοῖς παισὶ καὶ τῇ γυναικὶ Ἀρήνῃ· ταῦτα δέ σφισιν ἐπεδείκνυτο ἀγαγὼν ἐς τὴν Ἀνδανίαν, ὅτι καὶ τὴν Μεσσήνην ὁ Καύκων ἐμύησεν ἐνταῦθα.

Ἀφαρεῖ δὲ τῶν παίδων πρεσβύτερος μὲν καὶ ἀνδρειότερος Ἴδας, νεώτερος δὲ ἦν Λυγκεύς, ὃν ἔφη Πίνδαρος—ὅτῳ πιστὰ—οὕτως ὀξὺ ὁρᾶν ὡς καὶ διὰ στελέχους θεᾶσθαι δρυός. Λυγκέως μὲν δὴ παῖδα οὐκ ἴσμεν γενόμενον, Ἴδα δὲ Κλεοπάτραν θυγατέρα ἐκ Μαρπήσσης, ἣ Μελεάγρῳ συνῴκησεν. ὁ δὲ τὰ ἔπη ποιήσας τὰ Κύπρια Πρωτεσιλάου φησίν, ὃς ὅτε κατὰ τὴν Τρῳάδα ἔσχον Ἕλληνες ἀποβῆναι πρῶτος ἐτόλμησε, Πρωτεσιλάου τούτου τὴν γυναῖκα Πολυδώραν μὲν τὸ ὄνομα, θυγατέρα δὲ Μελεάγρου φησὶν εἶναι τοῦ Οἰνέως. εἰ τοίνυν ἐστὶν ἀληθές, αἱ γυναῖκες αὗται τρεῖς οὖσαι τὸν ἀριθμὸν ἀπὸ Μαρπήσσης ἀρξάμεναι προαποθανοῦσι πᾶσαι τοῖς ἀνδράσιν ἑαυτὰς ἐπικατέσφαξαν.

ἐπεὶ δὲ τοῖς Ἀφαρέως παισὶ πρὸς τοὺς Διοσκούρους ἐγένετο ἀνεψιοὺς ὄντας μάχη περὶ τῶν βοῶν καὶ τὸν μὲν Πολυδεύκης ἀπέκτεινεν, Ἴδαν δὲ ἐπέλαβε τὸ χρεὼν κεραυνωθέντα, ὁ μὲν Ἀφαρέως οἶκος γένους παντὸς ἠρήμωτο τοῦ ἄρρενος, ἐς δὲ Νέστορα τὸν τοῦ Νηλέως περιῆλθε Μεσσηνίων ἡ ἀρχὴ τῶν τε ἄλλων καὶ ὅσων πρότερον ἐβασίλευεν Ἴδας, πλὴν ὅσοι τοῖς Ἀσκληπιοῦ παισὶν αὐτῶν ὑπήκουον.

καὶ γὰρ τοὺς Ἀσκληπιοῦ παῖδας στρατεῦσαί φασιν ἐπʼ Ἴλιον Μεσσηνίους ὄντας, Ἀρσινόης γὰρ Ἀσκληπιὸν τῆς Λευκίππου καὶ οὐ Κορωνίδος παῖδα εἶναι· καὶ Τρίκκαν τε καλοῦσιν ἔρημον ἐν τῇ Μεσσηνίᾳ χωρίον καὶ ἔπη τῶν Ὁμήρου καταλέγουσιν, ἐν οἷς τὸν Μαχάονα ὁ Νέστωρ τῷ ὀιστῷ βεβλημένον περιέπων ἐστὶν εὐνοϊκῶς· οὐκ ἂν οὖν αὐτὸν εἰ μὴ ἐς γείτονα καὶ ἀνθρώπων βασιλέα ὁμοφύλων προθυμίαν τοσήνδε γε ἐπιδείξασθαι. οἳ δὲ καὶ μάλιστα ἤδη βεβαιοῦνται τὸν ἐς τοὺς Ἀσκληπιάδας λόγον, ἀποφαίνοντες ἐν Γερηνίᾳ Μαχάονος μνῆμα καὶ τὸ ἐν Φαραῖς τῶν Μαχάονος παίδων ἱερόν.