Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

ἐνιαυτῷ δὲ ὕστερον τοῦ περὶ τὰς Δέρας ἀγῶνος, ἡκόντων ἀμφοτέροις καὶ τῶν συμμάχων, παρεσκευάζοντο ὡς μάχην συνάψοντες ἐπὶ τῷ καλουμένῳ Κάπρου σήματι. Μεσσηνίοις μὲν οὖν Ἠλεῖοι καὶ Ἀρκάδες, ἔτι δὲ ἐξ Ἄργους ἀφίκετο καὶ Σικυῶνος βοήθεια. παρῆσαν δὲ καὶ ὅσοι πρότερον τῶν Μεσσηνίων ἔφευγον ἑκουσίως, ἐξ Ἐλευσῖνός τε, οἷς πάτριον δρᾶν τὰ ὄργια τῶν Μεγάλων θεῶν, καὶ οἱ Ἀνδροκλέους ἀπόγονοι· καὶ γὰρ οἱ συσπεύσαντες μάλιστά σφισιν ἦσαν οὗτοι.

Λακεδαιμονίοις δὲ ἦλθον Κορίνθιοι συμμαχήσοντες καὶ Λεπρεατῶν τινες κατὰ ἔχθος τὸ Ἠλείων· Ἀσιναίοις δὲ ὅρκοι πρὸς ἀμφοτέρους ἦσαν. τὸ δὲ χωρίον τοῦτο, Κάπρου σῆμα, ἔστι μὲν ἐν Στενυκλήρῳ τῆς Μεσσηνίας, Ἡρακλέα δὲ αὐτόθι ὅρκον ἐπὶ τομίων κάπρου τοῖς Νηλέως παισὶ δοῦναι καὶ λαβεῖν παρὰ ἐκείνων λέγουσιν.

ὡς δὲ ἀμφοτέροις προεθύσαντο οἱ μάντεις, Λακεδαιμονίοις μὲν Ἕκας ἀπόγονός τε καὶ ὁμώνυμος Ἕκα τοῦ σὺν τοῖς Ἀριστοδήμου παισὶν ἐλθόντος ἐς Σπάρτην, τοῖς δὲ Μεσσηνίοις Θέοκλος—ἐγεγόνει δὲ ὁ Θέοκλος οὗτος ἀπὸ Εὐμάντιδος, Εὔμαντιν δὲ ὄντα Ἠλεῖον τῶν Ἰαμιδῶν Κρεσφόντης ἐπηγάγετο ἐς Μεσσήνην—τότε δὲ παρόντων καὶ τῶν μάντεων σὺν φρονήματι ἀμφότεροι μᾶλλον ἠπείγοντο ἐς τὴν μάχην.

καὶ ἦν μὲν καὶ τὰ τῶν ἄλλων πρόθυμα, ὡς ἡλικίας ἕκαστος εἶχεν ἢ ῥώμης, μάλιστα δὲ Ἀνάξανδρός τε ὁ τῶν Λακεδαιμονίων βασιλεὺς καὶ οἱ περὶ αὐτὸν τῶν Σπαρτιατῶν· παρὰ Μεσσηνίων δὲ οἱ Ἀνδροκλέους ἀπόγονοι Φίντας καὶ Ἀνδροκλῆς καὶ οἱ συντεταγμένοι σφίσιν ἐπειρῶντο ἄνδρες ἀγαθοὶ γίνεσθαι. Τυρταῖος δὲ καὶ οἱ τῶν θεῶν ἱεροφάνται τῶν Μεγάλων ἔργου μὲν ἥπτοντο οὐδενός, τοὺς τελευταίους δὲ τῆς ἑαυτῶν ἑκάτεροι στρατιᾶς ἐπήγειρον.

κατὰ δὲ αὐτὸν Ἀριστομένην εἶχεν οὕτω. λογάδες περὶ αὐτὸν ὀγδοήκοντα ἦσαν Μεσσηνίων, ἡλικίαν τε γεγονότες ἐκείνῳ τὴν αὐτὴν καὶ ἕκαστος προτετιμῆσθαι μεγάλως νομίζων ὅτι ἠξίωτο Ἀριστομένει συντετάχθαι· ἦσαν δὲ καὶ αἰσθέσθαι διʼ ὀλίγου δεινοὶ τά τε παρʼ ἀλλήλων καὶ μάλιστα ἐκείνου καὶ ἀρχομένου τι δρᾶν καὶ ἔτι μέλλοντος. οὗτοι μὲν πρῶτον καὶ αὐτοὶ καὶ Ἀριστομένης πόνον εἶχον πολὺν κατʼ Ἀνάξανδρον καὶ τῶν Λακεδαιμονίων τεταγμένοι τοὺς ἀρίστους· λαμβάνοντες δὲ τραύματα ἀφειδῶς καὶ ἐς πᾶν προϊόντες ἀπονοίας τῷ τε χρόνῳ καὶ τοῖς τολμήμασιν ἐτρέψαντο τοὺς περὶ Ἀνάξανδρον.

τούτοις μὲν δὴ φεύγουσι διώκειν ἐπέταξεν ὁ Ἀριστομένης ἕτερον τῶν Μεσσηνίων λόχον· αὐτὸς δὲ ὁρμήσας πρὸς τὸ μάλιστα ἀνθεστηκός, ὡς ἐβιάσατο καὶ τούτους, ἐπʼ ἄλλους ἐτράπετο αὖθις. ταχὺ δὲ καὶ τούτους ὠσάμενος ἑτοιμότερον ἤδη πρὸς τοὺς ὑπομένοντας ἐπεφέρετο, ἐς ὃ πᾶσαν τῶν Λακεδαιμονίων τὴν τάξιν καὶ αὐτῶν καὶ τῶν συμμάχων συνέχεε· καὶ οὐχὶ σὺν αἰδοῖ φευγόντων οὐδὲ ἀναμένειν θελόντων ἔτι ἀλλήλους, ἐπέκειτό σφισι φοβερώτερος ἢ κατὰ ἀνδρὸς ἑνὸς εἶναι μανίαν.

ἔνθα δὴ καὶ παρʼ ἀχράδα πεφυκυῖάν που τοῦ πεδίου, παρὰ ταύτην Ἀριστομένην οὐκ εἴα παραθεῖν ὁ μάντις Θέοκλος· καθέζεσθαι γὰρ τοὺς Διοσκούρους ἔφασκεν ἐπὶ τῇ ἀχράδι. Ἀριστομένης δὲ εἴκων τῷ θυμῷ καὶ οὐκ ἀκροώμενος τὰ πάντα τοῦ μάντεως ὡς κατὰ τὴν ἀχράδα ἐγίνετο, ἀπόλλυσι τὴν ἀσπίδα, Λακεδαιμονίοις τε τὸ ἁμάρτημα τοῦ Ἀριστομένους παρέσχεν αὐτῶν ἀποσωθῆναί τινας ἐκ τῆς φυγῆς· διέτριψε γὰρ τὴν ἀσπίδα ἀνευρεῖν πειρώμενος.