Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

δῆλα οὖν ἐστιν ὡς ὕστερον τρίτῃ γενεᾷ τὸν πόλεμον οἱ Μεσσήνιοι τόνδε ἐπολέμησαν, ἀποδείκνυσί τε τοῦ χρόνου τὸ συνεχὲς βασιλεύοντας τηνικαῦτα ἐν Σπάρτῃ Ἀνάξανδρον Εὐρυκράτους τοῦ Πολυδώρου, τῆς δὲ οἰκίας τῆς ἑτέρας Ἀναξίδαμον Ζευξιδάμου τοῦ Ἀρχιδάμου τοῦ Θεοπόμπου. κατέβην δὲ ἐς ἀπόγονον Θεοπόμπου τέταρτον, ὅτι Ἀρχίδαμος ὁ Θεοπόμπου προαπέθανε τοῦ πατρὸς καὶ ἐς Ζευξίδαμον υἱιδοῦν ὄντα ἡ Θεοπόμπου περιῆλθεν ἀρχή. Λεωτυχίδης δὲ μετὰ Δημάρατον βασιλεύσας φαίνεται τὸν Ἀρίστωνος· Θεοπόμπου δὲ Ἀρίστων ἀπόγονος ἕβδομος.

τότε δὲ οἱ Μεσσήνιοι Λακεδαιμονίοις συμβάλλουσιν ἐν Δέραις καλουμέναις τῆς σφετέρας, ἔτει πρώτῳ μετὰ τὴν ἀπόστασιν· ἀπῆσαν δὲ ἀμφοτέροις οἱ σύμμαχοι. καὶ νίκη μὲν ἐγένετο οὐδετέρων σαφής, Ἀριστομένην δὲ ἔργα φασὶν ἀποδείξασθαι πλέον τι ἢ ἄνδρα ἕνα εἰκὸς ἦν, ὥστε καὶ βασιλέα μετὰ τὴν μάχην ᾑροῦντο αὐτόν, ἦν γὰρ καὶ γένους τῶν Αἰπυτιδῶν·

παραιτουμένου τε, οὕτω στρατηγὸν αὐτοκράτορα εἵλοντο. Ἀριστομένει δὲ παρίστατο μηδʼ ἂν ἄλλον ἀπαξιῶσαι παθεῖν τι ἐν πολέμῳ δράσαντα ἄξια μνήμης· αὑτῷ μέντοι καὶ πρὸ παντὸς ἐνόμιζεν εἶναι, ἔτι ἀρχομένου τοῦ πολέμου Λακεδαιμονίους καταπλήξαντα φαίνεσθαι καὶ ἐς τὰ μέλλοντά σφισι φοβερώτερον. ἅτε δὲ οὕτως ἔχων, ἀφικόμενος νύκτωρ ἐς τὴν Λακεδαίμονα ἀνατίθησιν ἀσπίδα πρὸς τὸν τῆς Χαλκιοίκου ναόν· ἐπεγέγραπτο δὲ Ἀριστομένην ἀπὸ Σπαρτιατῶν διδόναι τῇ θεῷ.

ἐγένετο δὲ καὶ Λακεδαιμονίοις μάντευμα ἐκ Δελφῶν τὸν Ἀθηναῖον ἐπάγεσθαι σύμβουλον. ἀποστέλλουσιν οὖν παρὰ τοὺς Ἀθηναίους τόν τε χρησμὸν ἀπαγγελοῦντας καὶ ἄνδρα αἰτοῦντας παραινέσοντα ἃ χρή σφισιν. Ἀθηναῖοι δὲ οὐδέτερα θέλοντες, οὔτε Λακεδαιμονίους ἄνευ μεγάλων κινδύνων προσλαβεῖν μοῖραν τῶν ἐν Πελοποννήσῳ τὴν ἀρίστην οὔτε αὐτοὶ παρακοῦσαι τοῦ θεοῦ, πρὸς ταῦτα ἐξευρίσκουσι· καὶ ἦν γὰρ Τυρταῖος διδάσκαλος γραμμάτων νοῦν τε ἥκιστα ἔχειν δοκῶν καὶ τὸν ἕτερον τῶν ποδῶν χωλός, τοῦτον ἀποστέλλουσιν ἐς Σπάρτην. ὁ δὲ ἀφικόμενος ἰδίᾳ τε τοῖς ἐν τέλει καὶ συνάγων ὁπόσους τύχοι καὶ τὰ ἐλεγεῖα καὶ τὰ ἔπη σφίσι τὰ ἀνάπαιστα ᾖδεν.

ἐνιαυτῷ δὲ ὕστερον τοῦ περὶ τὰς Δέρας ἀγῶνος, ἡκόντων ἀμφοτέροις καὶ τῶν συμμάχων, παρεσκευάζοντο ὡς μάχην συνάψοντες ἐπὶ τῷ καλουμένῳ Κάπρου σήματι. Μεσσηνίοις μὲν οὖν Ἠλεῖοι καὶ Ἀρκάδες, ἔτι δὲ ἐξ Ἄργους ἀφίκετο καὶ Σικυῶνος βοήθεια. παρῆσαν δὲ καὶ ὅσοι πρότερον τῶν Μεσσηνίων ἔφευγον ἑκουσίως, ἐξ Ἐλευσῖνός τε, οἷς πάτριον δρᾶν τὰ ὄργια τῶν Μεγάλων θεῶν, καὶ οἱ Ἀνδροκλέους ἀπόγονοι· καὶ γὰρ οἱ συσπεύσαντες μάλιστά σφισιν ἦσαν οὗτοι.

Λακεδαιμονίοις δὲ ἦλθον Κορίνθιοι συμμαχήσοντες καὶ Λεπρεατῶν τινες κατὰ ἔχθος τὸ Ἠλείων· Ἀσιναίοις δὲ ὅρκοι πρὸς ἀμφοτέρους ἦσαν. τὸ δὲ χωρίον τοῦτο, Κάπρου σῆμα, ἔστι μὲν ἐν Στενυκλήρῳ τῆς Μεσσηνίας, Ἡρακλέα δὲ αὐτόθι ὅρκον ἐπὶ τομίων κάπρου τοῖς Νηλέως παισὶ δοῦναι καὶ λαβεῖν παρὰ ἐκείνων λέγουσιν.

ὡς δὲ ἀμφοτέροις προεθύσαντο οἱ μάντεις, Λακεδαιμονίοις μὲν Ἕκας ἀπόγονός τε καὶ ὁμώνυμος Ἕκα τοῦ σὺν τοῖς Ἀριστοδήμου παισὶν ἐλθόντος ἐς Σπάρτην, τοῖς δὲ Μεσσηνίοις Θέοκλος—ἐγεγόνει δὲ ὁ Θέοκλος οὗτος ἀπὸ Εὐμάντιδος, Εὔμαντιν δὲ ὄντα Ἠλεῖον τῶν Ἰαμιδῶν Κρεσφόντης ἐπηγάγετο ἐς Μεσσήνην—τότε δὲ παρόντων καὶ τῶν μάντεων σὺν φρονήματι ἀμφότεροι μᾶλλον ἠπείγοντο ἐς τὴν μάχην.

καὶ ἦν μὲν καὶ τὰ τῶν ἄλλων πρόθυμα, ὡς ἡλικίας ἕκαστος εἶχεν ἢ ῥώμης, μάλιστα δὲ Ἀνάξανδρός τε ὁ τῶν Λακεδαιμονίων βασιλεὺς καὶ οἱ περὶ αὐτὸν τῶν Σπαρτιατῶν· παρὰ Μεσσηνίων δὲ οἱ Ἀνδροκλέους ἀπόγονοι Φίντας καὶ Ἀνδροκλῆς καὶ οἱ συντεταγμένοι σφίσιν ἐπειρῶντο ἄνδρες ἀγαθοὶ γίνεσθαι. Τυρταῖος δὲ καὶ οἱ τῶν θεῶν ἱεροφάνται τῶν Μεγάλων ἔργου μὲν ἥπτοντο οὐδενός, τοὺς τελευταίους δὲ τῆς ἑαυτῶν ἑκάτεροι στρατιᾶς ἐπήγειρον.

κατὰ δὲ αὐτὸν Ἀριστομένην εἶχεν οὕτω. λογάδες περὶ αὐτὸν ὀγδοήκοντα ἦσαν Μεσσηνίων, ἡλικίαν τε γεγονότες ἐκείνῳ τὴν αὐτὴν καὶ ἕκαστος προτετιμῆσθαι μεγάλως νομίζων ὅτι ἠξίωτο Ἀριστομένει συντετάχθαι· ἦσαν δὲ καὶ αἰσθέσθαι διʼ ὀλίγου δεινοὶ τά τε παρʼ ἀλλήλων καὶ μάλιστα ἐκείνου καὶ ἀρχομένου τι δρᾶν καὶ ἔτι μέλλοντος. οὗτοι μὲν πρῶτον καὶ αὐτοὶ καὶ Ἀριστομένης πόνον εἶχον πολὺν κατʼ Ἀνάξανδρον καὶ τῶν Λακεδαιμονίων τεταγμένοι τοὺς ἀρίστους· λαμβάνοντες δὲ τραύματα ἀφειδῶς καὶ ἐς πᾶν προϊόντες ἀπονοίας τῷ τε χρόνῳ καὶ τοῖς τολμήμασιν ἐτρέψαντο τοὺς περὶ Ἀνάξανδρον.

τούτοις μὲν δὴ φεύγουσι διώκειν ἐπέταξεν ὁ Ἀριστομένης ἕτερον τῶν Μεσσηνίων λόχον· αὐτὸς δὲ ὁρμήσας πρὸς τὸ μάλιστα ἀνθεστηκός, ὡς ἐβιάσατο καὶ τούτους, ἐπʼ ἄλλους ἐτράπετο αὖθις. ταχὺ δὲ καὶ τούτους ὠσάμενος ἑτοιμότερον ἤδη πρὸς τοὺς ὑπομένοντας ἐπεφέρετο, ἐς ὃ πᾶσαν τῶν Λακεδαιμονίων τὴν τάξιν καὶ αὐτῶν καὶ τῶν συμμάχων συνέχεε· καὶ οὐχὶ σὺν αἰδοῖ φευγόντων οὐδὲ ἀναμένειν θελόντων ἔτι ἀλλήλους, ἐπέκειτό σφισι φοβερώτερος ἢ κατὰ ἀνδρὸς ἑνὸς εἶναι μανίαν.