Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

ἑορτὴν δὲ ἄγουσι τῷ θεῷ κατὰ ἔτος, ἐν ᾗ γυναιξίν ἐστιν ἀπηγορευμένον ἐσελθεῖν ἐς τὸ ἄλσος. περὶ δὲ τὴν ἀγοράν σφισιν αἱ πηγαὶ τῶν ποτίμων εἰσὶν ὑδάτων. ἐν δὲ τῇ ἀκροπόλει ναός ἐστιν Ἀπόλλωνος καὶ ἀγάλματος ἐλέφαντος πεποιημένου κεφαλή· τὰ δὲ λοιπὰ τοῦ ἀγάλματος πῦρ ἠφάνισεν ὁμοῦ τῷ προτέρῳ ναῷ.

Μαριὸς δὲ ἄλλο Ἐλευθερολακώνων πόλισμα, ὃ ἀπὸ Γερονθρῶν στάδια ἑκατὸν ἀφέστηκεν. ἱερόν ἐστιν αὐτόθι ἀρχαῖον κοινὸν θεῶν ἁπάντων καὶ περὶ αὐτὸ ἄλσος παρεχόμενον πηγάς, εἰσὶ δὲ καὶ ἐν Ἀρτέμιδος ἱερῷ πηγαί· ὕδωρ δὲ ἄφθονον εἴπερ ἄλλο τι χωρίον παρέχεται καὶ Μαριός. κώμη δὲ ὑπὲρ τὸ πόλισμά ἐστιν ἐν μεσογαίᾳ καὶ αὐτή, Γλυππία· καὶ ἐς κώμην ἑτέραν Σελινοῦντα ἐκ Γερονθρῶν ἐστιν ὁδὸς σταδίων εἴκοσι.

τάδε μὲν ἀπὸ Ἀκριῶν ἄνω πρὸς ἤπειρον· τὰ δὲ πρὸς θαλάσσῃ, πόλις Ἀσωπὸς Ἀκριῶν ἀπέχει σταδίους ἑξήκοντα. ἐν αὐτῇ δὲ ναός τε Ῥωμαίων βασιλέων καὶ ἀνωτέρω τῆς πόλεως ὅσον τε σταδίους δώδεκα καὶ ἱερόν ἐστιν Ἀσκληπιοῦ· Φιλόλαον τὸν θεὸν ὀνομάζουσι. τὰ δὲ ὀστᾶ ἐν τῷ γυμνασίῳ τὰ τιμώμενα μεγέθει μὲν ὑπερβάλλοντα, ἀνθρώπου δὲ ὅμως ἐστί. καὶ Ἀθηνᾶς ἱερόν ἐστιν ἐν τῇ ἀκροπόλει Κυπαρισσίας ἐπίκλησιν. τῆς δὲ ἀκροπόλεως πρὸς τοῖς ποσὶ πόλεως ἐρείπια καλουμένης Ἀχαιῶν τῶν Παρακυπαρισσίων.

ἔστι δὲ ἐν τῇ γῇ ταύτῃ καὶ ἱερὸν Ἀσκληπιοῦ στάδια ἀπέχον ὡς πεντήκοντα Ἀσωποῦ· τὸ δὲ χωρίον, ἔνθα τὸ Ἀσκληπιεῖον, Ὑπερτελέατον ὀνομάζουσιν. ἄκρα δὲ ἀνέχουσα ἐς θάλασσαν ἀφέστηκεν Ἀσωποῦ διακόσια στάδια· καλοῦσι δὲ Ὄνου γνάθον τὴν ἄκραν. ἐνταῦθά ἐστιν Ἀθηνᾶς ἱερὸν ἄγαλμα οὐκ ἔχον, οὐδὲ ὄροφος ἔπεστιν ἐπʼ αὐτῷ· λέγεται δὲ ὡς ὑπὸ Ἀγαμέμνονος ἐποιήθη. ἔστι δὲ καὶ μνῆμα Κινάδου· νεὼς τῆς Μενελάου καὶ οὗτος κυβερνήτης ἦν.

ἐσέχει δὲ μετὰ τὴν ἄκραν Βοιατικὸς καλούμενος κόλπος, καὶ Βοιαὶ πόλις πρὸς τῷ πέρατί ἐστι τοῦ κόλπου. ταύτην ᾤκισε μὲν Βοιὸς τῶν Ἡρακλειδῶν, συναγαγεῖν δὲ ἄνδρας ἀπὸ τριῶν ἐς αὐτὴν λέγεται πόλεων, Ἤτιδος καὶ Ἀφροδισιάδος καὶ Σίδης. τῶν δὲ πόλεων τῶν ἀρχαίων τὰς μὲν δύο ἐς Ἰταλίαν φεύγοντα Αἰνείαν καὶ ὑπὸ πνευμάτων ἀπενεχθέντα ἐς τοῦτον τὸν κόλπον οἰκίσαι φασί, τὴν Ἠτιάδα Αἰνείου θυγατέρα λέγοντες εἶναι· τὴν τρίτην δὲ κληθῆναι τῶν πόλεων λέγουσιν ἀπὸ τῆς Δαναοῦ Σίδης.

ἀπὸ δὴ τούτων τῶν πόλεων ἀναστάντες ἐζήτουν ἔνθα οἰκῆσαι σφᾶς χρεὼν εἴη· καί τι καὶ μάντευμα ἦν αὐτοῖς Ἄρτεμιν ἔνθα οἰκήσουσιν ἐπιδείξειν. ὡς οὖν ἐκβᾶσιν ἐς τὴν γῆν λαγὼς ἐπιφαίνεται, τὸν λαγὼν ἐποιήσαντο ἡγεμόνα τῆς ὁδοῦ· καταδύντος δὲ ἐς μυρσίνην πόλιν τε οἰκίζουσιν ἐνταῦθα, οὗπερ ἡ μυρσίνη ἦν, καὶ τὸ δένδρον ἔτι ἐκείνην σέβουσι τὴν μυρσίνην καὶ Ἄρτεμιν ὀνομάζουσι Σώτειραν.

καὶ Ἀπόλλωνος ναὸς ἐν τῇ Βοιατῶν ἀγορᾷ ἐστι καὶ ἑτέρωθι Ἀσκληπιοῦ καὶ Σαράπιδός τε καὶ Ἴσιδος. Ἤτιδος δʼ ἐρείπια ἀπέχει μὲν Βοιῶν οὐ πλέον ἢ σταδίους ἑπτά· ἰόντι δὲ ἐς αὐτὰ ἄγαλμα Ἑρμοῦ λίθινον ἕστηκεν ἐν ἀριστερᾷ, καὶ ἐν τοῖς ἐρειπίοις ἱερὸν Ἀσκληπιοῦ καὶ Ὑγείας ἐστὶν οὐκ ἀφανές.

Κύθηρα δὲ κεῖται μὲν ἀπαντικρὺ Βοιῶν, ἐς δὲ Πλατανιστοῦντα—ἐλάχιστον γὰρ τῆς ἠπείρου ταύτῃ διέστηκεν ἡ νῆσος—ἐς ταύτην τὴν ἄκραν τὸν Πλατανιστοῦντα ἀπὸ ἄκρας τῆς ἠπείρου, καλουμένης δὲ Ὄνου γνάθου, σταδίων πλοῦς τεσσαράκοντά ἐστιν. ἐν Κυθήροις δὲ ἐπὶ θαλάσσης Σκάνδειά ἐστιν ἐπίνειον, Κύθηρα δὲ ἡ πόλις ἀναβάντι ἀπὸ Σκανδείας στάδια ὡς δέκα. τὸ δὲ ἱερὸν τῆς Οὐρανίας ἁγιώτατον καὶ ἱερῶν ὁπόσα Ἀφροδίτης παρʼ Ἕλλησίν ἐστιν ἀρχαιότατον· αὐτὴ δὲ ἡ θεὸς ξόανον ὡπλισμένον.

πλέοντι δὲ ἐκ Βοιῶν τὴν ὑπὸ τὴν ἄκραν τῆς Μαλέας λιμήν ἐστιν ὀνομαζόμενον Νύμφαιον καὶ Ποσειδῶνος ἄγαλμα ὀρθὸν καὶ σπήλαιον θαλάσσης ἐγγύτατα, ἐν δὲ αὐτῷ γλυκέος ὕδατος πηγή· καὶ ἄνθρωποι περιοικοῦσι πολλοί. περιπλεύσαντι δὲ τὴν ἄκραν τῆς Μαλέας καὶ ἑκατὸν στάδια ἀποσχόντι, ἐπὶ θαλάσσῃ χωρίον ἐν ὅροις Βοιατῶν Ἀπόλλωνος μὲν ἱερόν ἐστιν, Ἐπιδήλιον δὲ ὀνομαζόμενον·

τὸ γὰρ τοῦ Ἀπόλλωνος ξόανον, ὃ νῦν ἐστιν ἐνταῦθα, ἐν Δήλῳ ποτὲ ἵδρυτο. τῆς γὰρ Δήλου τότε ἐμπορίου τοῖς Ἕλλησιν οὔσης καὶ ἄδειαν τοῖς ἐργαζομένοις διὰ τὸν θεὸν δοκούσης παρέχειν, Μηνοφάνης Μιθριδάτου στρατηγὸς εἴτε αὐτὸς ὑπερφρονήσας εἴτε καὶ ὑπὸ Μιθριδάτου προστεταγμένον —ἀνθρώπῳ γὰρ ἀφορῶντι ἐς κέρδος τὰ θεῖα ὕστερα λημμάτων—, οὗτος οὖν ὁ Μηνοφάνης, ἅτε οὔσης

ἀτειχίστου τῆς Δήλου καὶ ὅπλα οὐ κεκτημένων τῶν ἀνδρῶν, τριήρεσιν ἐσπλεύσας ἐφόνευσε μὲν τοὺς ἐπιδημοῦντας τῶν ξένων, ἐφόνευσε δὲ αὐτοὺς τοὺς Δηλίους· κατασύρας δὲ πολλὰ μὲν ἐμπόρων χρήματα, πάντα δὲ τὰ ἀναθήματα, προσεξανδραποδισάμενος δὲ καὶ γυναῖκας καὶ τέκνα, καὶ αὐτὴν ἐς ἔδαφος κατέβαλε τὴν Δῆλον. ἅτε δὲ πορθουμένης τε καὶ ἁρπαζομένης, τῶν τις βαρβάρων ὑπὸ ὕβρεως τὸ ξόανον τοῦτο ἀπέρριψεν ἐς τὴν θάλασσαν· ὑπολαβὼν δὲ ὁ κλύδων ἐνταῦθα τῆς Βοιατῶν ἀπήνεγκε, καὶ τὸ χωρίον διὰ τοῦτο Ἐπιδήλιον ὀνομάζουσι.

τὸ μέντοι μήνιμα τὸ ἐκ τοῦ θεοῦ διέφυγεν οὔτε Μηνοφάνης οὔτε αὐτὸς Μιθριδάτης· ἀλλὰ Μηνοφάνην μὲν παραυτίκα, ὡς ἀνήγετο ἐρημώσας τὴν Δῆλον, λοχήσαντες ναυσὶν οἱ διαπεφευγότες τῶν ἐμπόρων καταδύουσι, Μιθριδάτην δὲ ὕστερον τούτων ἠνάγκασεν ὁ θεὸς αὐτόχειρα αὑτοῦ καταστῆναι, τῆς τε ἀρχῆς οἱ καθῃρημένης καὶ ἐλαυνόμενον πανταχόθεν ὑπὸ Ῥωμαίων· εἰσὶ δὲ οἵ φασιν αὐτὸν παρά του τῶν μισθοφόρων θάνατον βίαιον ἐν μέρει χάριτος εὕρασθαι.

τούτοις μὲν τοιαῦτα ἀπήντησεν ἀσεβήσασι· τῇ δὲ Βοιαῶν ὅμορος Ἐπίδαυρός ἐστιν ἡ Λιμηρά, σταδίους ὡς διακοσίους ἀπέχουσα Ἐπιδηλίου. φασὶ δὲ οὐ Λακεδαιμονίων, τῶν δὲ ἐν τῇ Ἀργολίδι Ἐπιδαυρίων εἶναι, πλέοντες δὲ ἐς Κῶν παρὰ τὸν Ἀσκληπιὸν ἀπὸ τοῦ κοινοῦ προσσχεῖν τῆς Λακωνικῆς ἐνταῦθα καὶ ἐξ ἐνυπνίων γενομένων σφίσι καταμείναντες οἰκῆσαι.