Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

τῆς δὲ Κορινθίας ἐστὶ γῆς καὶ ὁ καλούμενος Κρομυὼν ἀπὸ τοῦ Κρόμου τοῦ Ποσειδῶνος. ἐνταῦθα τραφῆναί φασι Φαιὰν, καὶ τῶν λεγομένων Θησέως καὶ τὸ ἐς τὴν ὗν ταύτην ἐστὶν ἔργον. προϊοῦσι δὲ ἡ πίτυς ἄχρι γε ἐμοῦ πεφύκει παρὰ τὸν αἰγιαλὸν καὶ Μελικέρτου βωμὸς ἦν. ἐς τοῦτον τὸν τόπον ἐκκομισθῆναι τὸν παῖδα ὑπὸ δελφῖνος λέγουσι· κειμένῳ δὲ ἐπιτυχόντα Σίσυφον θάψαι τε ἐν τῷ ἰσθμῷ καὶ τὸν ἀγῶνα ἐπʼ αὐτῷ ποιῆσαι τῶν Ἰσθμίων.

ἔστι δὲ ἐπὶ τοῦ ἰσθμοῦ τῆς ἀρχῆς, ἔνθα ὁ λῃστὴς Σίνις λαμβανόμενος πιτύων ἦγεν ἐς τὸ κάτω σφᾶς· ὁπόσων δὲ μάχῃ κρατήσειεν, ἀπʼ αὐτῶν δήσας ἀφῆκεν ἂν τὰ δένδρα ἄνω φέρεσθαι· ἐνταῦθα ἑκατέρα τῶν πιτύων τὸν δεθέντα ἐφʼ αὑτὴν εἷλκε, καὶ τοῦ δεσμοῦ μηδετέρωσε εἴκοντος ἀλλʼ ἀμφοτέρωθεν ἐπʼ ἴσης βιαζομένου διεσπᾶτο ὁ δεδεμένος. τοιούτῳ διεφθάρη τρόπῳ καὶ αὐτὸς ὑπὸ Θησέως ὁ Σίνις· ἐκάθηρε γὰρ Θησεὺς τῶν κακούργων τὴν ὁδὸν τὴν ἐς Ἀθήνας ἐκ Τροιζῆνος, οὕς τε πρότερον κατηρίθμησα ἀνελὼν καὶ ἐν Ἐπιδαύρῳ τῇ ἱερᾷ Περιφήτην Ἡφαίστου νομιζόμενον, κορύνῃ χαλκῇ χρώμενον ἐς τὰς μάχας.

καθήκει δὲ ὁ τῶν Κορινθίων ἰσθμὸς τῇ μὲν ἐς τὴν ἐπὶ Κεγχρέαις, τῇ δὲ ἐς τὴν ἐπὶ Λεχαίῳ θάλασσαν· τοῦτο γὰρ ἤπειρον ποιεῖ τὴν ἐντὸς χώραν. ὃς δὲ ἐπεχείρησε Πελοπόννησον ἐργάσασθαι νῆσον, προαπέλιπε διορύσσων ἰσθμόν· καὶ ὅθεν μὲν διορύσσειν ἤρξαντο δῆλόν ἐστιν, ἐς δὲ τὸ πετρῶδες οὐ προεχώρησαν ἀρχήν· μένει δὲ ὡς πεφύκει καὶ νῦν ἤπειρος ὤν. Ἀλεξάνδρῳ τε τῷ Φιλίππου διασκάψαι Μίμαντα ἐθελήσαντι μόνον τοῦτο οὐ προεχώρησε τὸ ἔργον· Κνιδίους δὲ ἡ Πυθία τὸν ἰσθμὸν ὀρύσσοντας ἔπαυσεν. οὕτω χαλεπὸν ἀνθρώπῳ τὰ θεῖα βιάσασθαι.

τὸ δὲ οὐ Κορινθίοις μόνον περὶ τῆς χώρας ἐστὶν εἰρημένον, ἀλλὰ ἐμοὶ δοκεῖν Ἀθηναῖοι πρῶτοι περὶ τῆς Ἀττικῆς ἐσεμνολόγησαν· λέγουσι δὲ καὶ οἱ Κορίνθιοι Ποσειδῶνα ἐλθεῖν Ἡλίῳ περὶ τῆς γῆς ἐς ἀμφισβήτησιν, Βριάρεων δὲ διαλλακτὴν γενέσθαι σφίσιν, ἰσθμὸν μὲν καὶ ὅσα ταύτῃ δικάσαντα εἶναι Ποσειδῶνος, τὴν δὲ ἄκραν Ἡλίῳ δόντα τὴν ὑπὲρ τῆς πόλεως. ἀπὸ μὲν τούτου λέγουσιν εἶναι τὸν ἰσθμὸν Ποσειδῶνος·

θέας δὲ αὐτόθι ἄξια ἔστι μὲν θέατρον, ἔστι δὲ στάδιον λίθου λευκοῦ. ἐλθόντι δὲ ἐς τοῦ θεοῦ τὸ ἱερὸν τοῦτο μὲν ἀθλητῶν νικησάντων· τὰ Ἴσθμια ἑστήκασιν εἰκόνες, τοῦτο δὲ πιτύων δένδρα ἐστὶ πεφυτευμένα ἐπὶ στοίχου, τὰ πολλὰ ἐς εὐθὺ αὐτῶν ἀνήκοντα. τῷ ναῷ δὲ ὄντι μέγεθος οὐ μείζονι ἐφεστήκασι Τρίτωνες χαλκοῖ. καὶ ἀγάλματά ἐστιν ἐν τῷ προνάῳ δύο μὲν Ποσειδῶνος, τρίτον δὲ Ἀμφιτρίτης, καὶ Θάλασσα καὶ αὕτη χαλκῆ. τὰ δὲ ἔνδον ἐφʼ ἡμῶν ἀνέθηκεν Ἡρώδης Ἀθηναῖος, ἵππους τέσσαρας ἐπιχρύσους πλὴν τῶν ὁπλῶν· ὁπλαὶ δέ σφισίν εἰσιν ἐλέφαντος.

καὶ Τρίτωνες δύο παρὰ τοὺς ἵππους εἰσὶ χρυσοῖ, τὰ μετʼ ἰξὺν ἐλέφαντος καὶ οὗτοι· τῷ δὲ ἅρματι Ἀμφιτρίτη καὶ Ποσειδῶν ἐφεστήκασι, καὶ παῖς ὀρθός ἐστιν ἐπὶ δελφῖνος ὁ Παλαίμων· ἐλέφαντος δὲ καὶ χρυσοῦ καὶ οὗτοι πεποίηνται. τῷ βάθρῳ δὲ ἐφʼ οὗ τὸ ἅρμα μέση μὲν ἐπείργασται Θάλασσα ἀνέχουσα Ἀφροδίτην παῖδα, ἑκατέρωθεν δέ εἰσιν αἱ Νηρηίδες καλούμεναι. ταύταις καὶ ἑτέρωθι τῆς Ἑλλάδος βωμοὺς οἶδα ὄντας, τοὺς δὲ καὶ τεμένη σφίσιν ἀναθέντας †ποιμαίνισιν, ἔνθα καὶ Ἀχιλλεῖ τιμαί· Δωτοῦς δὲ ἐν Γαβάλοις ἱερόν ἐστιν ἅγιον, ἔνθα πέπλος ἔτι ἐλείπετο, ὃν Ἕλληνες Ἐριφύλην λέγουσιν ἐπὶ τῷ παιδὶ λαβεῖν Ἀλκμαίωνι.

τοῦ Ποσειδῶνος δέ εἰσιν ἐπειργασμένοι τῷ βάθρῳ καὶ οἱ Τυνδάρεω παῖδες, ὅτι δὴ σωτῆρες καὶ οὗτοι νεῶν καὶ ἀνθρώπων εἰσὶ ναυτιλλομένων. τὰ δὲ ἄλλα ἀνάκειται Γαλήνης ἄγαλμα καὶ Θαλάσσης καὶ ἵππος εἰκασμένος κήτει τὰ μετὰ τὸ στέρνον, Ἰνώ τε καὶ Βελλεροφόντης καὶ ὁ ἵππος ὁ Πήγασος.

τοῦ περιβόλου δέ ἐστιν ἐντὸς Παλαίμονος ἐν ἀριστερᾷ ναός, ἀγάλματα δὲ ἐν αὐτῷ Ποσειδῶν καὶ Λευκοθέα καὶ αὐτὸς ὁ Παλαίμων. ἔστι δὲ καὶ ἄλλο Ἄδυτον καλούμενον, κάθοδος δὲ ἐς αὐτὸ ὑπόγεως, ἔνθα δὴ τὸν Παλαίμονα κεκρύφθαι φασίν· ὃς δʼ ἂν ἐνταῦθα ἢ Κορινθίων ἢ ξένος ἐπίορκα ὀμόσῃ, οὐδεμία ἐστίν οἱ μηχανὴ διαφυγεῖν τοῦ ὅρκου. καὶ δὴ ἱερόν ἐστιν ἀρχαῖον Κυκλώπων καλούμενος βωμός, καὶ θύουσιν ἐπʼ αὐτῷ Κύκλωψι.

τάφους δὲ Σισύφου καὶ Νηλέως—καὶ γὰρ Νηλέα ἀφικόμενον ἐς Κόρινθον νόσῳ τελευτῆσαί φασι καὶ περὶ τὸν ἰσθμὸν ταφῆναι—οὐκ ἂν οἶδʼ εἰ ζητοίη τις ἐπιλεξάμενος τὰ Εὐμήλου· Νηλέως μὲν γὰρ οὐδὲ Νέστορι ἐπιδειχθῆναι τὸ μνῆμα ὑπὸ τοῦ Σισύφου φησί, χρῆναι γὰρ ἄγνωστον τοῖς πᾶσιν ὁμοίως εἶναι, Σίσυφον δὲ ταφῆναι μὲν ἐν τῷ ἰσθμῷ, τὸν δέ οἱ τάφον καὶ τῶν ἐφʼ αὑτοῦ Κορινθίων ὀλίγους εἶναι τοὺς εἰδότας. ὁ δὲ Ἰσθμικὸς ἀγὼν οὐδὲ ἀναστάντων ὑπὸ Μομμίου Κορινθίων ἐξέλιπεν, ἀλλʼ ὅσον μὲν χρόνον ἠρήμωτο ἡ πόλις, Σικυωνίοις ἄγειν ἐπετέτραπτο τὰ Ἴσθμια, οἰκισθείσης δὲ αὖθις ἐς τοὺς νῦν οἰκήτορας περιῆλθεν ἡ τιμή.