Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

οὗτοι μὲν δὴ ὑπεροικοῦσιν Ἀμφίσσης· ἐπὶ θαλάσσης δὲ Οἰάνθεια καὶ ταύτῃ ὁμοροῦσά ἐστι Ναύπακτος. πλὴν δὲ Ἀμφίσσης ὑπʼ Ἀχαιῶν οἱ ἄλλοι Πατρέων ἄρχονται, βασιλέως σφίσι δόντος Αὐγούστου. ἐν Οἰανθείᾳ δὲ Ἀφροδίτης τε ἱερὸν καὶ ὀλίγον ὑπὲρ τὴν πόλιν κυπαρίσσου τε ἀναμὶξ καὶ τῆς πίτυός ἐστιν ἄλσος καὶ ναός τε Ἀρτέμιδος καὶ ἄγαλμα ἐν τῷ ἄλσει· γραφαὶ δὲ ἐπὶ τῶν τοίχων ἐξίτηλοί τε ἦσαν ὑπὸ τοῦ χρόνου καὶ οὐδὲν ἔτι ἐλείπετο ἐς θέαν αὐτῶν.

κληθῆναι δὲ ἀπὸ γυναικὸς ἢ νύμφης τεκμαίρομαι τὴν πόλιν, ἐπεὶ ἐπὶ Ναυπάκτῳ γε οἶδα εἰρημένον ὡς Δωριεῖς οἱ ὁμοῦ τοῖς Ἀριστομάχου παισὶ τὰ πλοῖα αὐτόθι ἐποιήσαντο, οἷς ἐς Πελοπόννησον ἐπεραιώθησαν· καὶ ἀντὶ τούτου γενέσθαι τὸ ὄνομα τῷ χωρίῳ φασί. τὰ δέ μοι Ναυπακτίων, ὡς τοῖς ἐς Ἰθώμην ἀποστᾶσιν ὁμοῦ τῷ σεισμῷ τῷ ἐν Λακεδαίμονι Ἀθηναῖοι Ναύπακτον ἐνοικῆσαί σφισιν ἔδοσαν ἀφελόμενοι τοὺς Λοκροὺς καὶ ὡς τοῦ Ἀθηναίων ὕστερον πταίσματος τοῦ ἐν Αἰγὸς ποταμοῖς Λακεδαιμόνιοι τοὺς Μεσσηνίους ἐδίωξαν καὶ ἐκ τῆς Ναυπάκτου, τάδε μὲν ἐπεξῆλθέ μοι καὶ ἐς πλέον ἡ Μεσσηνία συγγραφή· ἐκλιπόντων δὲ ὑπὸ ἀνάγκης τῶν Μεσσηνίων, οὕτως οἱ Λοκροὶ συνελέγχθησαν αὖθις ἐς τὴν Ναύπακτον.

τὰ δὲ ἔπη τὰ Ναυπάκτια ὀνομαζόμενα ὑπὸ Ἑλλήνων ἀνδρὶ ἐσποιοῦσιν οἱ πολλοὶ Μιλησίῳ· Χάρων δὲ ὁ Πύθεώ φησιν αὐτὰ ποιῆσαι Ναυπάκτιον Καρκίνον. ἑπόμεθα δὲ καὶ ἡμεῖς τῇ τοῦ Λαμψακηνοῦ δόξῃ· τίνα γὰρ καὶ λόγον ἔχοι ἂν ἔπεσιν ἀνδρὸς Μιλησίου πεποιημένοις ἐς γυναῖκας τεθῆναί σφισιν ὄνομα Ναυπάκτια;

ἐνταῦθα ἔστι μὲν ἐπὶ θαλάσσῃ ναὸς Ποσειδῶνος καὶ ἄγαλμα ὀρθὸν χαλκοῦ πεποιημένον, ἔστι δὲ καὶ ἱερὸν Ἀρτέμιδος καὶ ἄγαλμα λευκοῦ λίθου· σχῆμα δὲ ἀκοντιζούσης παρέχεται καὶ ἐπίκλησιν εἴληφεν Αἰτωλή. Ἀφροδίτη δὲ ἔχει μὲν ἐν σπηλαίῳ τιμάς· εὔχονται δὲ καὶ ἄλλων εἵνεκα καὶ αἱ γυναῖκες μάλιστα αἱ χῆραι γάμον αἰτοῦσι παρὰ τῆς θεοῦ.

τοῦ δὲ Ἀσκληπιοῦ τὸ ἱερὸν ἐρείπια ἦν, ἐξ ἀρχῆς δὲ ᾠκοδόμησεν αὐτὸ ἀνὴρ ἰδιώτης Φαλύσιος. νοσήσαντι γάρ οἱ τοὺς ὀφθαλμοὺς καὶ οὐ πολὺ ἀποδέον τυφλῷ ὁ ἐν Ἐπιδαύρῳ πέμπει θεὸς Ἀνύτην τὴν ποιήσασαν τὰ ἔπη φέρουσαν σεσημασμένην δέλτον. τοῦτο ἐφάνη τῇ γυναικὶ ὄψις ὀνείρατος, ὕπαρ μέντοι ἦν αὐτίκα· καὶ εὗρέ τε ἐν ταῖς χερσὶ ταῖς αὑτῆς σεσημασμένην δέλτον καὶ πλεύσασα ἐς τὴν Ναύπακτον ἐκέλευσεν ἀφελόντα τὴν σφραγῖδα Φαλύσιον ἐπιλέγεσθαι τὰ γεγραμμένα. τῷ δὲ ἄλλως μὲν οὐ δυνατὰ ἐφαίνετο ἰδεῖν τὰ γράμματα ἔχοντι οὕτω τῶν ὀφθαλμῶν· ἐλπίζων δέ τι ἐκ τοῦ Ἀσκληπιοῦ χρηστὸν ἀφαιρεῖ τὴν σφραγῖδα, καὶ ἰδὼν ἐς τὸν κηρὸν ὑγιής τε ἦν καὶ δίδωσι τῇ Ἀνύτῃ τὸ ἐν τῇ δέλτῳ γεγραμμένον, στατῆρας δισχιλίους χρυσοῦ.