Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

τὰ δὲ ὄρη τὰ ὑπὲρ τὴν Ἀντίκυραν πετρώδη τε ἄγαν ἐστὶ καὶ ἐν αὐτοῖς φύεται μάλιστα ὁ ἐλλέβορος. ὁ μὲν αὐτοῦ μέλας χωρεῖ τε ἀνθρώποις καὶ ἔστι γαστρὶ καθάρσιον, ὁ δὲ ἕτερος ὁ λευκὸς διʼ ἐμέτου καθαίρειν πέφυκε· τὸ δὲ φάρμακον τὸ ἐς τὴν κάθαρσιν ἡ τοῦ ἐλλεβόρου ῥίζα ἐστίν.

Ἀντικυρεῦσι δὲ εἰσὶ μὲν ἀνδριάντες ἐν τῇ ἀγορᾷ χαλκοῖ, ἔστι δέ σφισιν ἐπὶ τῷ λιμένι Ποσειδῶνος οὐ μέγα ἱερόν, λογάσιν ᾠκοδομημένον λίθοις· κεκονίαται δὲ τὰ ἐντός. τὸ δὲ ἄγαλμα ὀρθὸν χαλκοῦ πεποιημένον, βέβηκε δὲ ἐπὶ δελφῖνι τῷ ἑτέρῳ τῶν ποδῶν· κατὰ τοῦτο δὲ ἔχει καὶ τὴν χεῖρα ἐπὶ τῷ μηρῷ, ἐν δὲ τῇ ἑτέρᾳ χειρὶ τρίαινά ἐστιν αὐτῷ.

τοῦ γυμνασίου δὲ ἐν ᾧ καὶ τὰ λουτρά σφισι πεποίηται, τούτου πέραν ἄλλο γυμνάσιόν ἐστιν ἀρχαῖον· ἀνδριὰς δὲ ἕστηκεν ἐν αὐτῷ χαλκοῦς· φησὶ δʼ ἐπʼ αὐτῷ τὸ ἐπίγραμμα Ξενόδαμον παγκρατιαστὴν Ἀντικυρέα ἐν ἀνδράσιν Ὀλυμπικὴν ἀνῃρῆσθαι νίκην. εἰ δὲ ἀληθεύει τὸ ἐπίγραμμα, Ὀλυμπιάδι τῇ πρώτῃ μετὰ δέκα καὶ διακοσίας φαίνοιτο ἂν τὸν κότινον ὁ Ξενόδαμος εἰληφώς· αὕτη δὲ ἐν τοῖς Ἠλείων γράμμασι παρεῖται μόνη πασῶν ἡ Ὀλυμπιάς.

ἔστι δὲ ὑπὲρ τὴν ἀγορὰν ἐν φρέατι ὕδατος πηγή· σκέπη δὲ ἀπὸ ἡλίου τῷ φρέατι ὄροφός τε καὶ ἀνέχοντες τὸν ὄροφον κίονες. ἔστι δὲ οὐ πολὺ ἀνωτέρω τοῦ φρέατος λίθοις τοῖς ἐπιτυχοῦσιν ᾠκοδομημένον μνῆμα· ταφῆναι δέ φασιν ἐνταῦθα τοὺς Ἰφίτου παῖδας, τὸν μὲν ἀνασωθέντα ἐξ Ἰλίου καὶ ἀποθανόντα ἐν τῇ οἰκείᾳ, Σχεδίῳ δὲ ἐν μὲν γῇ τῇ Τρῳάδι τὴν τελευτὴν συμβῆναι λέγουσιν, ἀχθῆναι δὲ οἴκαδε καὶ τούτου τὰ ὀστᾶ.

τῆς πόλεως δὲ ἐν δεξιᾷ δύο μάλιστα προελθόντι ἀπʼ αὐτῆς σταδίους, πέτρα τέ ἐστιν ὑψηλὴ—μοῖρα ὄρους ἡ πέτρα—καὶ ἱερὸν ἐπʼ αὐτῆς πεποιημένον ἐστὶν Ἀρτέμιδος· ἡ Ἄρτεμις ἔργων τῶν Πραξιτέλους, δᾷδα ἔχουσα τῇ δεξιᾷ καὶ ὑπὲρ τῶν ὤμων φαρέτραν, παρὰ δὲ αὐτὴν κύων ἐν ἀριστερᾷ· μέγεθος δὲ ὑπὲρ τὴν μεγίστην γυναῖκα τὸ ἄγαλμα.

τῇ δὲ γῇ τῇ Φωκίδι ἐστὶν ὅμορος ἥ ὀνομάζεται μὲν ἀπὸ Βούλωνος ἀγαγόντος τὴν ἀποικίαν ἀνδρός, συνῳκίσθη δὲ ἐκ πόλεων τῶν ἐν τῇ ἀρχαίᾳ Δωρίδι. λέγονται δὲ οἱ Βούλιοι Φιλομήλου καὶ Φωκέων σύλλογον τὸν κοινόν. ἐς δὲ τὴν Βοῦλιν ἐκ μὲν τῆς Βοιωτίας Θίσβης σταδίων ἐστὶν ὁδὸς ὀγδοήκοντα, ἐξ Ἀντικύρας δὲ τῆς Φωκέων διʼ ἠπείρου μὲν καὶ εἰ ἀρχήν ἐστιν οὐκ οἶδα· οὕτω δύσβατα ὄρη καὶ τραχέα τὰ μεταξὺ Ἀντικύρας τέ ἐστι καὶ Βούλιδος· ἐς δὲ τὸν λιμένα σταδίων ἐξ Ἀντικύρας ἐστὶν ἑκατόν, τὰ δὲ ἀπὸ τοῦ λιμένος στάδια ὁδοῦ τῆς πεζῆς τὰ ἐς Βοῦλιν ἑπτὰ εἶναι μάλιστα εἰκάζομεν.

κάτεισι δὲ καὶ ποταμὸς ἐς θάλασσαν ταύτῃ χείμαρρος, ὃν οἱ ἐπιχώριοι ὀνομάζουσιν Ἡράκλειον. κεῖται δὲ ἐπὶ ὑψηλοῦ τε ἡ Βοῦλις καὶ ἐν παράπλῳ περαιουμένοις ἐξ Ἀντικύρας ἐς Λέχαιον τὸ Κορινθίων· οἱ δὲ ἄνθρωποι οἱ ἐνταῦθα πλέον ἡμίσεις κόχλων ἐς βαφὴν πορφύρας εἰσὶν ἁλιεῖς. κατασκευὴ δὲ ἡ ἐν τῇ Βούλιδι οὔτε ἡ ἄλλη θαύματος πολλοῦ καὶ ἱερὰ θεῶν ἐστιν Ἀρτέμιδος, τὸ δὲ αὐτῶν Διονύσου· τὰ δὲ ἀγάλματα ξύλου μέν ἐστιν εἰργασμένα, ὅστις δὲ ἦν ὁ ποιήσας οὐχ οἷοί τε ἐγενόμεθα συμβαλέσθαι. θεῶν δὲ ὅντινα οἱ Βούλιοι σέβουσι μάλιστα, Μέγιστον μὲν ὀνομάζουσι, Διὸς δὲ κατὰ ἡμετέραν δόξαν ἐστὶν ἐπίκλησις. καὶ πηγὴ Βουλίοις ἐστὶ καλουμένη Σαύνιον.

ἐς δὲ Κίρραν τὸ ἐπίνειον Δελφῶν ὁδὸς μὲν σταδίων ἑξήκοντά ἐστιν ἐκ Δελφῶν· καταβάντι δὲ ἐς τὸ πεδίον ἱππόδρομός τέ ἐστι καὶ ἀγῶνα Πύθια ἄγουσιν ἐνταῦθα τὸν ἱππικόν. τὰ μὲν δὴ ἐς τὸν ἐν Ὀλυμπίᾳ Ταράξιππον ἐδήλωσέ μοι τὰ ἐς Ἠλείους τοῦ λόγου, ὁ δὲ ἱππόδρομος ἔοικε τοῦ Ἀπόλλωνος τάχα μέν που καὶ αὐτὸς τῶν ἱππευόντων τινὰ ἀνιᾶσαι, ἅτε ἀνθρώποις τοῦ δαίμονος ὁμοίως ἐπὶ ἔργῳ παντὶ καὶ ἀμείνω καὶ τὰ χείρω νέμοντος· οὐ μέντοι καὶ αὐτὸς ταραχὴν τοῖς ἵπποις ὁ ἱππόδρομος οὔτε κατὰ αἰτίαν ἥρωος οὔτε ἐπʼ ἄλλῃ πέφυκεν ἐργάζεσθαι προφάσει.