Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

πλὴν δὲ ἢ βοτάνης μιᾶς καθαρεύει καὶ ἀπὸ φαρμάκων ἡ νῆσος ὅσα ἐργάζεται θάνατον· ἡ πόα δὲ ἡ ὀλέθριος σελίνῳ μέν ἐστιν ἐμφερής, τοῖς φαγοῦσι δὲ γελῶσιν ἐπιγίνεσθαι τὴν τελευτὴν λέγουσιν. ἐπὶ τούτῳ δὲ Ὅμηρός τε καὶ οἱ ἔπειτα ἄνθρωποι τὸν ἐπὶ οὐδενὶ ὑγιεῖ Σαρδάνιον γέλωτα ὀνομάζουσι. φύεται δὲ μάλιστα ἡ πόα περὶ τὰς πηγάς, οὐ μέντοι μεταδίδωσί γε καὶ τῷ ὕδατι τοῦ ἰοῦ. τὸν μὲν δὴ περὶ τῆς Σαρδοῦς λόγον ἐπεισηγαγόμεθα ἐς τὴν Φωκίδα συγγραφήν, ὅτι οὐχ ἥκιστα καὶ ἐς ταύτην οἱ Ἕλληνες τὴν νῆσον ἀνηκόως εἶχον·

τὸν δὲ ἵππον, ὃς ἐφεξῆς τῇ εἰκόνι ἐστὶ τοῦ Σάρδου, Ἀθηναῖος Καλλίας Λυσιμαχίδου πατρὸς ἀναθεῖναί φησιν ἰδίᾳ περιποιησάμενος ἀπὸ τοῦ πρὸς Πέρσας πολέμου χρήματα. Ἀχαιοὶ δὲ ἀνέθεσαν Ἀθηνᾶς ἄγαλμα πόλιν τῶν ἐν Αἰτωλίᾳ παραστησάμενοι πολιορκίᾳ· τῇ πόλει δὲ ἣν εἷλον Φάνα τοὔνομα ἦν. γενέσθαι δὲ χρόνον φασὶν οὐκ ὀλίγον τῇ πολιορκίᾳ· καὶ ὡς ἀδυνάτως εἶχον ἑλεῖν τὴν πόλιν, θεωροὺς ἀποστέλλουσιν ἐς Δελφούς, καὶ αὐτοῖς ἀφίκετο μάντευμα·

  1. γῆς Πέλοπος ναέται καὶ Ἀχαιίδος, οἳ ποτὶ Πυθώ
  2. ἤλθετε πευσόμενοι ὥς κε πτολίεθρον ἕλητε,
  3. ἀλλʼ ἄγε δὴ φράζεσθε λάχος πόσον ἦμαρ ἕκαστον
  4. λαῶν πινόντων ῥύεται πόλιν, ἡ δὲ πέπωκεν·
  5. οὕτω γάρ κεν ἕλοιτε Φάναν πυργήρεα κώμην.

οὐ συνιέντες οὖν ὁποῖόν τι ἤθελεν ὁ χρησμὸς λέγειν, οἱ μὲν οἴκαδε ἀποπλεῖν ἐβουλεύοντο διαλύσαντες τὴν πολιορκίαν, οἱ δὲ ἐντὸς τοῦ τείχους οἵ τε ἄλλοι οὐδενὶ λόγῳ σφᾶς ἐνεποιοῦντο καὶ γυνὴ πρόεισιν ἐκ τοῦ τείχους ὕδωρ ἐκ τῆς ὑπὸ τῷ τείχει λαβεῖν πίδακος. ἐπιδραμόντες δὲ ἐκ τοῦ στρατεύματος αἰχμάλωτόν τε τὴν γυναῖκα αἱροῦσι καὶ διδάσκονται παρʼ αὐτῆς οἱ Ἀχαιοὶ ὅτι τὸ ὀλίγον τὸ ἐκ τῆς πίδακος ὕδωρ, ὁπότε ἐφʼ ἑκάστης λάβοιεν τῆς νυκτός, διεμετροῦντο αὐτό, καὶ ἄλλο ἦν τοῖς ἔνδον ἀλέξημα οὐδὲν ἐς δίψαν. οὕτω δὴ συγχέαντες οἱ Ἀχαιοὶ τὴν πηγὴν τὸ πόλισμα αἱροῦσιν.

Ῥόδιοι δὲ οἱ ἐν Λίνδῳ παρὰ ταύτην τὴν Ἀθηνᾶν τὸ ἄγαλμα ἔστησαν τοῦ Ἀπόλλωνος. ἀνέθεσαν δὲ καὶ Ἀβρακιῶται χαλκοῦν ὄνον, νυκτομαχίᾳ Μολοσσοὺς νικήσαντες. λόχον μέν σφισιν ἐν νυκτὶ οἱ Μολοσσοὶ παρεσκεύασαν· ὄνου δέ, ὃς ἐλαυνόμενος ἐκ τοῦ ἀγροῦ τότε ἔτυχεν, ὄνον θήλειαν διώκοντος σὺν ὕβρει τε τῇ ἄλλῃ καὶ τραχύτητι τοῦ φθέγματος, ὡσαύτως δὲ καὶ τοῦ ἀνδρὸς ὃς τὸν ὄνον ἤλαυνε βοῶντος ἀσαφῆ τε καὶ ἄκοσμα, οὕτως οἵ τε ἐκ τῆς ἐνέδρας τῶν Μολοσσῶν ἐξανίστανται ταραχθέντες καὶ οἱ Ἀμβρακιῶται φωράσαντες τὰ ἐπὶ σφίσι βεβουλευμένα ἐπιχειροῦσιν ἐν τῇ νυκτί, καὶ ἐκράτησαν μάχῃ τῶν Μολοσσῶν.

Ὀρνεᾶται δὲ οἱ ἐν τῇ Ἀργολίδι πολέμῳ σφᾶς Σικυωνίων πιεζόντων τῷ Ἀπόλλωνι εὔξαντο, εἰ ἀπώσαιντο ἐκ τῆς πατρίδος τῶν Σικυωνίων τὸν στρατόν, πομπήν τε ἐν Δελφοῖς αὐτῷ στελεῖν ὁσημέραι καὶ ἱερεῖα θύσειν οἷα δὴ καὶ ὅσα ἀριθμόν. νικῶσί τε δὴ μάχῃ τοὺς Σικυωνίους, καὶ ὥς σφισιν ἐφʼ ἡμέρας πάσης ἀποδιδοῦσι τὰ κατὰ τὴν εὐχὴν δαπάνη τε ἦν μεγάλη καὶ μείζων ἔτι τοῦ ἀναλώματος ἡ ταλαιπωρία, οὕτω δὴ σόφισμα εὑρίσκουσιν ἀναθεῖναι τῷ θεῷ θυσίαν τε καὶ πομπὴν χαλκᾶ ποιήματα.

ἔστιν ἐνταῦθα καὶ ἄθλων τῶν Ἡρακλέους τὸ ἐς τὴν ὕδραν, ἀνάθημά τε ὁμοῦ Τισαγόρου καὶ τέχνη, σιδήρου καὶ ἡ ὕδρα καὶ ὁ Ἡρακλῆς. σιδήρου δὲ ἐργασίαν τὴν ἐπὶ ἀγάλμασι χαλεπωτάτην καὶ πόνου συμβέβηκεν εἶναι πλείστου· θαύματος μὲν δὴ καὶ τοῦ Τισαγόρου τὸ ἔργον, ὅστις δὴ ὁ Τισαγόρας, θαύματος δὲ οὐκ ἐλαχίστου καὶ ἐν Περγάμῳ λέοντός τε καὶ ὑὸς ἀγρίου κεφαλαί, σιδήρου καὶ αὗται· Διονύσῳ δὲ ἀναθήματα σφᾶς ἐποιήσαντο.