Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

τότε δὲ ὁ Λυσίμαχος πρώτοις τῶν περιοίκων ἐπολέμησεν Ὀδρύσαις, δεύτερα δὲ ἐπὶ Δρομιχαίτην καὶ Γέτας ἐστράτευσεν· οἷα δὲ ἀνδράσι συμβαλὼν οὐκ ἀπείροις πολέμων, ἀριθμῷ δὲ καὶ πολὺ ὑπερβεβληκόσιν, αὐτὸς μὲν ἐς τὸ ἔσχατον ἐλθὼν κινδύνου διέφυγεν, ὁ δέ οἱ παῖς Ἀγαθοκλῆς συστρατευόμενος τότε πρῶτον ὑπὸ τῶν Γετῶν ἑάλω. Λυσίμαχος δὲ καὶ ὕστερον προσπταίσας μάχαις καὶ τὴν ἅλωσιν τοῦ παιδὸς οὐκ ἐν παρέργῳ ποιούμενος συνέθετο πρὸς Δρομιχαίτην εἰρήνην, τῆς τε ἀρχῆς τῆς αὑτοῦ τὰ πέραν Ἴστρου παρεὶς τῷ Γέτῃ καὶ θυγατέρα συνοικίσας ἀνάγκῃ τὸ πλέον· οἱ δὲ οὐκ Ἀγαθοκλέα, Λυσίμαχον δὲ αὐτὸν ἁλῶναι λέγουσιν, ἀνασωθῆναι δὲ Ἀγαθοκλέους τὰ πρὸς τὸν Γέτην ὑπὲρ αὐτοῦ πράξαντος. ὡς δὲ ἐπανῆλθεν, Ἀγαθοκλεῖ Λυσάνδραν γυναῖκα ἠγάγετο, Πτολεμαίου τε τοῦ Λάγου καὶ Εὐρυδίκης οὖσαν.

διέβη δὲ καὶ ναυσὶν ἐπὶ τὴν Ἀσίαν καὶ τὴν ἀρχὴν τὴν Ἀντιγόνου συγκαθεῖλε. συνῴκισε δὲ καὶ Ἐφεσίων ἄχρι θαλάσσης τὴν νῦν πόλιν, ἐπαγαγόμενος ἐς αὐτὴν Λεβεδίους τε οἰκήτορας καὶ Κολοφωνίους, τὰς δὲ ἐκείνων ἀνελὼν πόλεις, ὡς Φοίνικα ἰάμβων ποιητὴν Κολοφωνίων θρηνῆσαι τὴν ἅλωσιν. Ἑρμησιάναξ δὲ ὁ τὰ ἐλεγεῖα γράψας οὐκέτι ἐμοὶ δοκεῖν περιῆν· πάντως γάρ που καὶ αὐτὸς ἂν ἐπὶ ἁλούσῃ Κολοφῶνι ὠδύρατο. Λυσίμαχος δὲ καὶ ἐς πόλεμον πρὸς Πύρρον κατέστη τὸν Αἰακίδου· φυλάξας δὲ ἐξ Ἠπείρου ἀπιόντα, οἷα δὴ τὰ πολλὰ ἐκεῖνος ἐπλανᾶτο, τήν τε ἄλλην ἐλεηλάτησεν Ἤπειρον καὶ ἐπὶ τὰς θήκας ἦλθε τῶν βασιλέων.

τὰ δὲ ἐντεῦθεν ἐμοί ἐστιν οὐ πιστά, Ἱερώνυμος δὲ ἔγραψε Καρδιανὸς Λυσίμαχον τὰς θήκας τῶν νεκρῶν ἀνελόντα τὰ ὀστᾶ ἐκρῖψαι. ὁ δὲ Ἱερώνυμος οὗτος ἔχει μὲν καὶ ἄλλως δόξαν πρὸς ἀπέχθειαν γράψαι τῶν βασιλέων πλὴν Ἀντιγόνου, τούτῳ δὲ οὐ δικαίως χαρίζεσθαι· τὰ δὲ ἐπὶ τοῖς τάφοις τῶν Ἠπειρωτῶν παντάπασίν ἐστι φανερὸς ἐπηρείᾳ συνθείς, ἄνδρα Μακεδόνα θήκας νεκρῶν ἀνελεῖν. χωρὶς δὲ ἠπίστατο δή που καὶ Λυσίμαχος οὐ Πύρρου σφᾶς προγόνους μόνον ἀλλὰ καὶ Ἀλεξάνδρου τοὺς αὐτοὺς τούτους ὄντας· καὶ γὰρ Ἀλέξανδρος Ἠπειρώτης τε ἦν καὶ τῶν Αἰακιδῶν τὰ πρὸς μητρός, ἥ τε ὕστερον Πύρρου πρὸς Λυσίμαχον συμμαχία δηλοῖ καὶ πολεμήσασιν ἀδιάλλακτόν γε οὐδὲν πρὸς ἀλλήλους γενέσθαι σφίσι. τῷ δὲ Ἱερωνύμῳ τάχα μέν που καὶ ἄλλα ἦν ἐς Λυσίμαχον ἐγκλήματα, μέγιστον δὲ ὅτι τὴν Καρδιανῶν πόλιν ἀνελὼν Λυσιμάχειαν ἀντʼ αὐτῆς ᾤκισεν ἐπὶ τῷ ἰσθμῷ τῆς Θρᾳκίας χερρονήσου.

Λυσιμάχῳ δὲ ἐπὶ μὲν Ἀριδαίου βασιλεύοντος καὶ ὕστερον Κασσάνδρου καὶ τῶν παίδων φιλία διέμεινε πρὸς Μακεδόνας· περιελθούσης δὲ ἐς Δημήτριον τὸν Ἀντιγόνου τῆς ἀρχῆς, ἐνταῦθα ἤδη Λυσίμαχος πολεμήσεσθαι ἤλπιζεν ὑπὸ Δημητρίου καὶ αὐτὸς ἄρχειν ἠξίου πολέμου, πατρῷον ἐπιστάμενος ὂν Δημητρίῳ προσπεριβάλλεσθαί τι ἐθέλειν καὶ ἅμα ὁρῶν αὐτὸν παρελθόντα ἐς Μακεδονίαν μετάπεμπτον ὑπὸ Ἀλεξάνδρου τοῦ Κασσάνδρου, ὡς δὲ ἀφίκετο, αὐτόν τε Ἀλέξανδρον φονεύσαντα καὶ ἔχοντα ἀντʼ ἐκείνου τὴν Μακεδόνων ἀρχήν.

τούτων ἕνεκα Δημητρίῳ συμβαλὼν πρὸς Ἀμφιπόλει παρʼ ὀλίγον μὲν ἦλθεν ἐκπεσεῖν Θρᾴκης, ἀμύναντος δέ οἱ Πύρρου τήν τε Θρᾴκην κατέσχε καὶ ὕστερον ἐπῆρξε Νεστίων καὶ Μακεδόνων· τὸ δὲ πολὺ Μακεδονίας αὐτὸς Πύρρος κατεῖχε, δυνάμει τε ἥκων ἐξ Ἠπείρου καὶ πρὸς Λυσίμαχον ἐν τῷ παρόντι ἔχων ἐπιτηδείως. Δημητρίου δὲ διαβάντος ἐς τὴν Ἀσίαν καὶ Σελεύκῳ πολεμοῦντος, ὅσον μὲν χρόνον ἀντεῖχε τὰ Δημητρίου, διέμεινεν ἡ Πύρρου καὶ Λυσιμάχου συμμαχία· γενομένου δὲ ἐπὶ Σελεύκῳ Δημητρίου Λυσιμάχῳ καὶ Πύρρῳ διελύθη ἡ φιλία, καὶ καταστάντων ἐς πόλεμον Λυσίμαχος Ἀντιγόνῳ τε τῷ Δημητρίου καὶ αὐτῷ Πύρρῳ πολεμήσας ἐκράτησε παρὰ πολὺ καὶ Μακεδονίαν ἔσχεν, ἀναχωρῆσαι Πύρρον βιασάμενος ἐς τὴν Ἤπειρον.