Epistula ad Phyllidem

Myia

Myia, Epistula ad Phyllidem. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Γενομένᾳ τοι ματρὶ παίδων τάδε παραινέω. τίτθαν μὲν ἐκλέξασθαι τὰν ἐπιταδειοτάταν καὶ καθάριον, ἔτι δὲ καὶ αἰδήμονα καὶ μὴ ὕπνῳ προσοικειουμέναν μηδὲ μὰν μέθᾳ· ἁ τοιάδε γὰρ ἂν κρίνοιτο κρατίστα ποττὸ ἐκτρέφειν ἐλευθέρως παῖδας, ἐάν γε δὴ γάλα τρόφιμον ἔχῃ καὶ μὴ ταῖς πρὸς ἄνδρα κοίταις εὐνίκατος πέλῃ. μεγάλα γὰρ μερὶς ἐν τῷδε καὶ πρώτα καὶ προκαταρκτικωτέρα ἐς ὅλαν τὰν βιοτὰν πέλει ἐν τᾷ τρεφοίσᾳ ποττὸ καλῶς τραφῆμεν· ποιήσει γὰρ πάντα καλὰ ἐν τῷ ποτεοικότι καιρῷ.

(2) τὸν τιτθόν τε καὶ μαζὸν καὶ τροφὰν δόμεν μὴ καττὸ ἐπενθόν, ἀλλὰ μετά τινος προνοίας· οὕτω γὰρ ἐς ὑγίειαν ἄξει τὸ βρέφος. μὴ ὅτε αὐτὰ θέλει καθεῦδεν νικῆται, ἀλλ’ ὁπόταν τὸ νεογνὸν ἀναπαύσιος ἔρον ἔχῃ· οὐ μικκὸν γὰρ ἄκος τῷ παιδὶ προσοίσει. ἔστω δὲ μήτ’ ὀργίλα τιθάνα μήτε πρόγλωσσος μήτε ἐν ταῖς τῶν σιτίων λήψεσιν ἀδιάφορος, ἀλλὰ τεταγμένα καὶ σώφρων, δυνατὸν δὲ ὂν μὴ βάρβαρος ἀλλὰ Ἑλληνίς.

(3) ἄριστον, ἐὰν καὶ τοῦ γάλακτος χρηστῶς πιμπλάμενον τὸ νεογνὸν οὕτως ἐς ὕπνον τρέπηται, ἁδεῖα γὰρ νέοις ἂν εἴη καὶ εὐκατέργαστος ἁ τοιάδε σίτασις· αἰ δέ κα ἁτέραν, δόμεν χρὴ ἁπλουστάταν. οἴνω δὲ τὸ παράπαν ἀπέχεσθαι τῷ δύναμιν ἰσχυρὰν ἔχεν, ἢ καττὸ σπάνιον μεταδιδόμεν τᾷ κράσει δείκελον γαλακτῶδες. τὰ δὲ λουτρὰ μὴ ποιὲν συνεχῆ· ἁ γὰρ τῶν σπανίων καὶ εὐκράτων χρᾶσις ἀμείνων.

(4) κατταυτὰ δὲ καὶ ἀὴρ ἐπιτάδειος θάλπους καὶ ῥίγους ἔχων τὰν συμμετρίαν, καὶ οἴκησις δὲ μήτε ἄγαν περιπνεομένα μήτε ἄγαν κατάστεγνος. οὐ μὰν ἀλλὰ καὶ ὕδωρ μήτε ἀπόσκληρον μήτε εὐπαράγωγον, καὶ στρωμνὰ δὲ οὐ τραχεῖα, ἀλλὰ προσπίπτουσα τῷ χρωτὶ εὐαρμόστως· ἐν πᾶσι γὰρ τούτοις τὸ οἰκεῖον ἁ φύσις ἐπιποθεῖ, ἀλλ’ οὐ τὸ πολυτελές. ταύτας μὲν ὦν ἐπὶ τῶ παρόντος οὐκ ἀχρεῖον ὑπογράψαι τοι τὰς ἐλπίδας ἐκ τροφᾶς καττὸ ὑφαγεόμενον γινομένας, θεῶ δὲ συλλαμβάνοντος ὑπὲρ τᾶς ἀγωγᾶς τῶ παιδὸς αὖθις τὰς ἐνδεχομένας καὶ ποτεοικυίας κομιοῦμες ὑπομνάσεις.