Tetrabiblos

Claudius Ptolemaeus

Ptolemy. Tetrabiblos. Robbins, Frank Egleston, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1964 (printing).

Τὰ μὲν δὴ κυριώτερα τῶν πινακικῶς προεκτεθειμένων νῦν εἰς τὴν τῶν κατὰ μέρος προρρήσεων ἐπίσκεψιν ὡς ἐν κεφαλαίοις μέχρι τοσούτων ἡμῖν ἐφοδευέσθω, συνάψωμεν δὲ ἤδη κατὰ τὸ ἑξῆς τῆς ἀκολουθίας τὰς καθʼ ἕκαστα τῶν εἰς τὸ δυνατὸν τῆς τοιαύτης προρρήσεως ἐμπιπτόντων πραγματείας, ἐχόμενοι πανταχῆ τῆς κατὰ τὸν φυσικὸν τρόπον ὑφηγήσεως. Εἰς δύο τοίνυν τὰ μέγιστα καὶ κυριώτατα μέρη διαιρουμένου τοῦ δἰ ἀστρονομίας προγνωστικοῦ, καὶ πρώτου μὲν ὄντος καὶ γενικωτέρου τοῦ καθ̓

ὅλα ἔθνη καὶ χώρας καὶ πόλεις λαμβανομένου, ὃ καλεῖται καθολικόν, δευτέρου δὲ καὶ εἰδικωτέρου τοῦ καθʼ ἕνα ἕκαστον τῶν ἀνθρώπων, ὃ καὶ αὐτὸ καλεῖται γενεθλιαλογικόν, προσήκειν ἡγούμεθα περὶ τοῦ καθολικοῦ πρῶτον ποιήσασθαι τὸν λόγον, ἐπειδήπερ ταῦτα μὲν κατὰ μείζους καὶ ἰσχυροτέρας αἰτίας τρέπεσθαι πέφυκε μᾶλλον τῶν μερικῶς ἀποτελουμένων. ὑποπιπτουσῶν δὲ ἀεὶ τῶν ἀσθενεστέρων φύσεων ταῖς δυνατωτέραις καὶ τῶν κατὰ μέρος ταῖς καθʼ ὅλου, παντάπασιν ἀναγκαῖον ἂν εἴη τοῖς προαιρουμένοις περὶ ἑνὸς ἑκάστου σκοπεῖν πολὺ πρότερον περὶ τῶν ὁλοσχερεστέρων περιειληφέναι. Καὶ αὐτῆς δὲ τῆς καθολικῆς ἐπισκέψεως τὸ μὲν πάλιν κατὰ χώρας ὅλας λαμβάνεται, τὸ δὲ κατὰ πόλεις. καὶ ἔτι τὸ μὲν κατὰ μείζους καὶ περιοδικωτέρας περιστάσεις, οἷον πολέμων ἢ λιμῶν ἢ λοιμῶν ἢ σεισμῶν ἢ κατακλυσμῶν καὶ τῶν τοιούτων· τὸ δὲ κατὰ ἐλάττους καὶ καιρικωτέρας, οἷαί εἰσιν αἱ τῶν ἐτησίων ὡρῶν καὶ κατὰ τὸ μᾶλλον καὶ ἧττον ἀλλοιώσεις, περί τε ἀνέσεις ἢ ἐπιτάσεις χειμώνων καὶ καυμάτων καὶ πνευμάτων εὐφορίας τε καὶ ἀφορίας καὶ τὰ τοιαῦτα. προηγεῖται δὲ καὶ τούτων εἰκότως ἑκατέρου τό τε κατὰ χώρας ὅλας καὶ τὸ κατὰ μείζους περιστάσεις διὰ τὴν αὐτὴν αἰτίαν τῇ προειρημένῃ·
πρὸς δὲ τὴν τούτων ἐπίσκεψιν μάλιστα παραλαμβανομένων δύο τούτων, τῆς τε τῶν δωδεκατημορίων τοῦ ζωδιακοῦ καὶ ἔτι τῆς τῶν ἀστέρων πρὸς ἕκαστα τῶν κλιμάτων συνοικειώσεως καὶ τῶν ἐν τοῖς οἰκείοις μέρεσι κατὰ καιροὺς γινομένων ἐπισημασιῶν, κατὰ μὲν τὰς συζυγίας ἡλίου καὶ σελήνης τῶν ἐκλειπτικῶν, κατὰ δὲ τὰς τῶν πλανωμένων παρόδους τῶν περὶ τὰς ἀνατολὰς καὶ τοὺς στηριγμούς, προεκθησόμεθα τὸν τῶν εἰρημένων συμπαθειῶν φυσικὸν λόγον, ἅμα παριστάντες ἐξ ἐπιδρομῆς καὶ τὰς καθʼ ὅλα ἔθνη θεωρουμένας ὡς ἐπὶ πᾶν σωματικάς τε καὶ ἠθικὰς ἰδιοτροπίας, οὐκ ἀλλοτρίας τυγχανούσας τῆς τῶν συνοικειουμένων ἀστέρων τε καὶ δωδεκατημορίων φυσικῆς περιστάσεως.

Περὶ τῶν καθʼ ὅλα κλίματα ἰδιωμάτων Τῶν τοίνυν ἐθνικῶν ἰδιωμάτων τὰ μὲν καθ̓ ὅλους παραλλήλους καὶ γωνίας ὅλας διαιρεῖσθαι συμβέβηκε ὑπὸ τῆς πρὸς τὸν διὰ μέσων τῶν ζῳδίων κύκλον καὶ τὸν ἥλιον αὐτῶν σχέσεως. τῆς γὰρ καθʼ ἡμᾶς οἰκουμένης ἐν ἑνὶ τῶν βορείων τεταρτημορίων οὔσης, οἱ μὲν ὑπὸ τοὺς νοτιωτέρους παραλλήλους, λέγω δὲ τοὺς ἀπὸ τοῦ ἰσημερινοῦ

μέχρι τοῦ θερινοῦ τροπικοῦ, κατὰ κορυφὴν λαμβανόντες τὸν ἥλιον καὶ διακαιόμενοι, μέλανες τὰ σώματα καὶ τὰς τρίχας οὖλοί τε καὶ δασεῖς καὶ τὰς μορφὰς συνεσπασμένοι καὶ τὰ μεγέθη συντετηγμένοι καὶ τὰς φύσεις θερμοὶ καὶ τοῖς ἤθεσιν ὡς ἐπὶ πᾶν ἄγριοι τυγχάνουσι διὰ τὴν ὑπὸ καύματος συνέχειαν τῶν οἰκήσεων, οὓς δὴ καλοῦμεν κοινῶς Αἰθίοπας. καὶ οὐ μόνον αὐτοὺς ὁρῶμεν οὕτως ἔχοντας ἀλλὰ καὶ τὸ περιέχον αὐτοὺς τοῦ ἀέρος κατάστημα καὶ τὰ ἄλλα ζῷα καὶ τὰ φυτὰ παρʼ αὐτοῖς ἐμφανίζοντα τὴν διαπύρωσιν. Οἱ δὲ ὑπὸ τοὺς βορειοτέρους παραλλήλους, λέγω δὲ τοὺς ὑπὸ τὰς ἄρκτους τὸν κατὰ κορυφὴν ἔχοντες τόπον, πολὺ τοῦ ζωδιακοῦ καὶ τῆς τοῦ ἡλίου θερμότητος ἀφεστῶτες, κατεψυγμένοι μέν εἰσι διὰ τοῦτο, δαψιλεστέρας δὲ μεταλαμβάνοντες τῆς ὑγρᾶς οὐσίας, θρεπτικωτάτης οὔσης καὶ ὑπὸ μηδενὸς ἀναπινομένης θερμοῦ, λευκοί τε τὰ χρώματά εἰσι καὶ τετανοὶ τὰς τρίχας τά τε σώματα μεγάλοι καὶ εὐτραφεῖς τοῖς μεγέθεσι καὶ ὑπόψυχροι τὰς φύσεις, ἄγριοι δὲ καὶ αὐτοὶ τοῖς ἤθεσι διὰ τὴν ὑπὸ τοῦ κρύους συνέχειαν τῶν οἰκήσεων. ἀκολουθεῖ δὲ τούτοις καὶ ὁ τοῦ περιέχοντος αὐτοὺς ἀέρος χειμὼν καὶ τῶν φυτῶν τὰ μεγέθη καὶ τὸ δυσήμερον τῶν ζῴων. καλοῦμεν δὲ καὶ τούτους ὡς ἐπὶ πᾶν Σκύθας. Οἱ δὲ μεταξὺ τοῦ θερινοῦ τροπικοῦ καὶ τῶν ἄρκτων, μήτε κατὰ κορυφὴν γινομένου παρʼ αὐτοῖς
τοῦ ἡλίου μήτε πολὺ κατὰ τὰς μεσημβρινὰς παρόδους ἀφισταμένου, τῆς τε τῶν ἀέρων εὐκρασίας μετειλήφασι, καὶ αὐτῆς μὲν διαφερούσης ἀλλʼ οὐ σφόδρα μεγάλην τὴν παραλλαγὴν τῶν καυμάτων πρὸς τὰ ψύχη λαμβανούσης. ἔνθεν τοῖς χρώμασι μέσοι καὶ τοῖς μεγέθεσι μέτριοι καὶ ταῖς φύσεσιν εὔκρατοι καὶ ταῖς οἰκήσεσι συνεχεῖς καὶ τοῖς ἤθεσιν ἥμεροι τυγχάνουσι. τούτων δὲ οἱ πρὸς νότον ὡς ἐπὶ πᾶν ἀγχινούστεροι καὶ εὐμήχανοι μᾶλλον καὶ περὶ τὴν τῶν θείων ἱστορίαν ἱκανώτεροι διὰ τὸ συνεγγίζειν αὐτῶν τὸν κατὰ κορυφὴν τόπον τοῦ ζωδιακοῦ καὶ τῶν περὶ αὐτὸν πλανωμένων ἀστέρων, οἷς οἰκείως καὶ αὐτοὶ τὰς ψυχικὰς κινήσεις εὐεπηβόλους τε ἔχουσι καὶ διερευνητικὰς καὶ τῶν ἰδίως καλουμένων μαθημάτων περιοδευτικάς. καὶ τούτων δὲ πάλιν οἱ μὲν πρὸς ἕω μᾶλλόν εἰσιν ἠρρενωμένοι καὶ εὔτονοι τὰς ψυχὰς καὶ πάντα ἐκφαίνοντες, ἐπειδὴ τὰς ἀνατολὰς ἄν τις εἰκότως τῆς ἡλιακῆς φύσεως ὑπολάβοι καὶ τὸ μέρος ἐκεῖνο ἡμερινόν τε καὶ ἀρρενικὸν καὶ δεξιόν, καθʼ ὃ κἀν τοῖς ζῴοις ὁρῶμεν τὰ δεξιὰ μέρη μᾶλλον ἐπιτηδειότητα ἔχοντα πρὸς ἰσχὺν καὶ εὐτονίαν. οἱ δὲ πρὸς ἑσπέραν τεθηλυσμένοι μᾶλλόν εἰσι καὶ τὰς ψυχὰς ἁπαλώτεροι καὶ τὰ πολλὰ κρύπτοντες, ἐπειδὴ πάλιν τοῦτο τὸ μέρος σεληνιακὸν τυγχάνει, πάντοτε τῆς σελήνης τὰς
πρώτας ἐπιτολὰς καὶ ἀπὸ συνόδου φαντασίας ἀπὸ λιβὸς ποιουμένης. διὰ δὴ τοῦτο νυκτερινὸν δοκεῖ κλίμα θηλυκὸν καὶ εὐώνυμον ἀντικειμένως τῷ ἀνατολικῷ. Ἤδη δέ τινες καὶ ἐν ἑκάστοις τούτοις τῶν ὅλων μερῶν ἰδιότροποι περιστάσεις ἠθῶν καὶ νομίμων φυσικῶς ἐξηκολούθησαν. ὥσπερ γὰρ ἐπὶ τῶν τοῦ περιέχοντος καταστημάτων καὶ ἐν τοῖς ὡς ἐπὶ πᾶν κατειλεγμένοις θερμοῖς ἢ ψυχροῖς ἢ εὐκράτοις καὶ κατὰ μέρος ἰδιάζουσι τόποι καὶ χῶραί τινες ἐν τῷ μᾶλλον ἢ ἧττον ἤτοι διὰ θέσεως τάξιν ἢ ὕψος ἢ ταπεινότητα ἢ διὰ παράθεσιν· ἔτι δὲ ὡς ἱππικοί τινες μᾶλλον διὰ τὸ τῆς χώρας πεδινόν, καὶ ναυτικοὶ διὰ τὴν τῆς θαλάττης ἐγγύτητα, καὶ ἥμεροι διὰ τὴν τῆς χώρας εὐθηνίαν, οὕτω καὶ ἐκ τῆς πρὸς τοὺς ἀστέρας κατὰ τὰ δωδεκατημόρια φυσικῆς τῶν κατὰ μέρος κλιμάτων συνοικειώσεως ἰδιοτρόπους ἄν τις εὕροι φύσεις παρʼ ἑκάστοις, καὶ αὐτὰς δὲ ὡς ἐπὶ πᾶν οὐχ ὡς καὶ καθʼ ἕνα ἕκαστον πάντως ἐνυπαρχούσας. ἀναγκαῖον οὖν ἐφʼ ὧν ἂν εἴη χρήσιμον πρὸς τὰς κατὰ μέρος ἐπισκέψεις κεφαλαιωδῶς ἐπελθεῖν.

Περὶ τῆς τῶν χωρῶν πρὸς τὰ τρίγωνα καὶ τοὺς ἀστέρας συνοικειώσεως Τεττάρων δὴ τριγωνικῶν σχημάτων ἐν τῷ ζωδιακῷ θεωρουμένων, ὡς δέδεικται διὰ τῶν ἔμπροσθεν ἡμῖν, ὅτι τὸ μὲν κατὰ Κριὸν καὶ Λέοντα καὶ Τοξότην βορρολυβυκόν τέ ἐστι καὶ οἰκοδεσποτεῖται μὲν προηγουμένως ὑπὸ τοῦ τοῦ Διὸς διὰ τὸ βόρειον, συνοικοδεσποτεῖται δὲ καὶ ὑπὸ τοῦ Ἄρεως διὰ τὸ λιβυκόν· τὸ δὲ κατὰ τὸν Ταῦρον καὶ τὴν Παρθένον καὶ τὸν Αἰγόκερων νοταπηλιωτικόν τέ ἐστι καὶ οἰκοδεσποτεῖται πάλιν προηγουμένως μὲν ὑπὸ τοῦ τῆς Ἀφροδίτης διὰ τὸ νότιον, συνοικοδεσποτεῖται δὲ ὑπὸ τοῦ Κρόνου διὰ τὸ ἀπηλιωτικόν· τὸ δὲ κατὰ τοὺς Διδύμους καὶ τὰς Χηλὰς καὶ τὸν Ὑδροχόον βορραπηλιωτικόν τέ ἐστι καὶ οἰκοδεσποτεῖται προηγουμένως μὲν ὑπὸ τοῦ Κρόνου διὰ τὸ ἀπηλιωτικόν, συνοικοδεσποτεῖται δὲ ὑπὸ τοῦ Διὸς διὰ τὸ βόρειον· τὸ δὲ κατὰ τὸν Καρκίνον καὶ τὸν Σκορπίον καὶ τοὺς Ιχθῦς νοτολιβυκόν τέ ἐστι καὶ οἰκοδεσποτεῖται προηγουμένως μὲν ὑπὸ τοῦ τοῦ Ἄρεως διὰ τὸ λιβυκόν, συνοικοδεσποτεῖται δὲ ὑπὸ τοῦ τῆς Ἀφροδίτης διὰ τὸ νότιον— Τούτων δὲ οὕτως ἐχόντων διαιρουμένης τε τῆς καθʼ ἡμᾶς οἰκουμένης εἰς τέτταρα τεταρτημόρια, τοῖς τριγώνοις ἰσάριθμα, κατὰ μὲν πλάτος ὑπό τε τῆς καθʼ ἡμᾶς θαλάττης ἀπὸ τοῦ Ἡρακλείου πορθμοῦ μέχρι τοῦ Ἰσσικοῦ κόλπου καὶ τῆς ἐφεξῆς

πρὸς ἀνατολὰς ὀρεινῆς ῥάχεως, ὑφʼ ὧν χωρίζεται τό τε νότιον καὶ τὸ βόρειον αὐτῆς μέρος, κατὰ δὲ μῆκος ὑπὸ τοῦ Ἀραβικοῦ κόλπου, διὰ καὶ τοῦ Αἰγαίου πελάγους καὶ Πόντου καὶ τῆς Μαιώτιδος λίμνης, ὑφʼ ὧν χωρίζεται τό τε ἀπηλιωτικὸν καὶ τὸ λιβυκὸν μέρος, γίνεται τεταρτημόρια τέτταρα, σύμφωνα τῇ θέσει τῶν τριγώνων· ἓν μὲν πρὸς βορρολίβα τῆς ὅλης οἰκουμένης κείμενον, τὸ κατὰ τὴν Κελτογαλατίαν, ὃ δὴ κοινῶς Εὐρώπην καλοῦμεν· τούτῳ δὲ ἀντικείμενον καὶ πρὸς τὸν νοταπηλιώτην τὸ κατὰ τὴν ἑῴαν Αἰθιοπίαν, ὃ δὴ τῆς μεγάλης Ἀσίας νότιον μέρος ἂν καλοῖτο· καὶ πάλιν τὸ μὲν πρὸς βορραπηλιώτην τῆς ὅλης οἰκουμένης τὸ κατὰ τὴν Σκυθίαν, ὃ δὴ καὶ αὐτὸ βόρειον μέρος τῆς μεγάλης Ἀσίας γίνεται· τὸ δὲ ἀντικείμενον τούτῳ καὶ πρὸς λιβόνοτον ἄνεμον τὸ κατὰ τὴν ἑσπερίαν Αἰθιοπίαν, ὃ δὴ κοινῶς Λιβύην καλοῦμεν. Πάλιν δὲ καὶ ἑκάστου τῶν προκειμένων τεταρτημορίων τὰ μὲν πρὸς τὸ μέσον μᾶλλον ἐσχηματισμένα τῆς ὅλης οἰκουμένης τὴν ἐναντίαν λαμβάνει θέσιν πρὸς αὐτὸ τὸ περιέχον τεταρτημορίον, ὥσπερ ἐκεῖνο πρὸς ὅλην τὴν οἰκουμένην, τοῦ τε κατὰ τὴν Εὐρώπην πρὸς βορρολίβα κειμένου τῆς ὅλης οἰκουμένης τὰ περὶ τὸ μέσον αὐτοῦ καὶ ἀντιγώνια πρὸς νοταπηλιώτην τοῦ αὐτοῦ τεταρτημορίου τὴν θέσιν ἔχοντα φαίνεται. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ὡς
ἐκ τούτων ἕκαστον τῶν τεταρτημορίων δυσὶ τοῖς ἀντικειμένοις τριγώνοις συνοικειοῦσθαι· τῶν μὲν ἄλλων μερῶν πρὸς τὴν καθʼ ὅλου πρόσνευσιν ἐφαρμοζομένων, τῶν δὲ περὶ τὸ μέσον πρὸς τὴν κατ̓ αὐτὸ τὸ μέρος ἀντικειμένην συμπαραλαμβανομένων πρὸς τὴν οἰκείωσιν, καὶ τῶν ἐν τοῖς οἰκείοις τριγώνοις τὴν οἰκοδεσποτίαν ἐχόντων ἀστέρων, ἐπὶ μὲν τῶν ἄλλων οἰκήσεων πάλιν αὐτῶν μόνων, ἐπὶ δὲ τῶν περὶ τὸ μέσον τῆς οἰκουμένης κἀκείνων καὶ ἔτι τοῦ τοῦ Ἑρμοῦ διὰ τὸ μέσον καὶ κοινὸν αὐτὸν ὑπάρχειν τῶν αἱρέσεων. Ἐκ δὴ τῆς τοιαύτης διατάξεως τὰ μὲν ἄλλα μέρη τοῦ πρώτου τῶν τεταρτημορίων, λέγω δὲ τοῦ κατὰ τὴν Εὐρώπην, πρὸς βορρολίβα κείμενα τῆς ὅλης οἰκουμένης, συνοικειοῦται μὲν τῷ βορρολιβυκῷ τριγώνῳ τῷ κατὰ τὸν Κριὸν καὶ Λέοντα καὶ Τοξότην, οἰκοδεσποτεῖται δὲ εἰκότως ὑπὸ τῶν κυρίων τοῦ τριγώνου Διὸς καὶ Ἄρεως ἑσπερίων. ἔστι δὲ ταῦτα καθʼ ὅλα ἔθνη λαμβανόμενα Βρεττανία, Γαλατία, Γερμανία, Βασταρνία, Ἰταλία, Γαλλία, Ἀπουλία,
Σικελία, Τυρρηνία, Κελτική, Ἱσπανία. εἰκότως δὲ τοῖς προκειμένοις ἔθνεσιν ὡς ἐπὶ πᾶν συνέπεσε, διά τε τὸ ἀρχικὸν τοῦ τριγώνου καὶ τοὺς συνοικοδεσποτήσαντας ἀστέρας, ἀνυποτάκτοις τε εἶναι καὶ φιλελευθέροις καὶ φιλόπλοις καὶ φιλοπόνοις καὶ πολεμικωτάτοις καὶ ἡγεμονικοῖς καὶ καθαροῖς καὶ μεγαλοψύχοις· διὰ μέντοι τὸν ἑσπέριον σχηματισμὸν Διὸς καὶ Ἄρεως, καὶ ἔτι διὰ τὸ τοῦ προκειμένου τριγώνου τὰ μὲν ἐμπρόσθια ἠρρενῶσθαι, τὰ δὲ ὀπίσθια τεθηλύσθαι, πρὸς μὲν τὰς γυναῖκας ἀζήλοις αὐτοῖς εἶναι συνέπεσε καὶ καταφρονητικοῖς τῶν ἀφροδισίων, πρὸς δὲ τὴν τῶν ἀρρένων συνουσίαν κατακορεστέροις τε καὶ μᾶλλον ζηλοτύποις· αὐτοῖς δὲ τοῖς διατιθεμένοις μήτε αἰσχρὸν ἡγεῖσθαι τὸ γινόμενον μήτε ὡς ἀληθῶς ἀνάνδροις διὰ τοῦτο καὶ μαλακοῖς ἀποβαίνειν, ἕνεκεν τοῦ μὴ παθητικῶς διατίθεσθαι, συντηρεῖν δὲ τὰς ψυχὰς ἐπάνδρους καὶ κοινωνικὰς καὶ πιστὰς καὶ φιλοικείους καὶ εὐεργετικάς. καὶ τούτων δὲ αὐτῶν τῶν χωρῶν Βρεττανία μὲν καὶ Γαλατία καὶ Γερμανία καὶ Βασταρνία μᾶλλον τῷ Κριῷ συνοικειοῦνται καὶ τῷ τοῦ Ἄρεως· ὅθεν ὡς ἐπὶ πᾶν οἱ ἐν αὐταῖς ἀγριώτεροι καὶ αὐθαδέστεροι καὶ θηριώδεις τυγχάνουσιν. Ἰταλία δὲ καὶ Ἀπουλία, Γαλλία καὶ Σικελία τῷ Λέοντι καὶ τῷ ἡλίῳ· διόπερ ἡγεμονικοὶ μᾶλλον
οὗτοι καὶ εὐεργετικοὶ καὶ κοινώνικοι. Τυρρηνία δὲ καὶ Κελτικὴ καὶ Ἱσπανία τῷ Τοξότῃ καὶ τῷ τοῦ Διός· ὅθεν τὸ φιλελεύθερον αὐτοῖς καὶ τὸ ἁπλοῦν και τὸ φιλοκάθαρον. τὰ δὲ ἐν τούτῳ μὲν ὄντα τῷ τεταρτημορίῳ, περὶ δὲ τὸ μέσον ἐσχηματισμένα τῆς οἰκουμένης, Θρᾴκη τε καὶ Μακεδονία καὶ Ἰλλυρία καὶ Ἑλλὰς καὶ Ἀχαία καὶ Κρήτη, ἔτι δὲ αἵ τε Κυκλάδες καὶ τὰ παράλια τῆς μικρᾶς Ἀσίας καὶ Κύπρου πρὸς νοταπηλιώτην κείμενα τοῦ ὅλου τεταρτημορίου, προσλαμβάνει τὴν συνοικείωσιν τοῦ νοταπηλιωτικοῦ τριγώνου, τοῦ κατὰ τὸν Ταῦρον καὶ τὴν Παρθένον καὶ τὸν Αἰγόκερων, ἔτι δὲ συνοικοδεσπότας τόν τε τῆς Ἀφροδίτης καὶ τὸν τοῦ Κρόνου καὶ τὸν τοῦ Ἑρμοῦ· ὅθεν οἱ κατοικοῦντες τὰς χώρας συγκατεσχηματισμένοι μᾶλλον ἀπέβησαν καὶ κεκραμένοι τοῖς τε σώμασι καὶ ταῖς ψυχαῖς· ἡγεμονικοὶ μὲν καὶ αὐτοὶ τυγχάνοντες καὶ γενναῖοι καὶ ἀνυπότακτοι διὰ τὸν τοῦ Ἄρεως, φιλελεύθεροι δὲ καὶ αὐτόνομοι καὶ δημοκρατικοὶ καὶ νομοθετικοὶ διὰ τὸν τοῦ Διός, φιλόμουσοι δὲ καὶ φιλομαθεῖς καὶ φιλαγωνισταὶ καὶ καθάριοι ταῖς διαίταις διὰ τὸν τῆς Ἀφροδίτης, κοινωνικοὶ δὲ καὶ φιλόξενοι καὶ φιλοδίκαιοι καὶ φιλογράμματοι καὶ ἐν λόγοις πρακτικώτατοι διὰ τὸν τοῦ Ἑρμοῦ, μυστηρίων δὲ μάλιστα συντελεστικοὶ διὰ τὸν τῆς Ἀφροδίτης ἑσπέριον σχηματισμόν. πάλιν δὲ κατὰ μέρος καὶ τούτων οἱ μὲν περὶ τὰς Κυκλάδας καὶ τὰ
παράλια τῆς μικρᾶς Ἀσίας καὶ Κύπρου τῷ τε Ταύρῳ καὶ τῷ τῆς Ἀφροδίτης μᾶλλον συνοικειοῦνται· ὅθεν ὡς ἐπὶ τὸ πολὺ τρυφηταί τέ εἰσι καὶ καθάριοι καὶ τοῦ σώματος ἐπιμέλειαν ποιούμενοι. οἱ δὲ περὶ τὴν Ἑλλάδα καὶ τὴν Ἀχαίαν καὶ τὴν Κρήτην τῇ τε Παρθένῳ καὶ τῷ τοῦ Ἑρμοῦ, διὸ μᾶλλον λογικοὶ τυγχάνουσι καὶ φιλομαθεῖς καὶ τὰ τῆς ψυχῆς ἀσκοῦντες πρὸ τοῦ σώματος. οἱ δὲ περὶ τὴν Μακεδονίαν καὶ Θρᾴκην καὶ Ἰλλυρίδα τῷ τε Αἰγόκερῳ καὶ τῷ τοῦ Κρόνου· διὸ φιλοκτήματοι μέν, οὐχ ἥμεροι δὲ οὕτως, οὐδὲ κοινωνικοὶ τοῖς νόμοις. Τοῦ δὲ δευτέρου τεταρτημορίου τοῦ κατὰ τὸ νότιον μέρος τῆς μεγάλης Ἀσίας τὰ μὲν ἄλλα μέρη τὰ περιέχοντα Ἰνδικήν, Ἀριανήν, Γεδρωσίαν, Παρθίαν, Μηδίαν, Περσίδα, Βαβυλωνίαν, Μεσοποταμίαν, Ἀσσυρίαν, καὶ τὴν θέσιν ἔχοντα πρὸς νοταπηλιώτην τῆς ὅλης οἰκουμένης, εἰκότως καὶ αὐτὰ συνοικειοῦται μὲν τῷ νοταπηλιωτικῷ τριγώνῳ τοῦ Ταύρου καὶ Παρθένου καὶ Αἰγόκερω, οἰκοδεσποτοῦνται δὲ ὑπὸ τοῦ τῆς Ἀφροδίτης καὶ τοῦ Κρόνου ἐπὶ ἑῴων σχηματισμῶν· διόπερ καὶ τὰς φύσεις τῶν ἐν αὐτοῖς ἀκολούθως ἄν τις εὕροι τοῖς ὑπὸ τῶν οὕτως οἰκοδεσποτησάντων ἀποτελουμένας· σέβουσί τε γὰρ τὸν μὲν τῆς Ἀφροδίτης Ἴσιν ὀνομάζοντες, τὸν δὲ τοῦ Κρόνου Μίθραν ἥλιον. καὶ προθεστίζουσιν οἱ πολλοὶ τὰ μέλλοντα· καθιεροῦνταί τε παρʼ
αὐτοῖς τὰ γεννητικὰ μόρια διὰ τὸν τῶν προκειμένων ἀστέρων συσχηματισμὸν σπερματικὸν ὄντα φύσει. ἔτι δὲ θερμοὶ καὶ ὀχευτικοὶ καὶ καταφερεῖς πρὸς τὰ ἀφροδίσια τυγχάνουσιν· ὀρχηστικοί τε καὶ πηδηταὶ καὶ φιλόκοσμοι μὲν διὰ τὸν τῆς Ἀφροδίτης, ἁβροδίαιτοι δὲ διὰ τὸν τοῦ Κρόνου. ἀναφανδὸν δὲ ποιοῦνται καὶ οὐ κρύβδην τὰς πρὸς τὰς γυναῖκας συνουσίας διὰ τὸ ἑῷον τοῦ σχηματισμοῦ, τὰς δὲ πρὸς τοὺς ἄρρενας ὑπερεχθραίνουσι. διὰ ταῦτα δὲ καὶ τοῖς πλείστοις αὐτῶν συνέπεσεν ἐκ τῶν μητέρων τεκνοῦν, καὶ τὰς προσκυνήσεις τῷ στήθει ποιεῖσθαι διὰ τὰς ἑῴας ἀνατολὰς καὶ τὸ τῆς καρδίας ἡγεμονικὸν οἰκείως ἔχον πρὸς τὴν ἡλιακὴν δύναμιν. εἰσὶ δὲ ὡς ἐπὶ πᾶν καὶ τἄλλα μὲν τὰ περὶ τὰς στολὰς καὶ κόσμους καὶ ὅλως τὰς σωματικὰς σχέσεις τρυφεροὶ καὶ τεθηλυσμένοι διὰ τὸν τῆς Ἀφροδίτης, τὰς δὲ ψυχὰς καὶ τὰς προαιρέσεις μεγαλόφρονες καὶ γενναῖοι καὶ πολεμικοὶ διὰ τὸ οἰκείως ἔχειν τὸν τοῦ Κρόνου πρὸς τὸ τῶν ἀνατολῶν σχῆμα. κατὰ μέρος δὲ πάλιν τῷ μὲν Ταύρῳ καὶ τῷ τῆς Ἀφροδίτης μᾶλλον συνοικειοῦται ἥ τε Παρθία καὶ ἡ Μηδία καὶ ἡ Περσίς ὅθεν οἱ ἐνταῦθα στολαῖς τε ἀνθίναις χρῶνται κατακαλυπτόντες ἑαυτοὺς ὅλους πλὴν τοῦ στήθους, καὶ ὅλως εἰσὶν ἁβροδίαιτοι καὶ καθάριοι. τῇ δὲ Παρθένῳ καὶ τῷ τοῦ Ἑρμοῦ τὰ περὶ τὴν Βαβυλῶνα καὶ Μεσοποταμίαν καὶ Ἀσσυρίαν· διὸ καὶ παρὰ τοῖς ἐνταῦθα
τὸ μαθηματικὸν καὶ παρατηρητικὸν τῶν πέντε ἀστέρων ἐξαίρετον συνέπεσε. τῷ δὲ Αἰγόκερῳ καὶ τῷ τοῦ Κρόνου τὰ περὶ τὴν Ἰνδικὴν καὶ Ἀριανὴν καὶ Γεδρωσίαν, ὅθεν καὶ τὸ τῶν νεμομένων τὰς χώρας ἄμορφον καὶ ἀκάθαρτον καὶ θηριῶδες. τὰ δὲ λοιπὰ τοῦ τεταρτημορίου μέρη περὶ τὸ μέσον ἐσχηματισμένα τῆς ὅλης οἰκουμένης Ἰδουμαία, Κοίλη Συρία, Ἰουδαία, Φοινίκη, Χαλδαϊκή, Ὀρχηνία, Ἀραβία Εὐδαίμων, τὴν θέσιν ἔχοντα πρὸς βορρολίβα τοῦ ὅλου τεταρτημορίου προσλαμβάνει πάλιν τὴν συνοικείωσιν τοῦ βορρολιβυκοῦ τριγώνου, Κριοῦ, Λέοντος, Τοξότου, ἔτι δὲ συνοικοδεσπότας τόν τε τοῦ Διὸς καὶ τὸν τοῦ Ἄρεως καὶ ἔτι τὸν τοῦ Ἑρμοῦ· διὸ μᾶλλον οὗτοι τῶν ἄλλων ἐμπορικώτεροι καὶ συναλλακτικώτεροι, πανουργότεροι δὲ καὶ δειλοκαταφρόνητοι καὶ ἐπιβουλευτικοὶ καὶ δουλόψυχοι καὶ ὅλως ἀλλοπρόσαλλοι διὰ τὸν τῶν προκειμένων ἀστέρων συσχηματισμόν. καὶ τούτων δὲ πάλιν οἱ μὲν περὶ τὴν Κοίλην Συρίαν καὶ Ἰδουμαίαν καὶ Ἰουδαίαν τῷ τε Κριῷ καὶ τῷ τοῦ Ἄρεως μᾶλλον συνοικειοῦνται· διόπερ ὡς ἐπὶ πᾶν θρασεῖς τέ εἰσι καὶ ἄθεοι καὶ ἐπιβουλευτικοί. Φοίνικες δὲ καὶ Χαλδαῖοι καὶ Ὀρχήνιοι τῷ Λέοντι
καὶ τῷ ἡλίῳ, διόπερ ἁπλούστεροι καὶ φιλάνθρωποι καὶ φιλαστρόλογοι καὶ μάλιστα πάντων σέβοντες τὸν ἥλιον. οἱ δὲ κατὰ τὴν Ἀραβίαν τὴν Εὐδαίμονα τῷ Τοξότῃ καὶ τῷ τοῦ Διός· ὅθεν ἀκολούθως τῇ προσηγορίᾳ τό τε τῆς χώρας εὔφορον συνέπεσε καὶ τὸ τῶν ἀρωμάτων πλῆθος καὶ τὸ τῶν ἀνθρώπων εὐάρμοστον πρός τε διαγωγὰς ἐλεύθερον καὶ συναλλαγὰς καὶ πραγματείας. Τοῦ δὲ τρίτου τεταρτημορίου τοῦ κατὰ τὸ βόρειον μέρος τῆς μεγάλης Ἀσίας τὰ μὲν ἄλλα μέρη τὰ περιέχοντα τὴν Ὑρκανίαν, Ἀρμενίαν, Ματιανήν, Βακτριανήν, Κασπηρίαν, Σηρικήν, Σαυροματικήν, Ὀξειανήν, Σουγδιανήν, καὶ τὰ πρὸς βορραπηλιώτην κείμενα τῆς ὅλης οἰκουμένης συνοικειοῦνται μὲν τῷ βορραπηλιωτικῷ τριγώνῳ, Διδύμων καὶ Ζυγοῦ καὶ Ὑδροχόου, οἰκοδεσποτεῖται δὲ εἰκότως ὑπό τε τοῦ Κρόνου καὶ τοῦ Διὸς ἐπὶ σχημάτων ἀνατολικῶν· διόπερ οἱ ταύτας ἔχοντες τὰς χώρας σέβουσι μὲν Δία καὶ Κρόνον, πλουσιώτατοι δέ εἰσι καὶ πολύχρυσοι, περί τε τὰς διαίτας καθάριοι καὶ εὐδιάγωγοι, σοφοί τε ἐπὶ τὰ θεῖα καὶ μάγοι καὶ τὰ ἤθη δίκαιοι καὶ ἐλεύθεροι καὶ τὰς ψυχὰς μεγάλοι καὶ γενναῖοι, μισοπόνηροί τε καὶ φιλόστοργοι καὶ ὑπεραποθνήσκοντες ἑτοίμως τῶν οἰκειοτάτων ἕνεκεν τοῦ καλοῦ καὶ ὁσίου, πρός τε τὰς ἀφροδισίους χρήσεις σεμνοὶ
καὶ καθάριοι καὶ περὶ τὰς ἐσθῆτας πολυτελεῖς, χαριστικοί τε καὶ μεγαλόφρονες, ἅπερ ὡς ἐπὶ πᾶν ὁ τοῦ Κρόνου καὶ ὁ τοῦ Διὸς ἀνατολικῶν συσχηματισμὸς ἀπεργάζεται. καὶ τούτων δὲ πάλιν τῶν ἐθνῶν τὰ μὲν περὶ τὴν Ὑρκανίαν καὶ Ἀρμενίαν καὶ Ματιανὴν μᾶλλον συνοικειοῦται τοῖς τε Διδύμοις καὶ τῷ τοῦ Ἑρμοῦ· διόπερ εὐκινητότερα μᾶλλον καὶ ὑποπόνηρα. τὰ δὲ περὶ τὴν Βακτριανὴν καὶ Κασπηρίαν καὶ Σηρικὴν τῷ τε Ζυγῷ καὶ τῷ τῆς Ἀφροδίτης· ὅθεν οἱ κατέχοντες τὰς χώρας πλουσιώτατοι καὶ φιλόμουσοι καὶ μᾶλλον ἁβροδίαιτοι. τὰ δὲ περὶ τὴν Σαυροματικὴν καὶ τὴν Ὀξειανὴν καὶ Σουγδιανὴν τῷ τε Ὑδροχόῳ καὶ τῷ τοῦ Κρόνου· διὸ καὶ ταῦτα τὰ ἔθνη μᾶλλον ἀνήμερα καὶ αὐστηρὰ καὶ θηριώδη. τὰ δὲ λοιπὰ τούτου τοῦ τεταρτημορίου καὶ περὶ τὸ μέσον κείμενα τῆς ὅλης οἰκουμένης, Βιθυνία, Φρυγία, Κολχική, Συρία, Κομμαγηνή, Καππαδοκία, Λυδία, Λυκία, Κιλικία, Παμφυλία, τὴν θέσιν ἔχοντα πρὸς λιβόνοτον αὐτοῦ τοῦ τεταρτημορίου, προσλαμβάνει τὴν συνοικείωσιν τοῦ νοτολιβυκοῦ τεταρτημορίου Καρκίνου καὶ Σκορπίου καὶ Ἰχθύων, καὶ συνοικοδεσπότας τόν τε τοῦ Ἄρεως καὶ ἔτι τὸν τῆς Ἀφροδίτης καὶ τὸν τοῦ Ἑρμοῦ· διόπερ οἱ περὶ τὰς χώρας ταύτας σέβουσι μὲν ὡς ἐπὶ πᾶν τὴν Ἀφροδίτην ὡς μητέρα θεῶν, ποικίλοις καὶ ἐγχωρίοις ὀνόμασι προσαγορεύοντες, καὶ τὸν τοῦ Ἄρεως ὡς Ἄδωνιν ἢ ἄλλως πως πάλιν ὀνομάζοντες· καὶ μυστήριά τινα μετὰ θρηνῶν ἀποδιδόντες
αὐτοῖς. περίκακοι δέ εἰσι καὶ δουλόψυχοι καὶ πονικοὶ καὶ πονηροὶ καὶ ἐν μισθοφόροις στρατείαις καὶ ἁρπαγαῖς καὶ αἰχμαλωσίαις γινόμενοι, καταδουλούμενοί τε αὑτοὺς καὶ πολεμικαῖς ἀπωλείαις περιπίπτοντες. διά τε τὸν τοῦ Ἄρεως καὶ τὸν τῆς Ἀφροδίτης κατὰ ἀνατολικὴν συναρμογήν, ὅτι ἐν μὲν τῷ τῆς Ἀφροδίτης τριγωνικῷ ζῳδίῳ τῷ Αἰγόκερῳ ὁ τοῦ Ἄρεως, ἐν δὲ τῷ τοῦ Ἄρεως τριγωνικῷ ζῳδίῳ τοῖς Ἰχθύσι ὁ τῆς Ἀφροδίτης ὑψοῦται, διὰ τοῦτο τὰς γυναῖκας συνέβη πᾶσαν εὔνοιαν πρὸς τοὺς ἄνδρας ἐνδείκνυσθαι, φιλοστόργους τε οὔσας καὶ οἰκουροὺς καὶ ἐργατικὰς καὶ ὑπηρετικὰς καὶ ὅλως πονικὰς καὶ ὑποτεταγμένας. τούτων δὲ πάλιν οἱ μὲν περὶ τὴν Βιθυνίαν καὶ Φρυγίαν καὶ Κολχικὴν συνοικειοῦνται μᾶλλον τῷ τε Καρκίνῳ καὶ τῇ σελήνῃ· διόπερ οἱ μὲν ἄνδρες ὡς ἐπὶ πᾶν εἰσιν εὐλαβεῖς καὶ ὑποτακτικοί, τῶν δὲ γυναικῶν αἱ πλεῖσται διὰ τὸ τῆς σελήνης ἀνατολικὸν καὶ ἠρρενωμένον σχῆμα ἔπανδροι καὶ ἀρχικαὶ καὶ πολεμικαὶ καθάπερ αἱ Ἀμαζόνες, φεύγουσαι μὲν τὰς τῶν ἀνδρῶν συνουσίας, φιλόπλοι δὲ οὖσαι καὶ ἀρρενοποιοῦσαι τὰ θηλυκὰ πάντα ἀπὸ βρέφους, ἀποκοπῇ τῶν δεξιῶν μαστῶν χάριν τῶν στρατιωτικῶν χρειῶν καὶ ἀπογυμνοῦσαι ταῦτα τὰ μέρη κατὰ τὰς παρατάξεις πρὸς ἐπίδειξιν τοῦ ἀθηλύντου τῆς φύσεως. οἱ δὲ περὶ τὴν Συρίαν καὶ Κομμαγηνὴν καὶ Καππαδοκίαν τῷ τε Σκορπίῳ
καὶ τῷ τοῦ Ἄρεως· διόπερ πολὺ παρʼ αὐτοῖς συνέπεσε τὸ θρασὺ καὶ πονηρὸν καὶ ἐπιβουλευτικὸν καὶ ἐπίπονον. οἱ δὲ περὶ τὴν Λυδίαν καὶ Κιλικίαν καὶ Παμφυλίαν τοῖς τε Ἰχθύσι καὶ τῷ τοῦ Διός· ὅθεν οὗτοι μᾶλλον πολυκτήμονές τε καὶ ἐμπορικοὶ καὶ κοινωνικοὶ καὶ ἐλεύθεροι καὶ πιστοὶ περὶ τὰς συναλλαγάς. Τοῦ δὲ λοιποῦ τεταρτημοριου τοῦ κατὰ τὴν κοινῶς καλουμένην Λιβύην, τὰ μὲν ἄλλα τὰ περιέχοντα Νουμηδίαν, Καρχηδονίαν, Ἀφρικήν, Φαζανίαν, Νασαμονῖτιν, Γαραμαντικήν, Μαυριτανίαν, Γαιτουλίαν, Μεταγωνῖτιν, καὶ τὰ τὴν θέσιν ἔχοντα πρὸς λιβόνοτον τῆς ὅλης οἰκουμένης, συνοικειοῦται μὲν τῷ νοτολιβυκῷ τριγώνῳ Καρκίνου καὶ Σκορπίου καὶ Ἰχθύων, οἰκοδεσποτεῖται δὲ εἰκότως ὑπό τε τοῦ Ἄρεως καὶ τοῦ τῆς Ἀφροδίτης ἐπὶ σχήματος ἑσπερίου· διόπερ συνέπεσε τοῖς πλείστοις αὐτῶν ἕνεκεν τῆς εἰρημένης τῶν ἀστέρων συναρμογῆς ὑπὸ ἀνδρὸς καὶ γυναικός, δυοῖν ὁμομητρίων ἀδελφῶν, βασιλεύεσθαι, τοῦ μὲν ἀνδρὸς τῶν ἀνδρῶν ἄρχοντος, τῆς δὲ γυναικὸς τῶν γυναικῶν, συντηρουμένης τῆς τοιαύτης διαδοχῆς. θερμοὶ δέ εἰσι σφόδρα καὶ καταφερεῖς πρὸς τὰς τῶν γυναικῶν συνουσίας, ὡς
καὶ τοὺς γάμους δἰ ἁρπαγῶν ποιεῖσθαι καὶ πολλαχῆ ταῖς γαμουμέναις τοὺς βασιλέας πρώτους συνέρχεσθαι, παρʼ ἐνίοις δὲ καὶ κοινὰς εἶναι τὰς γυναῖκας πάντων. φιλοκαλλωπισταὶ δὲ τυγχάνουσι καὶ κόσμους γυναικείους περιζώννυνται διὰ τὸν τῆς Ἀφροδίτης, ἔπανδροι μέντοι ταῖς ψυχαῖς καὶ ὑποπόνηροι καὶ μαγευτικοί, νοθευταὶ δὲ καὶ παράβολοι καὶ ῥιψοκίνδυνοι διὰ τὸν τοῦ Ἄρεως. τούτων δὲ πάλιν οἱ μὲν περὶ τὴν Νουμηδίαν καὶ Καρχηδόνα καὶ Ἀφρικὴν συνοικειοῦνται μᾶλλον τῷ τε Καρκίνῳ καὶ τῇ σελήνῃ· διόπερ οὗτοι κοινωνικοί τε καὶ ἐμπορικοὶ τυγχάνουσι καὶ ἐν εὐθηνίᾳ πάσῃ διατελοῦντες, οἱ δὲ περὶ τὴν Μεταγωνῖτιν καὶ Μαυριτανίαν καὶ Γαιτουλίαν τῷ τε Σκορπίῳ καὶ τῷ τοῦ Ἄρεως· ὅθεν οὗτοι θηριωδέστεροί τέ εἰσι καὶ μαχιμώτατοι καὶ κρεοφάγοι καὶ σφόδρα ῥιψοκίνδυνοι καὶ καταφρονητικοὶ τοῦ ζῆν, ὡς μηδὲ ἀλλήλων ἀπέχεσθαι. οἱ δὲ περὶ τὴν Φαζανίαν καὶ Νασαμωνῖτιν καὶ Γαραμαντικὴν τοῖς τε Ἰχθύσι καὶ τῷ τοῦ Διός· διόπερ ἐλεύθεροί τε καὶ ἁπλοῖ τοῖς ἤθεσι καὶ φιλεργοὶ καὶ εὐγνώμονες καθάριοί τε καὶ ἀνυπότακτοί εἰσιν ὡς ἐπὶ πᾶν καὶ τὸν τοῦ Διὸς ὡς Ἄμμωνα θρησκεύοντες. τὰ δὲ λοιπὰ τοῦ τεταρτημορίου μέρη καὶ πρὸς τὸ μέσον ἐσχηματισμένα τῆς ὅλης οἰκουμένης, Κυρηναϊκή, Μαρμαρική,
Αἴγυπτος, Θηβαΐς, Ὄασις, Τρωγλοδυτική, Ἀραβία, Ἀζανία, μέση Αἰθιοπία, πρὸς βορραπηλιώτην τετραμμένα τοῦ ὅλου τεταρτημορίου, προσλαμβάνει τὴν συνοικείωσιν τοῦ βορραπηλιωτικοῦ τριγώνου Διδύμων, Ζυγοῦ, καὶ Ὑδροχόου, καὶ συνοικοδεσπότας διὰ τοῦτο τόν τε τοῦ Κρόνου καὶ τὸν τοῦ Διὸς καὶ ἔτι τὸν τοῦ Ἑρμοῦ· ὅθεν οἱ κατὰ ταύτας τὰς χώρας κεκοινωνηκότες σχεδὸν τῆς τῶν πέντε πλανήτων οἰκοδεσποτίας ἑσπερίου φιλόθεοι μὲν γεγόνασι καὶ δεισιδαίμονες καὶ θεοπρόσπλοκοι καὶ φιλόθρηνοι καὶ τοὺς ἀποθνήσκοντας τῇ γῄ κρύπτοντες καὶ ἀφανίζοντες διὰ τὸ ἑσπέριον σχῆμα, παντοίοις δὲ νομίμοις καὶ ἔθεσι καὶ θεῶν παντοίων θρησκείαις χρώμενοι, καὶ ἐν μὲν ταῖς ὑποταγαῖς ταπεινοὶ καὶ δειλοὶ καὶ μικρολόγοι καὶ ὑπομονητικοί, ἐν δὲ ταῖς ἡγεμονίαις εὔψυχοι καὶ μεγαλόφρονες, πολυγύναιοι δὲ καὶ πολύανδροι καὶ καταφερεῖς καὶ ταῖς ἀδελφαῖς συναρμοζόμενοι, καὶ πολύσποροι μὲν οἱ ἄνδρες, εὐσύλληπτοι δὲ αἱ γυναῖκες ἀκολούθως τῷ τῆς χώρας γονίμῳ. πολλοὶ δὲ καὶ τῶν ἀρρένων σαθροὶ καὶ τεθηλυσμένοι ταῖς ψυχαῖς, ἔνιοι δὲ καὶ τῶν γεννητικῶν μορίων καταφρονοῦντες διὰ τὸν τῶν κακοποιῶν μετὰ τοῦ τῆς Ἀφροδίτης ἑσπερίου σχηματισμόν. καὶ τούτων δὲ οἱ μὲν περὶ Κυρηναϊκὴν καὶ Μαρμαρικὴν καὶ μάλιστα οἱ περὶ τὴν κάτω χώραν τῆς Αἰγύπτου μᾶλλον συνοικειοῦνται τοῖς τε Διδύμοις καὶ τῷ τοῦ Ἑρμοῦ·
διόπερ οὗτοι διανοητικοί τε καὶ συνετοὶ καὶ εὐεπήβολοι τυγχάνουσι περὶ πάντα καὶ μάλιστα περὶ τὴν τῶν σοφῶν τε καὶ θείων εὕρεσιν· μαγευτικοί τε καὶ κρυφίων μυστηρίων ἐπιτελεστικοὶ καὶ ὅλως ἱκανοὶ περὶ τὰ μαθήματα. οἱ δὲ περὶ τὴν Θηβαΐδα καὶ Ὄασιν καὶ Τρωγλοδυτικὴν τῷ τε Ζυγῷ καὶ τῷ τῆς Ἀφροδίτης, ὅθεν καὶ αὐτοὶ θερμότεροί τέ εἰσι τὰς φύσεις καὶ κεκινημένοι καὶ ἐν εὐφορίαις ἔχοντες τὰς διαγωγάς οἱ δὲ περὶ τὴν Ἀραβίαν καὶ Ἀζανίαν καὶ μέσην Αἰθιοπίαν τῷ Ὑδροχόῳ καὶ τῷ τοῦ Κρόνου, διὸ καὶ οὗτοι κρεοφάγοι τε καὶ ἰχθυοφάγοι καὶ νομάδες εἰσίν, ἄγριον καὶ θηριώδη βίον ζῶντες. Αἱ μὲν οὖν συνοικειώσεις τῶν τε ἀστέρων καὶ τῶν δωδεκατημορίων πρὸς τὰ κατὰ μέρος ἔθνη καὶ τὰ ὡς ἐπὶ πᾶν αὐτῶν ἰδιώματα κατὰ τὸ κεφαλαιῶδες τοῦτον ἡμῖν ὑποτετυπώσθωσαν τὸν τρόπον. ἐκθησόμεθα δὲ καὶ διὰ τὸ τῆς χρήσεως εὐεπήβολον ἐφ̓ ἑκάστου τῶν δωδεκατημορίων κατὰ ψιλὴν παράθεσιν ἕκαστα τῶν συνοικειουμένων ἐθνῶν ἀκολούθως τοῖς προκατειλεγμένοις περὶ αὐτῶν τὸν τρόπον τοῦτον. Κριός Βρεττανία, Γαλατία, Γερμανία, Βασταρνία περὶ τὸ μέσον Κοίλη Συρία Παλαιστίνη, Ἰδουμαία, Ἰουδαία. Ταῦρος· Παρθία, Μηδία, Περσίς· περὶ τὸ μέσον Κυκλάδες νῆσοι, Κύπρος, παράλια τῆς μικρᾶς Ἀσίας.
Δίδυμοι· Ὑρκανία, Ἀρμενία, Ματιανή· περὶ τὸ μέσον Κυρηναϊκή, Μαρμαρική, ἡ κάτω χώρα τῆς Αἰγύπτου. Καρκίνος· Νουμηδία, Καρχηδονία, Ἀφρική· περὶ τὸ μέσον Βιθυνία, Φρυγία, Κολχική. Λέων· Ἰταλία, Γαλλία, Σικελία, Ἀπουλία περὶ τὸ μέσον Φοινίκη, Χαλδαία, Ὀρχηνία. Παρθένος Μεσοποταμία, Βαβυλωνία, Ἀσσυρία· περὶ τὸ μέσον Ἑλλάς, Ἀχαία. Κρήτη. Ζυγός· Βακτριανή, Κασπηρία, Σηρική· περὶ τὸ μέσον Θηβαΐς, Ὄασις, Τρωγλοδυτική. Σκορπίος· Μεταγωνῖτις, Μαυριτανία, Γαιτουλία· περὶ τὸ μέσον Συρία, Κομμαγηνή, Καππαδοκία Τοξότης· Τυρρηνία, Κελτική, Ἱσπανία περὶ τὸ μέσον Ἀραβία ἡ εὐδαίμων. Αἰγόκερως· Ἰνδική, Ἀριανή, Γεδρωσία· περὶ τὸ μέσον Θρᾴκη, Μακεδονία, Ἰλλυρίς. Ὑδροχόος· Σαυροματική, Ὀξειανή, Σουγδιανή· περὶ τὸ μέσον Ἀραβία, Ἀζανία, μέση Αἰθιοπία. Ἰχθῦς· Φαζανία, Νασαμωνῖτις, Γαραμαντική· περὶ τὸ μέσον Λυδία, Κιλικία, Παμφυλία. Ἐκκειμένων δὲ τούτων εὔλογον κἀκεῖνα τούτῳ τῷ μέρει προσθεῖναι, διότι καὶ τῶν ἀπλανῶν ἀστέρων ἕκαστος συνοικειοῦται ταῖς χώραις ὅσαις καὶ τὰ τοῦ ζωδιακοῦ μέρη, μεθʼ ὧν ἔχουσιν οἱ ἀπλανεῖς τὰς προσνεύσεις ἐπὶ τοῦ διὰ τῶν πόλων
αὐτοῦ γραφομένου κύκλου, φαίνεται ποιούμενα τὴν συμπάθειαν, καὶ ὅτι ἐπὶ τῶν μητροπόλεων ἐκεῖνοι μάλιστα συμπαθοῦσιν οἱ τόποι τοῦ ζωδιακοῦ καθʼ ὧν ἐν ταῖς καταρχαῖς τῶν κτίσεων αὐτῶν ὡς ἐπὶ γενέσεως ὅ τε ἥλιος καὶ ἡ σελήνη παροδεύοντες ἐτύγχανον καὶ τῶν κέντρων μάλιστα τὸ ὡροσκοποῦν· ἐφʼ ὧν δʼ οἱ χρόνοι τῶν κτίσεων οὐχ εὑρίσκονται, καθʼ ὧν ἐν ταῖς τῶν κατὰ καιρὸν ἀρχόντων ἢ βασιλευόντων γενέσεσιν ἐκπίπτει τὸ μεσουράνημα.

Ἔφοδος εἰς τὰς κατὰ μέρος προτελέσεις Τούτων οὕτως προεπεσκεμμένων ἀκόλουθον ἂν εἴη λοιπὸν τὰς τῶν προτελέσεων ἐφόδους κεφαλαιώδως ἐπελθεῖν, καὶ πρῶτον τῶν καθʼ ὅλας περιστάσεις χωρῶν ἢ πόλεων λαμβανομένων. ἔσται δʼ ὁ τρόπος τῆς ἐπισκέψεως τοιοῦτος· ἡ μὲν οὖν πρώτη καὶ ἰσχυροτάτη τῶν τοιούτων συμπτωμάτων αἰτία γίνεται παρὰ τὰς ἐκλειπτικὰς ἡλίου καὶ σελήνης συζυγίας καὶ τὰς ἐν αὐταῖς παρόδους τῶν ἀστέρων. τῆς δὲ προτελέσεως αὐτῆς τὸ μέν τί ἐστι τοπικόν, καθʼ ὃ δεῖ προγινώσκειν ποίαις

χώραις ἢ πόλεσιν αἱ κατὰ μέρος ἐκλείψεις ἢ καὶ τῶν πλανωμένων αἱ κατὰ καιροὺς ἔμμονοι στάσεις· αὗται δέ εἰσι Κρόνου τε καὶ Διὸς καὶ Ἄρεως, ὅταν στηρίζωσι· ποιοῦνται γὰρ τότε τὰς ἐπισημασίας· τὸ δέ τι χρονικόν, καθʼ ὃ τὸν καιρὸν τῶν ἐπισημασιῶν καὶ τῆς παρατάσεως τὴν ποσότητα δεήσει προγινώσκειν· τὸ δέ τι γενικόν, καθʼ ὃ προσήκει λαμβάνειν περὶ ποῖα τῶν γενῶν ἀποβήσεται τὸ σύμπτωμα· τελευταῖον δὲ τὸ εἰδικόν, καθʼ ὃ τὴν αὐτοῦ τοῦ ἀποτελεσθησομένου ποιότητα θεωρήσομεν.

Περὶ τῆς τῶν διατιθεμένων χωρῶν ἐπισκέψεως Περὶ μὲν οὖν τοῦ πρώτου καὶ τοπικοῦ τὴν διάληψιν ποιησόμεθα τοιαύτην· κατὰ γὰρ τὰς γινομένας ἐκλειπτικὰς συζυγίας ἡλίου καὶ σελήνης, καὶ μάλιστα τὰς εὐαισθητοτέρας, ἐπισκεψόμεθα τόν τε ἐκλειπτικὸν τοῦ ζωδιακοῦ τόπον καὶ τὰς τῶν κατ̓ αὐτὸν τριγώνων συνοικειουμένας χώρας· καὶ ὁμοίως τίνες τῶν πόλεων ἤτοι ἐκ τῆς κατὰ τὴν κτίσιν ὡροσκοπίας καὶ φωσφορίας ἢ ἐκ τῆς τῶν

τότε ἡγεμονευόντων μεσουρανήσεως συμπάθειαν ἔχουσι πρὸς τὸ τῆς ἐκλείψεως δωδεκατημόριον. ἐφʼ ὅσων δʼ ἂν χωρῶν ἢ πόλεων εὑρίσκωμεν τὴν προκειμένην συνοικείωσιν, περὶ πάσας μὲν ὡς ἐπὶ πᾶν ὑπονοητέον ἔσεσθαί τι σύμπτωμα, μάλιστα δὲ περὶ τὰς πρὸς αὐτὸ τὸ τῆς ἐκλείψεως δωδεκατημόριον λόγον ἐχούσας καὶ ἐν ὅσαις αὐτῶν ὑπὲρ γῆν οὖσα ἡ ἔκλειψις ἐφαίνετο.

Περὶ τοῦ χρόνου τῶν ἀποτελουμένων Τὸ δὲ δεύτερον καὶ χρονικὸν κεφάλαιον, καθʼ ὃ τοὺς καιροὺς τῶν ἐπισημασιῶν καὶ τῆς παρατάσεως τὴν ποσότητα προσήκει διαγινώσκειν, ἐπισκεψόμεθα τρόπῳ τοιῷδε. τῶν γὰρ κατὰ τὸν αὐτὸν χρόνον γινομένων ἐκλείψεων μὴ κατὰ πᾶσαν οἴκησιν ἐν ταῖς αὐταῖς καιρικαῖς ὥραις ἀποτελουμένων, τῶν τε ἡλιακῶν τῶν αὐτῶν μηδὲ τὰ μεγέθη τῶν ἐπισκοτήσεων ἢ τὸν χρόνον τῶν παρατάσεων κατὰ τὸ ἴσον πανταχῆ λαμβανουσῶν, πρῶτον μὲν κατὰ τὴν ἐν ἑκάστῃ τῶν λόγον ἐχουσῶν οἰκήσεων ἐκλειπτικὴν ὥραν καὶ τὸ τοῦ πόλου ἔξαρμα κέντρα ὡς ἐπὶ

γενεσεως διαθήσομεν· ἔπειτα καὶ ἐπὶ πόσας ἰσημερινὰς ὥρας ἐν ἑκάστῃ παρατείνει τὸ ἐπισκίασμα τῆς ἐκλείψεως· τούτων γὰρ ἐξετασθέντων ὅσας ἂν ἰσημερινὰς ὥρας εὕρωμεν, ἐφʼ ἡλιακῆς μὲν ἐκλείψεως ἐπὶ τοσούτους ἐνιαυτοὺς παραμένειν ὑπονοήσομεν τὸ ἀποτελούμενον, ἐπὶ δὲ σεληνιακῆς ἐπὶ τοσούτους μῆνας, τῶν μέντοι καταρχῶν καὶ τῶν ὁλοσχερεστέρων ἐπιτάσεων θεωρουμένων ἐκ τῆς τοῦ ἐκλειπτικοῦ τόπου πρὸς τὰ κέντρα σχέσεως. πρὸς μὲν γὰρ τῷ ἀπηλιωτικῷ ὁρίζοντι ὁ τόπος ἐκπεσὼν τήν τε καταρχὴν τοῦ συμπτώματος κατὰ τὴν πρώτην τετράμηνον ἀπὸ τοῦ χρόνου τῆς ἐκλείψεως σημαίνει καὶ τὰς ὁλοσχερεῖς ἐπιτάσεις περὶ τὸ πρῶτον τριτημόριον τοῦ καθʼ ὅλην τὴν παράτασιν χρόνου· πρὸς δὲ τῷ μεσουρανήματι, κατά τε τὴν δευτέραν τετράμηνον καὶ τὸ μέσον τριτημόριον· πρὸς δὲ τῷ λιβυκῷ ὁρίζοντι, κατὰ τὴν τρίτην τετράμηνον καὶ τὸ ἔσχατον τριτημόριον. τῶν δὲ κατὰ μέρος ἀνέσεων καὶ ἐπιτάσεων ἀπό τε τῶν ἀνὰ μέσον συζυγιῶν, ὅταν κατὰ τῶν τὸ αἴτιον ἐμποιούντων τόπων ἢ τῶν συσχηματιζομένων τόπων αὐτοῖς συμπίπτωσι, καὶ
ἀπὸ τῶν ἄλλων παρόδων, ὅταν οἱ ποιητικοὶ τοῦ προτελέσματος ἀστέρες ἀνατολὰς ἢ δύσεις ἢ στηριγμοὺς ἢ ἀκρονύκτους φάσεις ποιῶνται, συσχηματιζόμενοι τοῖς τὸ αἴτιον ἔχουσι δωδεκατημορίοις· ἐπειδήπερ ἀνατέλλοντες μὲν ἢ στηρίζοντες ἐπιτάσεις ποιοῦνται τῶν συμπτωμάτων, δύνοντες δὲ καὶ ὑπὸ τὰς αὐγὰς ὄντες ἢ ἀκρονύκτους ποιούμενοι προηγήσεις ἄνεσιν τῶν ἀποτελουμένων ποιοῦσιν.

Περὶ τοῦ γένους τῶν διατιθεμένων Τρίτου δʼ ὄντος κεφαλαίου τοῦ γενικοῦ, καθʼ ὃ δεῖ διαλαβεῖν περὶ ποῖα τῶν γενῶν ἀποβήσεται τὸ σύμπτωμα, λαμβάνεται καὶ τοῦτο διὰ τῆς τῶν ζῳδίων ἰδιοτροπίας καὶ μορφώσεως καθʼ ὧν ἂν τύχωσιν ὄντες οἵ τε τῶν ἐκλείψεων τόποι καὶ οἱ τὴν οἰκοδεσποτίαν λαβόντες τῶν ἀστέρων, τῶν τε πλανωμένων καὶ τῶν ἀπλανῶν, τοῦ τε τῆς ἐκλείψεως δωδεκατημορίου καὶ τοῦ κατὰ τὸ κέντρον τὸ πρὸ τῆς ἐκλείψεως. λαμβάνεται δὲ ἡ τούτων οἰκοδεσποτία ἐπὶ μὲν τῶν πλανωμένων ἀστέρων οὕτως. ὁ γὰρ τοὺς πλείστους λόγους ἔχων πρὸς ἀμφοτέρους τοὺς ἐκκειμένους τόπους, τόν τε τῆς ἐκλείψεως καὶ τὸν τοῦ ἑπομένου αὐτῷ κέντρου, κατά τε τὰς ἔγγιστα καὶ φαινομένας συναφὰς ἢ ἀπορροίας καὶ τοὺς λόγους ἔχοντας τῶν συσχηματισμῶν, καὶ ἔτι κατὰ τὴν κυρίαν τῶν τε οἴκων καὶ τριγώνων καὶ ὑψωμάτων ἢ καὶ ὁρίων, ἐκεῖνος λήψεται μόνος τὴν

οἰκοδεσποτίαν· εἰ δὲ μὴ ὁ αὐτὸς εὑρίσκοιτο τῆς τε ἐκλείψεως καὶ τοῦ κέντρου κύριος, δύο τοὺς πρὸς ἑκάτερον τῶν τόπων τὰς πλείους ἔχοντας, ὡς πρόκειται, συνοικειώσεις συμπαραληπτέον, προκρινομένου τοῦ τῆς ἐκλείψεως κυρίου εἰ δὲ πλείους εὑρίσκοιντο καθʼ ἑκάτερον ἐφάμιλλοι, τὸν ἐπικεντρότερον ἢ χρηματιστικώτερον ἢ τῆς αἱρέσεως μᾶλλον ὄντα προκρινοῦμεν εἰς τὴν οἰκοδεσποτίαν. ἐπὶ δὲ τῶν ἀπλανῶν συμπαραληψόμεθα τόν τε αὐτῷ τῷ ἐκλειπτικῷ χρόνῳ συγκεχρηματικότα πρῶτον τῶν λαμπρῶν ἐπὶ τῆς παρῳχημένης κεντρώσεως κατὰ τοὺς διωρισμένους ἡμῖν ἐν τῇ πρώτῃ συντάξει τῶν ἐννέα τρόπων φαινομένους σχηματισμούς, καὶ τὸν ἐν τῇ φαινομένῃ κατὰ τὴν ἐκλειπτικὴν ὥραν διαθέσει, ἤτοι συνανατείλαντα ἢ συμμεσουρανήσαντα τῷ κατὰ τὰ ἑπόμενα κέντρῳ τοῦ τόπου τῆς ἐκλείψεως. Θεωρηθέντων δὲ οὕτως τῶν εἰς τὴν αἰτίαν τοῦ συμπτώματος παραλαμβανομένων ἀστέρων, συνεπισκεψώμεθα καὶ τὰς τῶν ζῳδίων μορφώσεις ἐν οἷς ἥ τε ἔκλειψις καὶ οἱ τὴν κυρίαν λαβόντες ἀστέρες ἔτυχον ὄντες, ὡς ἀπὸ τῆς τούτων ἰδιοτροπίας καὶ τοῦ ποιοῦ τῶν διατιθεμένων γενῶν ὡς ἐπὶ πᾶν λαμβανομένου. τὰ μὲν γὰρ ἀνθρωπόμορφα τῶν ζῳδίων τῶν τε περὶ τὸν διὰ μέσων τῶν ζῳδίων
κύκλον καὶ τῶν κατὰ τοὺς ἀπλανεῖς ἀστέρας, περὶ τὸ τῶν ἀνθρώπων γένος ποιεῖ τὸ ἀποτελούμενον. τῶν δὲ ἄλλων χερσαίων τὰ μὲν τετράποδα περὶ τὰ ὅμοια τῶν ἀλόγων ζῴων, τὰ δὲ ἑρπυστικὰ περὶ τοὺς ὄφεις καὶ τὰ τοιαῦτα. καὶ πάλιν τὰ μὲν θηριώδη περὶ τὰ ἀνήμερα τῶν ζῴων καὶ βλαπτικὰ τοῦ τῶν ἀνθρώπων γένους, τὰ δὲ ἥμερα περὶ τὰ χρηστικὰ καὶ χειροήθη καὶ συνεργητικὰ πρὸς τὰς εὐετηρίας ἀναλόγως τοῖς καθʼ ἕκαστα μορφώμασιν, οἷον ἵππων ἢ βοῶν ἢ προβάτων καὶ τῶν τοιούτων. ἔτι δὲ τῶν χερσαίων τὰ μὲν πρὸς ταῖς ἄρκτοις μᾶλλον περὶ τὰς τῆς γῆς αἰφνιδίους κινήσεις, τὰ δὲ πρὸς μεσημβρίαν περὶ τὰς ἀπροσδοκήτους ἐκ τοῦ ἀέρος ῥύσεις. πάλιν δὲ ἐν μὲν τοῖς τῶν πτερωτῶν μορφώμασιν ὄντες οἱ κύριοι τόποι οἷον Παρθένῳ, Τοξότῃ, Ὄρνιθι, Ἀετῷ καὶ τοῖς τοιούτοις, περὶ τὰ πτηνὰ καὶ μάλιστα τὰ εἰς τροφὴν ἀνθρώπων τὸ σύμπτωμα ποιοῦσιν, ἐν δὲ τοῖς νηκτοῖς περὶ τὰ ἔνυδρα καὶ τοὺς ἰχθῦς. καὶ τούτων ἐν μὲν τοῖς θαλαττίοις, οἷον Καρκίνῳ, Αἰγόκερῳ, Δελφῖνι, περὶ τὰ θαλάττια, καὶ ἔτι τὰς τῶν στολῶν
ἀναγωγάς ἐν δὲ τοῖς ποταμίοις οἷον Ὑδροχόῳ καὶ Ἰχθύσι, περὶ τὰ ποτάμια καὶ τὰ πηγαῖα· κατὰ δὲ τὴν Ἀργὼ περὶ ἀμφότερα τὰ γένη. ὡσαύτως δ̓ ἐν τοῖς τροπικοῖς ἢ ἰσημερινοῖς ὄντες κοινῶς μὲν περὶ τὰ τοῦ ἀέρος καταστήματα καὶ τὰς οἰκείας ἑκάστοις αὐτῶν ὥρας ἀποτελοῦσι τὰς ἐπισημασίας, ἰδίως δὲ καὶ περὶ τὸ ἔαρ καὶ περὶ τὰ ἐκ τῆς γῆς φυόμενα. κατὰ μὲν γὰρ τὴν ἐαρινὴν ἰσημερίαν ὄντες περὶ τοὺς βλαστοὺς τῶν δενδρικῶν καρπῶν, οἷον ἀμπέλου, συκῆς, καὶ τῶν συνακμαζόντων· κατὰ δὲ τὴν θερινὴν τροπὴν περὶ τὰς τῶν καρποφορηθέντων συγκομιδὰς καὶ ἀποθέσεις· ἐν Αἰγύπτῳ δὲ ἰδικῶς καὶ περὶ τὴν τοῦ Νείλου ἀνάβασιν· κατὰ δὲ τὴν μετοπωρινὴν ἰσημερίαν περὶ τὸν σπόρον καὶ τὰ χορτικὰ καὶ τὰ τοιαῦτα· κατὰ δὲ τὴν χειμερινὴν τροπὴν περὶ τὰς λαχανείας καὶ τὰ κατὰ τοῦτον τὸν καιρὸν ἐπιπολάζοντα ὀρνέων ἢ ἰχθύων γένη ἔτι δὲ καὶ τὰ μὲν ἰσημερινὰ τοῖς ἱεροῖς καὶ ταῖς περὶ τοὺς θεοὺς θρησκείαις ἐπισημαίνει· τὰ δὲ τροπικὰ ταῖς τῶν ἀέρων καὶ ταῖς τῶν πολιτικῶν εἰθισμένων μεταβολαῖς· τὰ δὲ στερεὰ τοῖς θεμελίοις καὶ τοῖς οἰκοδομήμασι· τὰ δὲ δίσωμα καὶ τοῖς ἀνθρώποις καὶ τοῖς βασιλεῦσιν. ὁμοίως δὲ καὶ τὰ μὲν πρὸς ταῖς ἀνατολαῖς μᾶλλον ἔχοντα τὴν θέσιν ἐν τῷ χρόνῳ τῆς ἐκλείψεως περὶ τοὺς καρποὺς καὶ τὴν νέαν ἡλικίαν καὶ τοὺς θεμελίους τὸ ἐσόμενον σημαίνει· τὰ δὲ πρὸς τῷ ὑπὲρ γῆν μεσουρανήματι περὶ τὰ ἱερὰ καὶ τοὺς βασιλέας καὶ τὴν μέσην ἡλικίαν· τὰ δὲ πρὸς ταῖς δυσμαῖς περὶ τὰς τῶν
νομίμων μετατροπὰς καὶ τὴν παλαιὰν ἡλικίαν καὶ τοὺς κατοιχομένους. Καὶ περὶ τὸ πόστον δὲ μέρος τοῦ ὑποκειμένου γένους ἡ διάθεσις ἐπελεύσεται, τό τε τῆς ἐπισκοτήσεως τῶν ἐκλείψεων μέγεθος ὑποβάλλει καὶ αἱ τῶν τὸ αἴτιον ἐμποιούντων ἀστέρων πρὸς τὸν ἐκλειπτικὸν τόπον σχέσεις. ἑσπέριοι μὲν γὰρ σχηματιζόμενοι πρὸς τὰς ἡλιακὰς ἐκλείψεις, ἑῷοι δὲ πρὸς τὰς σεληνιακάς, ἐπὶ τὸ ἔλαττον ὡς ἐπὶ πᾶν διατιθέασι· διαμετροῦντες δὲ ἐπὶ τὸ ἥμισυ· ἑῷοι δὲ σχηματιζόμενοι πρὸς τὰς ἡλιακὰς ἢ ἑσπέριοι πρὸς τὰς σεληνιακὰς ἐπὶ τὸ πλεῖον

Περὶ τῆς αὐτοῦ τοῦ ἀποτελέσματος ποιότητος Τέταρτον δʼ ἐστὶ κεφάλαιον τὸ περὶ αὐτῆς τῆς τοῦ ἀποτελέσματος ποιότητος, τουτέστι, πότερον ἀγαθῶν ἢ τῶν ἐναντίων ἐστὶ ποιητικὸν καὶ ποδαπὸν ἐφʼ ἑκάτερον κατὰ τὸ τοῦ εἴδους ἰδιότροπον. τοῦτο δὲ ἀπὸ τῆς τῶν οἰκοδεσποτησάντων ἀστέρων τοὺς κυρίους τόπους ποιητικῆς φύσεως καταλαμβάνεται καὶ τῆς συγκράσεως τῆς τε πρὸς ἀλλήλους καὶ τοὺς τόπους καθʼ ὧν ἂν ὦσι τετυχηκότες. ὁ μὲν γὰρ ἥλιος καὶ ἡ σελήνη διατάκται καὶ ὥσπερ ἡγεμόνες

εἰσὶ τῶν ἄλλων, αὐτοὶ αἴτιοι γενόμενοι τοῦ τε κατὰ τὴν ἐνέργειαν ὅλου καὶ τῆς τῶν ἀστέρων οἰκοδεσποτίας καὶ ἔτι τῆς τῶν οἰκοδεσποτησάντων ἰσχύος ἢ ἀδρανείας. ἡ δὲ τῶν τὴν κυρίαν λαβόντων συγκρατικὴ θεωρία τὴν τῶν ἀποτελεσμάτων δείκνυσι ποιότητα. Ἀρξόμεθα δὲ τῆς καθʼ ἕκαστον τῶν πλανωμένων ποιητικῆς ἰδιοτροπίας, ἐκεῖνο κοινῶς προεκθέμενοι ἔτι τῆς κεφαλαιώδους ὑπομνήσεως ἕνεκεν ὡς ὅταν καθʼ ὅλου τινὰ λέγωμεν τῶν πέντε ἀστέρων τὴν κρᾶσιν καὶ τὸ ποιητικὸν τῆς ὁμοίας φύσεως ὑποληπτέον, ἐάν τε αὐτὸς ἐν τῇ ἰδίᾳ ᾖ καταστάσει, ἐάν τε καὶ τῶν ἀπλανῶν τις ἢ τῶν τοῦ ζωδιακοῦ τόπων κατὰ τὴν οἰκείαν αὐτοῦ κρᾶσιν θεωρῆται· καθάπερ ἂν εἰ τῶν φύσεων καὶ τῶν ποιοτήτων αὐτῶν καὶ μὴ τῶν ἀστέρων ἐτύγχανον αἱ προσηγορίαι καὶ ὅτι ἐν ταῖς συγκράσεσι πάλιν οὐ μόνον τὴν πρός ἀλλήλους τῶν πλανωμένων μῖξιν δεῖ σκοπεῖν, ἀλλὰ καὶ τὴν πρὸς τοὺς τῆς αὐτῆς φύσεως κεκοινωνηκότας ἤτοι ἀπλανεῖς ἀστέρας ἢ τόπους τοῦ ζωδιακοῦ κατὰ τὰς ἀποδεδειγμένας αὐτῶν πρὸς τοὺς πλάνητας συνοικειώσεις. Ὁ μὲν οὖν τοῦ Κρόνου ἀστὴρ μόνος τὴν οἰκοδεσποτίαν λαβὼν καθʼ ὅλου μὲν φθορᾶς τῆς κατὰ
ψύξιν ἐστὶν αἴτιος· ἰδίως δὲ περὶ μὲν ἀνθρώπους γινομένου τοῦ συμπτώματος νόσους μακρὰς καὶ φθίσεις καὶ συντήξεις καὶ ὑγρῶν ὀχλήσεις καὶ ῥευματισμοὺς καὶ τεταρταϊκὰς ἐπισημασίας, φυγαδείας τε καὶ ἀπορίας καὶ συνοχὰς καὶ πένθη καὶ φόβους καὶ θανάτους μάλιστα τῶν τῇ ἡλικίᾳ προβεβηκότων ἐμποιεῖ. τῶν δὲ ἀλόγων ζῴων περὶ τὰ εὔχρηστα ὡς ἐπὶ πᾶν, σπάνιν τε καὶ τῶν ὄντων φθορὰς σωματικὰς καὶ νοσοποιούς, ὑφ̓ ὧν καὶ οἱ χρησάμενοι τῶν ἀνθρώπων συνδιατιθέμενοι διαφθείρονται. περὶ δὲ τὴν τοῦ ἀέρος κατάστασιν ψύχη φοβερὰ παγώδη καὶ ὁμιχλώδη καὶ λοιμικά, δυσαερίας τε καὶ συννεφίας καὶ ζόφους· ἔτι δὲ νιφετῶν πλῆθος οὐκ ἀγαθῶν ἀλλὰ φθοροποιῶν, ἀφ̓ ὧν καὶ τὰ κακοῦντα τὴν ἀνθρωπίνην φύσιν τῶν ἑρπετῶν συγκρίνεται. περὶ δὲ ποταμοὺς ἢ θαλάττας κοινῶς μὲν χειμῶνας καὶ στόλων ναυάγια καὶ δυσπλοίας καὶ τῶν ἰχθύων ἔνδειαν καὶ φθοράν, ἰδίως δὲ ἐν μὲν θαλάτταις ἀμπώτεις καὶ παλιρροίας, ἐπὶ δὲ ποταμῶν ὑπερμετρίαν καὶ κάκωσιν τῶν ποταμίων ὑδάτων. πρὸς δὲ τοὺς τῆς γῆς καρποὺς ἔνδειαν καὶ σπάνιν καὶ ἀπώλειαν μάλιστα τῶν εἰς τὰς ἀναγκαίας χρείας γινομένων ἤτοι ὑπὸ κάμπης ἢ ἀκρίδος ἢ κατακλυσμῶν ὑδάτων ἢ ὄμβρων ἐπιφορᾶς ἢ χαλάζης ἢ τῶν τοιούτων, ὡς καὶ μέχρι λιμοῦ φθάνειν καὶ τῆς τοιαύτης τῶν ἀνθρώπων ἀπωλείας.
Ὁ δὲ τοῦ Διὸς μόνος τὴν κυρίαν λαχὼν καθʼ ὅλου μὲν αὐξήσεώς ἐστι ποιητικός, ἰδίως δὲ περὶ μὲν ἀνθρώπους γενομένου τοῦ ἀποτελέσματος δόξας ἀποτελεῖ καὶ εὐετηρίας καὶ εὐθηνίας καὶ καταστάσεις εἰρηνικὰς καὶ τῶν ἐπιτηδείων αὐξήσεις, εὐεξίας τε σωματικὰς καὶ ψυχικάς· ἔτι δὲ εὐεργεσίας τε καὶ δωρεὰς ἀπὸ τῶν βασιλευόντων, αὐτῶν τε ἐκείνων αὐξήσεις καὶ μεγαλειότητας καὶ μεγαλοψυχίας. καθʼ ὅλου τε εὐδαιμονίας ἐστὶν αἴτιος. περὶ δὲ τὰ ἄλογα ζῷα τῶν μὲν εἰς χρῆσιν ἀνθρωπίνην δαψίλειαν καὶ πολυπληθίαν ποιεῖ, τῶν δὲ εἰς τὸ ἐναντίον φθοράν τε καὶ ἀπώλειαν. εὔκρατον δὲ τὴν τῶν ἀέρων κατάστασιν καὶ ὑγιεινὴν καὶ πνευματώδη καὶ ὑγρὰν καὶ θρεπτικὴν τῶν ἐπιγείων ἀπεργάζεται, στόλων τε εὐπλοίας καὶ ποταμῶν συμμέτρους ἀναβάσεις καὶ τῶν καρπῶν δαψίλειαν καὶ ὅσα τούτοις παραπλήσια. Ὁ δὲ τοῦ Ἄρεως μόνος τὴν οἰκοδεσποτίαν λαβὼν καθʼ ὅλου μὲν τῆς κατὰ ξηρασίαν φθορᾶς ἐστιν αἴτιος, ἰδίως δὲ περὶ μὲν ἀνθρώπους γινομένου τοῦ συμπτώματος πολέμους ἐμποιεῖ καὶ στάσεις ἐμφυλίους καὶ αἰχμαλωσίας καὶ ἀνδραποδισμοὺς καὶ ἐπαναστάσεις καὶ χόλους ἡγεμόνων τούς τε διὰ τῶν τοιούτων θανάτους αἰφνιδίους, ἔτι δὲ νόσους πυρεκτικὰς καὶ τριταϊκὰς ἐπισημασίας καὶ αἱμάτων ἀναγωγὰς καὶ ὀξείας βιαιοθανασίας μάλιστα τῶν ἀκμαίων· ὁμοίως δὲ βίας τε καὶ
ὕβρεις καὶ παρανομίας ἐμπρήσεις τε καὶ ἀνδροφονίας καὶ ἁρπαγὰς καὶ ληστείας· περὶ δὲ τὴν τοῦ ἀέρος κατάστασιν καύσωνας καὶ πνεύματα θερμὰ λοιμικὰ καὶ συντηκτικὰ κεραυνῶν τε ἀφέσεις καὶ πρηστήρων καὶ ἀνομβρίας· περὶ δὲ θάλατταν στόλων μὲν αἰφνίδια ναυάγια διὰ πνευμάτων ἀτάκτων ἢ κεραυνῶν ἢ τῶν τοιούτων, ποταμῶν δὲ λειψυδρίας καὶ ἀναξηράνσεις πηγῶν καὶ φθορὰν τῶν ποτίμων ὑδάτων· περὶ δὲ τὰ ἐπὶ τῆς γῆς ἐπιτήδεια πρὸς χρῆσιν ἀνθρωπίνην τῶν τε ἀλόγων ζῴων καὶ τῶν ἐκ τῆς γῆς φυομένων σπάνιν καὶ φθορὰν καρπῶν τὴν γινομένην ἤτοι ἐκ τῶν τοῦ καύματος καταφλέξεων ἢ βρούχου ἢ τῆς τῶν πνευμάτων ἐκτινάξεως ἢ ἐκ τῆς ἐν ταῖς ἀποθέσεσι συγκαύσεως. Ὁ δὲ τῆς Ἀφροδίτης μόνος κύριος γενόμενος τοῦ συμβαίνοντος καθʼ ὅλου μὲν τὰ παραπλήσια τῷ τοῦ Διὸς μετά τινος ἐπαφροδισίας ἀποτελεῖ, ἰδίως δὲ περὶ μὲν ἀνθρώπους δόξας καὶ τιμὰς καὶ εὐφροσύνας καὶ εὐετηρίας εὐγαμίας τε καὶ πολυτεκνίας καὶ εὐαρεστήσεις πρὸς πᾶσαν συναρμογὴν καὶ τῶν κτήσεων συναυξήσεις καὶ διαίτας καθαρίους καὶ εὐαγωγοὺς καὶ πρὸς τὰ σεβάσμια τιμητικάς· ἔτι δὲ σωματικὰς εὐεξίας καὶ πρὸς τοὺς ἡγεμονεύοντας συνοικειώσεις καὶ τῶν ἀρχόντων ἐπαφροδισίας· περὶ δὲ τὰ τοῦ ἀέρος πνεύματα εὐκρασίας καὶ διύγρων καὶ θρεπτικωτάτων καταστάσεις εὐαερίας
τε καὶ αἰθρίας καὶ ὑδάτων γονίμων δαψιλεῖς ἐπομβρίας, στόλων τε εὐπλοίας καὶ ἐπιτυχίας καὶ ἐπικερδίας καὶ ποταμῶν πλήρεις ἀναβάσεις· ἔτι δὲ τῶν εὐχρήστων ζῴων καὶ τῶν τῆς γῆς καρπῶν μάλιστα δαψίλειαν καὶ εὐφορίαν καὶ ὄνησιν ἐμποιεῖ. Ὁ δὲ τοῦ Ἑρμοῦ τὴν οἰκοδεσποτίαν λαβὼν καθ̓ ὅλου μέν, ὡς ἂν ᾖ συγκιρνάμενος ἑκάστῳ τῶν ἄλλων, συνοικειοῦται ταῖς ἐκείνων φύσεσιν· ἰδίως δέ ἐστι πάντων μᾶλλον συγκινητικὸς καὶ ἐν μὲν ἀνθρωπίνοις ἀποτελέσμασιν ὀξὺς καὶ πρακτικώτατος καὶ πρὸς τὸ ὑποκείμενον εὐμήχανος, ληστηρίων δὲ καὶ κλοπῶν καὶ πειρατικῶν ἐφόδων καὶ ἐπιθέσεων, ἔτι δὲ δυσπλοίας ποιητικὸς ἐν τοῖς πρὸς τοὺς κακοποιοὺς σχηματισμοῖς, νόσων τε αἴτιος ξηρῶν καὶ ἀμφημερινῶν ἐπισημασιῶν καὶ βηχικῶν καὶ ἀναφορικῶν καὶ φθίσεων· ἀποτελεστικός τε καὶ τῶν περὶ τὸν ἱερατικὸν λόγον καὶ τὰς τῶν θεῶν θρησκείας καὶ τὰς βασιλικὰς προσόδους ἐπισυμβαινόντων καὶ τῆς τῶν ἐθίμων ἢ νομίμων κατὰ καιροὺς ἐναλλοιώσεως οἰκείως τῇ πρὸς αὐτοὺς ἑκάστοτε τῶν ἀστέρων συγκράσει. πρὸς δὲ τὸ περιέχον μᾶλλον ξηρὸς ὢν καὶ εὐκίνητος διὰ τὴν πρὸς τὸν ἥλιον ἐγγύτητα καὶ τὸ τάχος τῆς ἀνακυκλήσεως πνευμάτων ἀτάκτων καὶ ὀξέων καὶ εὐμεταβόλων μάλιστα κινητικὸς ὑπάρχει, βροντῶν τε εἰκότως καὶ πρηστήρων καὶ χασμάτων καὶ σεισμῶν καὶ ἀστραπῶν ἀποτελεστικός· τῆς τε διὰ τούτων ἐνίοτε περὶ τὰ τῶν ζῴων
καὶ τῶν φυτῶν εὔχρηστα φθορᾶς ποιητικός, ὑδάτων τε καὶ ποταμῶν ἐν μὲν ταῖς δύσεσι στερητικός, ἐν δὲ ταῖς ἀνατολαῖς πληρωτικός. Ἰδίως μὲν οὖν τῆς οἰκείας φύσεως ἐπιτυχὼν ἕκαστος τὰ τοιαῦτα ἀποτελεῖ, συγκιρνάμενος δὲ ἄλλος ἄλλῳ κατὰ τοὺς συσχηματισμοὺς καὶ τὰς τῶν ζῳδίων ἐναλλοιώσεις καὶ τὰς πρὸς ἥλιον φάσεις, ἀναλόγως τε καὶ τὴν ἐν τοῖς ἐνεργήμασι σύγκρασιν λαμβάνων, καὶ μεμιγμένην ἐκ τῶν κεκοινωνηκυιῶν φύσεων τὴν περὶ τὸ ἀποτελούμενον ἰδιοτροπίαν ποικίλην οὖσαν ἀπεργάζεται· ἀπείρου δὲ ὄντος καὶ ἀδυνάτου τοῦ καθʼ ἑκάστην σύγκρασιν τὸ ἴδιον ὑπομνηματίζειν ἀποτέλεσμα καὶ πάντας ἁπλῶς τοὺς καθʼ ὁποιονουνδήποτε τρόπον συσχηματισμοὺς διεξελθεῖν οὕτω γε πολυμερῶς νοουμένους, εἰκότως ἂν καταλειφθείη τὸ τοιοῦτον εἶδος ἐπὶ τῇ τοῦ μαθηματικοῦ πρὸς τὰς κατὰ μέρος διακρίσεις ἐπιβολῇ καὶ ἐπινοίᾳ. Παρατηρεῖν δὲ δεῖ καὶ πῶς ἔχουσι οἰκειώσεως οἱ τοῦ προτελέσματος τὴν κυρίαν λαβόντες ἀστέρες πρὸς αὐτὰς τὰς χώρας ἢ τὰς πόλεις αἷς τὸ σύμπτωμα διασημαίνεται· ἀγαθοποιοὶ μὲν γὰρ ὄντες ἀστέρες καὶ συνοικειούμενοι τοῖς διατιθεμένοις καὶ μὴ καθυπερτερούμενοι ὑπὸ τῶν τῆς ἐναντίας αἱρέσεως ἔτι μᾶλλον ἀπεργάζονται τὸ κατὰ τὴν οἰκείαν φύσιν
ὠφέλιμον, ὥσπερ μὴ συνοικειούμενοι ἢ καθυπερτερούμενοι ὑπὸ τῶν ἀντικειμένων ἧττον ὠφελοῦσι. τῆς δὲ βλαπτικῆς κράσεως ὄντες καὶ τὴν κυρίαν λαβόντες τοῦ προτελέσματος, ἐὰν μὲν συνοικειούμενοι τοῖς διατιθεμένοις τύχωσιν ἢ καθυπερτερηθῶσιν ὑπὸ τῶν τῆς ἐναντίας αἱρέσεως, ἧττον βλάπτουσιν· ἐὰν δὲ μήτε τὴν οἰκοδεσποτίαν ἔχωσι τῶν χωρῶν μήτε καθυπερτερῶνται ὑπὸ τῶν οἰκείως πρὸς αὐτὰς ἐχόντων, σφοδρότερον τὸ ἐκ τῆς κράσεως φθοροποιὸν ἐπισκήπτουσιν. ὡς ἐπὶ πᾶν μέντοι συνεμπίπτουσι τοῖς καθολικοῖς πάθεσιν ἐκεῖνοι τῶν ἀνθρώπων ὅσοι ποτʼ ἂν κατὰ τὰς ἰδίας γενέσεις τοὺς ἀναγκαιοτάτους τόπους, λέγω δὴ τοὺς φωσφοροῦντας ἢ τοὺς τῶν κέντρων, τοὺς αὐτοὺς τύχωσιν ἔχοντες τοῖς τὸ αἴτιον ἐμποιήσασι τῶν καθολικῶν συμπτωμάτων, τουτέστι τοῖς ἐκλειπτικοῖς ἢ καὶ τοῖς τούτων διαμέτροις. τούτων δὲ ἐπισφαλέσταται μάλιστα καὶ δυσφύλακτοι τυγχάνουσιν αἱ μοιρικαὶ καθέξεις ἢ διαμετρήσεις τῶν ἐκλειπτικῶν τόπων πρὸς ὁπότερον τῶν φωτῶν.

Περὶ χρωμάτων τῶν ἐκλείψεων καὶ κομητῶν καὶ τῶν τοιούτων Τηρητέον δὲ πρὸς τὰς καθʼ ὅλου περιστάσεις καὶ τὰ περὶ τὰς ἐκλείψεις χρώματα ἤτοι τῶν φωτῶν

αὐτῶν ἢ τῶν περὶ αὐτὰ γινομένων συστημάτων, οἶον ῥάβδων ἢ ἅλων ἢ τῶν τοιούτων. μέλανα μὲν γὰρ ἢ ὑπόχλωρα φανέντα σημαντικὰ γίνεται τῶν ἐπὶ τῆς τοῦ Κρόνου φύσεως εἰρημένων· λευκὰ δὲ τῶν ἐπὶ τῆς τοῦ Διός· ὑπόκιρρα δὲ τῶν ἐπὶ τῆς τοῦ Ἄρεως· ξανθὰ δὲ τῶν ἐπὶ τοῦ τῆς Ἀφροδίτης· ποικίλα δὲ τῶν ἐπὶ τῆς τοῦ Ἑρμοῦ. κἂν μὲν ἐν ὅλοις τοῖς σώμασι τῶν φωτῶν ἢ ἐν ὅλοις τοῖς περὶ αὐτὰ τόποις τὸ γινόμενον ἰδίωμα τῆς χροιᾶς φαίνηται, περὶ τὰ πλεῖστα μέρη τῶν χωρῶν ἔσται τὸ ἀποτελεσθησόμενον ἐὰν δὲ ἀπὸ μέρους οἱουδήποτε, περὶ ἐκεῖνο μόνον τὸ μέρος, καθʼ οὗ ἂν καὶ ἡ πρόσνευσις τοῦ ἰδιώματος γίνηται. Τηρητέον δὲ ἔτι καὶ τὰς συνισταμένας ἤτοι κατὰ τοὺς ἐκλειπτικοὺς καιροὺς ἢ καὶ ὁτεδήποτε κομητῶν ἐπιφανείας πρὸς τὰς καθʼ ὅλου περιστάσεις, οἷον τῶν καλουμένων δοκίδων ἢ σαλπίγγων ἢ πίθων καὶ τῶν τοιούτων, ὡς ἀποτελεσματικὰς μὲν φύσει τῶν ἐπὶ τοῦ Ἄρεως καὶ τῶν τοῦ Ἑρμοῦ ἰδιωμάτων καὶ πολέμων δὲ καὶ καυσώδων ἢ κινητικῶν καταστημάτων καὶ τῶν τούτοις ἐπισυμβαινόντων, δηλούσας δὲ διὰ μὲν τῶν τοῦ ζωδιακοῦ μερῶν, καθʼ ὧν ἂν οἱ συστάσεις αὐτῶν φαίνωνται, καὶ τῶν κατὰ τὰ
σχήματα τῆς κόμης προσνεύσεων τοὺς τόπους οἷς ἐπισκήπτουσι τὰ συμπτώματα· διὰ δὲ τῶν αὐτῆς τῆς συστάσεως ὥσπερ μορφώσεων τὸ εἶδος τοῦ ἀποτελέσματος καὶ τὸ γένος περὶ ὃ τὸ πάθος ἀποβήσεται· διὰ δὲ τοῦ χρόνου τῆς ἐπιμονῆς τὴν παράτασιν τῶν συμπτωμάτων· διὰ δὲ τῆς πρὸς τὸν ἥλιον σχέσεως καὶ τὴν καταρχήν, ἐπειδήπερ ἑῷοι μὲν ἐπὶ πολὺ φαινόμεναι τάχιον ἐπισημαίνουσιν, ἑσπέριοι δὲ βράδιον.

Περὶ τῆς τοῦ ἔτους νουμηνίας Δεδειγμένης δὲ τῆς ἐφόδου τῆς περὶ τὰς καθ̓ ὅλου περιστάσεις χωρῶν τε καὶ πόλεων, λοιπὸν ἂν εἴη καὶ περὶ τῶν λεπτομερεστέρων ὑπομνηματίσασθαι· λέγω δὲ τῶν ἐνιαυσίως περὶ τὰς ὥρας ἀποτελουμένων, πρὸς ἢν ἐπίσκεψιν καὶ περὶ τῆς καλουμένης τοῦ ἔτους νουμηνίας ἁρμόζον ἂν εἴη προδιαλαβεῖν. ὅτι μὲν οὖν ἀρχὴν ταύτην εἶναι προσήκει τῆς τοῦ ἡλίου καθʼ ἑκάστην περιστροφὴν ἀποκαταστάσεως, δῆλόν ἐστιν αὐτόθεν καὶ ἀπὸ τῆς δυνάμεως καὶ ἀπὸ τῆς ὀνομασίας. τίνα δʼ ἄν τις ἀρχὴν ὑποστήσαιτο ἐν κύκλῳ μὲν αὐτὸ μόνον ἁπλῶς οὐδʼ ἂν ἐπινοήσειεν, ἐν δὲ τῷ διὰ μέσον τῶν ζῳδίων μόνας ἂν εἰκότως ἀρχὰς λάβοι τὰ ὑπὸ τοῦ ἰσημερινοῦ καὶ τῶν τροπικῶν ἀφοριζόμενα σημεῖα, τουτέστι τά τε δύο ἰσημερινὰ καὶ τὰ δύο τροπικά. ἐνταῦθα μέντοι τις ἀπορήσειεν ἂν ἤδη, τίνι τῶν

τεττάρων ὡς προηγουμένῳ χρήσαιτο. κατὰ μὲν οὖν τὴν ἁπλῆν καὶ κυκλικὴν φύσιν οὐδὲν αὐτῶν ἐστιν ὡς ἐπὶ μιᾶς ἀρχῆς προηγούμενον· κέχρηνται δὲ οἱ περὶ τούτων γράψαντες, ἕν τι ὑποτιθέμενοι διαφόρως, ἐκάστῳ τῶν τεττάρων ὡς ἀρχὴν κατά τινας οἰκείους λόγους καὶ φυσικὰς συμπαθείας ἐνεχθέντες. καὶ γὰρ ἔχει τι τῶν μερῶν τούτων ἕκαστον ἐξαίρετον ἀφʼ οὗ ἂν ἀρχὴ καὶ νέον ἔτος εἰκότως νομίζοιτο· τὸ μὲν ἐαρινὸν ἰσημερινὸν διά τε τὸ πρώτως τότε μείζονα τὴν ἡμέραν τῆς νυκτὸς ἄρχεσθαι γίνεσθαι καὶ διὰ τὸ τῆς ὑγρᾶς ὥρας εἶναι, ταύτην δὲ τὴν φύσιν, ὡς καὶ πρότερον ἔφαμεν, ἀρχομέναις ταῖς γενέσεσι πλείστην ἐνυπάρχειν· τὸ δὲ θερινὸν τροπικὸν διὰ τὸ κατʼ αὐτὸ τὴν μεγίστην ἡμέραν ἀποτελεῖσθαι, παρὰ δὲ Αἰγυπτίοις καὶ τὴν τοῦ Νείλου ἀνάβασιν καὶ κυνὸς ἄστρου ἐπιτολὴν ἐπισημαίνειν· τὸ δὲ μετοπωρινὸν ἰσημερινὸν διὰ τὸ γεγονέναι πάντων ἤδη τῶν καρπῶν συγκομιδήν, τότε δὲ ἀπʼ ἄλλης ἀρχῆς τὸν τῶν ἐσομένων σπόρον καταβάλλεσθαι· τὸ δὲ χειμερινὸν τροπικὸν διὰ τὸ πρῶτον ἄρχεσθαι τότε τὸ μέγεθος τῆς ἡμέρας ἀπὸ μειώσεως αὔξησιν λαμβάνειν. οἰκειότερον δέ μοι δοκεῖ καὶ φυσικώτερον πρὸς τὰς ἐνιαυσίους ἐπισκέψεις ταῖς τέτταρσιν ἀρχαῖς χρῆσθαι, παρατηροῦντας
τὰς ἔγγιστα αὐτῶν προγινομένας ἡλίου καὶ σελήνης συζυγίας συνοδικὰς ἢ πανσεληνιακάς, καὶ μάλιστα πάλιν τούτων τὰς ἐκλειπτικάς, ἴνα ἀπὸ μὲν τῆς ἐν τῇ περὶ Κριὸν ἀρχῆς τὸ ἔαρ ὁποῖον ἔσται διασκεπτώμεθα, ἀπὸ δὲ τῆς περὶ τὸν Καρκίνον τὸ θέρος, ἀπὸ δὲ τῆς περὶ τὰς Χηλὰς τὸ μετόπωρον, ἀπὸ δὲ τῆς περὶ τὸν Αἰγόκερων τὸν χειμῶνα. τὰς μὲν γὰρ καθʼ ὅλου τῶν ὡρῶν ποιότητας καὶ καταστάσεις ὁ ἥλιος ποιεῖ, καθʼ ἃς καὶ οἱ παντελῶς ἄπειροι μαθημάτων πρόγνωσιν ἔχουσι τοῦ μέλλοντος. Ἔτι δὲ καὶ τὰς τῶν ζῳδίων ἰδιοτροπίας εἴς τε τὰς παρασημασίας ἀνέμων τε καὶ τῶν ὁλοσχερεστέρων φύσεων παραληπτέον. τὰς δʼ ἐν τῷ μᾶλλον ἢ ἧττον κατὰ καιροὺς ἐναλλοιώσεις καθʼ ὅλου μὲν πάλιν αἱ περὶ τὰ προειρημένα σημεῖα γινόμεναι συζυγίαι καὶ οἱ τῶν πλανήτων πρὸς αὐτὰς σχηματισμοὶ δεικνύουσι, κατὰ μέρος δὲ καὶ αἱ καθʼ ἕκαστον δωδεκατημόριον σύνοδοι καὶ πανσέληνοι καὶ τῶν ἀστέρων ἐπιπορεύσεις, ἢν δὴ μηνιαίαν ἐπίσκεψιν ἄν τις προσαγορεύοι. Προεκτεθῆναι δʼ ὀφειλόντων εἰς τοῦτο καὶ τῶν ἐν μέρει κατὰ ζῴδιον πρὸς τὰ ἐνιαύσια καταστήματα τῶν φυσικῶν ἰδιωμάτων καὶ ἔτι τῶν καθʼ ἕκαστον
ἀστέρων, τὴν μὲν τῶν πλανήτων καὶ τῶν τῆς ὁμοίας κράσεως ἀπλανῶν πρὸς τοὺς ἀέρας τε καὶ τοὺς ἀνέμους συνοικείωσιν καὶ ἔτι τὴν τῶν ὅλων δωδεκατημορίων πρός τε τοὺς ἀνέμους καὶ τὰς ὥρας, ἕκαστα δεδηλώκαμεν ἐν τοῖς ἔμπροσθεν. ὑπόλοιπον δʼ ἂν εἴη καὶ περὶ τῆς ἐπὶ μέρους τῶν ζῳδίων φύσεως εἰπεῖν.

Περὶ τῆς μερικῆς πρὸς τὰ καταστήματα φύσεως τῶν ζῳδίων Τὸ μὲν οὖν τοῦ Κριοῦ δωδεκατημόριον καθʼ ὅλου μέν ἐστι διὰ τὴν ἰσημερινὴν ἐπισημασίαν βροντῶδες ἢ χαλαζῶδες· κατὰ μέρος δὲ ἐν τῷ μᾶλλον καὶ ἧττον ἀπὸ τῆς τῶν κατὰ τῶν ἀπλανῶν ἀστέρων ἰδιότητος τὰ μὲν προηγούμενα αὐτοῦ ὀμβρώδη καὶ ἀνεμώδη, τὰ δὲ μέσα εὔκρατα, τὰ δʼ ἑπόμενα καυσώδη καὶ λοιμικά, τὰ δὲ βόρεια καυματώδη καὶ φθαρτικά, τὰ δὲ νότια κρυσταλλώδη καὶ ὑπόψυχρα. Τὸ δὲ τοῦ Ταύρου δωδεκατημόριον καθʼ ὅλου μέν ἐστιν ἐπισημαντικὸν ἀμφοτέρων τῶν κράσεων καὶ ὑπόθερμον, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ, καὶ μάλιστα τὰ κατὰ τὴν Πλειάδα, σεισμώδη καὶ πνευματώδη καὶ ὁμιχλώδη, τὰ δὲ μέσα ὑγραντικὰ καὶ ψυχρά, τὰ δὲ ἑπόμενα κατὰ τὴν

Ὑάδα πυρώδη καὶ κεραυνώδη καὶ ἀστραπῶν ποιητικά· τὰ δὲ βόρεια εὔκρατα, τὰ δὲ νότια κινητικὰ καὶ ἄτακτα. Τὸ δὲ τῶν Διδύμων δωδεκατημόριον καθʼ ὅλου μέν ἐστιν εὐκρασίας ποιητικόν, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ δίυγρα καὶ φθαρτικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα μεμιγμένα καὶ ἄτακτα· τὰ δὲ βόρεια πνευματώδη καὶ σεισμοποιά, τὰ δὲ νότια ξηρὰ καὶ καυσώδη. Τὸ δὲ τοῦ Καρκίνου δωδεκατημόριον καθʼ ὅλου μέν ἐστιν εὔδιον καὶ θερμόν, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ καὶ κατὰ τὴν Φάτνην πνιγώδη καὶ σεισμοποιὰ καὶ ἀχλυώδη, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἐπόμενα πνευματώδη· τὰ δὲ βόρεια καὶ τὰ νότια ἔκπυρα καὶ καυσώδη. Τὸ δὲ τοῦ Λέοντος δωδεκατημόριον καθʼ ὅλου μέν ἐστι καυματῶδες καὶ πνιγῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ πνιγώδη καὶ λοιμικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα ἔνικμα καὶ φθοροποιά· τὰ δὲ βόρεια κινητικὰ καὶ πυρώδη, τὰ δὲ νότια δίυγρα. Τὸ δὲ τῆς Παρθένου δωδεκατημόριον καθʼ ὅλου μέν ἐστι δίυγρον καὶ βροντῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ θερμότερα καὶ φθαρτικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα ὑδατώδη· τὰ δὲ βόρεια πνευματώδη, τὰ δὲ νότια εὔκρατα.
Τὸ δὲ τῶν Χηλῶν δωδεκατημόριον καθʼ ὅλου μέν ἐστι τρεπτικὸν καὶ μεταβολικόν, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ καὶ τὰ μέσα ἐστὶν εὔκρατα, τὰ δὲ ἑπόμενα ὑδατώδη· τὰ δὲ βόρεια πνευματώδη, τὰ δὲ νότια ἔνικμα καὶ λοιμικά. Τὸ δὲ τοῦ Σκορπίου δωδεκατημόριον καθʼ ὅλου μέν ἐστι βροντῶδες καὶ πυρῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ νιφετώδη, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα σεισμώδη· τὰ δὲ βόρεια καυσώδη, τὰ δὲ νότια ἔνικμα. Τὸ δὲ τοῦ Τοξότου δωδεκατημόριον καθʼ ὅλου μέν ἐστι πνευματῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ δίυγρα, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα πυρώδη· τὰ δὲ βόρεια πνευματώδη, τὰ δὲ νότια κάθυγρα καὶ μεταβολικά. Τὸ δὲ τοῦ Αἰγόκερω δωδεκατημόριον καθʼ ὅλου μέν ἐστι κάθυγρον, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ καυσώδη καὶ φθαρτικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα ὄμβρων κινητικά· τὰ δὲ βόρεια καὶ τὰ νότια κάθυγρα καὶ φθαρτικά. Τὸ δὲ τοῦ Ὑδροχόου δωδεκατημόριον καθʼ ὅλου μέν ἐστι ψυχρὸν καὶ ὑδατῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ κάθυγρα, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα πνευματώδη· τὰ δὲ βόρεια καυσώδη, τὰ δὲ νότια νιφετώδη. Τὸ δὲ τῶν Ἰχθύων δωδεκατημόριον καθʼ ὅλου μέν ἐστι ψυχρὸν καὶ πνευματῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ εὔκρατα, τὰ δὲ μέσα κάθυγρα, τὰ δὲ ἑπόμενα καυσώδη· τὰ δὲ βόρεια πνευματώδη, τὰ δὲ νότια ὑδατώδη.

Περὶ τῆς ἐπὶ μέρους τῶν καταστημάτων ἐπισκέψεως Τούτων δὲ οὕτως προεκτεθειμένων αἱ κατὰ μέρος ἔφοδοι τῶν ἐπισημασιῶν περιέχουσι τὸν τρόπον τοῦτον. μία μὲν γάρ ἐστιν ἡ ὁλοσχερέστερον πρὸς τὰ τεταρτημόρια νοουμένη, καθʼ ἣν τηρεῖν, ὡς ἔφαμεν, δεήσει τὰς γινομένας ἔγγιστα πρὸ τῶν τροπικῶν καὶ ἰσημερινῶν σημείων συνόδους ἢ καὶ πανσελήνους, καὶ κατὰ τὴν μοῖραν ἤτοι συνοδικὴν ἢ πανσεληνιακὴν τὴν ἐν ἑκάστῳ τῶν ἐπιζητουμένων κλιμάτων τὰ κέντρα ὡς ἐπὶ γενέσεως διατιθέναι· ἔπειτα τοὺς οἰκοδεσπότας λαμβάνειν τοῦ τε συνοδικοῦ ἢ πανσεληνιακοῦ τόπου καὶ τοῦ ἑπομένου αὐτῷ κέντρου κατὰ τὸν ὑποδεδειγμένον ἡμῖν τρόπον ἐν τοῖς ἔμπροσθεν περὶ τῶν ἐκλείψεων, καὶ οὕτως τὸ μὲν καθʼ ὅλου θεωρεῖν ἐκ τῆς τῶν τεταρτημορίων

ἰδιότητος, τὸ δὲ μᾶλλον ἢ ἧττον ἐπιτάσεων καὶ ἀνέσεων ἐκ τῆς τῶν οἰκοδεσποτησάντων φύσεως διαλαμβάνοντας ποίας τε ποιότητός εἰσι καὶ ποίων καταστημάτων κινητικοί. Δευτέρα δʼ ἐστὶν ἔφοδος ἡ μηνιαία, καθʼ ἣν δεήσει τὰς καθʼ ἕκαστον δωδεκατημόριον προσγινομένας συνόδους ἢ πανσελήνους κατὰ τὸν αὐτὸν τρόπον ἐπισκοπεῖν, ἐκεῖνο μόνον τηροῦντας, ἵνα συνόδου μὲν ἐμπεσούσης τῆς ἔγγιστα τοῦ παρῳχημένου τροπικοῦ ἢ ἰσημερινοῦ σημείου καὶ ταῖς μέχρι τοῦ ἐφεξῆς τεταρτημορίου συνόδοις χρησώμεθα, πανσελήνου δὲ πανσελήνοις· ἐπισκοπεῖν δὲ ὁμοίως τὰ κέντρα καὶ τοὺς οἰκοδεσπότας ἀμφοτέρων τῶν τόπων καὶ μάλιστα τὰς ἔγγιστα φάσεις συναφάς τε καὶ ἀπορροίας τῶν πλανωμένων ἀστέρων, τάς τε ἰδιότητας αὐτῶν καὶ τῶν τόπων, καὶ ποίων ἀνέμων εἰσὶ κινητικοὶ αὐτοί τε καὶ τὰ μέρη τῶν ζῳδίων καθʼ ὧν ἂν τύχωσιν· ἔτι δὲ καὶ ᾧ τὸ πλάτος τῆς σελήνης ἀνέμῳ προσνένευκε κατὰ τὴν λόξωσιν τοῦ διὰ μέσων, ὅπως ἐξ ἁπάντων τούτων κατὰ τὴν ἐπικράτησιν τὰ ὡς ἐπὶ πᾶν τῶν μηνῶν καταστήματα καὶ πνεύματα προγινώσκωμεν. Τρίτη δʼ ἐστὶ τὸ τὰς ἔτι λεπτομερεστέρας ἐπισημασίας
ἀνέσεων καὶ ἐπιτάσεων παρατηρεῖν. θεωρεῖται δὲ καὶ τοῦτο διά τε τῶν κατὰ μέρος τοῦ ἡλίου καὶ τῆς σελήνης συσχηματισμῶν, οὐ μόνον τῶν συνοδικῶν ἢ πανσεληνιακῶν ἀλλὰ καὶ τῶν κατὰ τὰς διχοτόμους, καταρχομένης ὡς ἐπὶ πᾶν τῆς κατὰ τὴν ἐπισημασίαν ἐναλλοιώσεως πρὸ τριῶν ἡμερῶν, ἐνίοτε δὲ καὶ μετὰ τρεῖς τῆς ἰσοστάθμου πρὸς τὸν ἥλιον ἐπιπορεύσεως, καὶ διὰ τοῦ καθ̓ ἑκάστην τῶν τοιούτων στάσεων ἢ καὶ τῶν ἄλλων, οἷον τριγώνων καὶ ἑξαγώνων, καὶ πρὸς τοὺς πλάνητας συσχηματισμοῦ. τούτων γὰρ ἀκολούθως τῇ φύσει καὶ ἡ τῆς ἐναλλοιώσεως ἰδιοτροπία καταλαμβάνεται συμφώνως ταῖς τε τῶν ἐπιθεωρούντων ἀστέρων καὶ ταῖς τῶν ζῳδίων πρός τε τὸ περιέχον καὶ τοὺς ἀνέμους φυσικαῖς συνοικειώσεσιν. Αὐτῶν δὲ τούτων τῶν κατὰ μέρος ποιοτήτων αἱ καθʼ ἡμέραν ἐπιτάσεις ἀποτελοῦνται, μάλιστα μὲν ὅταν τῶν ἀπλανῶν οἱ λαμπρότεροι καὶ δραστικώτεροι φάσεις ἑῴας ἢ ἑσπερίας ἀνατολικὰς ἢ δυτικὰς ποιῶνται πρὸς τὸν ἥλιον· τρέπουσι γὰρ ὡς ἐπὶ πολὺ τὰς κατὰ μέρος καταστάσεις πρὸς τὰς ἑαυτῶν φύσεις, οὐδὲν δὲ ἔλαττον καὶ ὅταν τινὶ τῶν κέντρων τὰ φῶτα ἐπιπορεύηται. Πρὸς γὰρ τὰς τοιαύτας αὐτῶν σχέσεις αἱ καθ̓ ὥραν ἀνέσεις καὶ ἐπιτάσεις τῶν καταστημάτων μεταβάλλουσι, καθάπερ πρὸς τὰς τῆς σελήνης αἵ τε
ἀμπώτεις καὶ αἱ παλίρροιαι, καὶ αἱ τῶν πνευμάτων δὲ τροπαὶ μάλιστα περὶ τὰς τοιαύτας τῶν φωτῶν κεντρώσεις ἀποτελοῦνται πρὸς οὓς ἂν τῶν ἀνέμων ἐπὶ τὰ αὐτὰ τὸ πλάτος τῆς σελήνης τὰς προσνεύσεις ποιούμενον καταλαμβάνηται. πανταχοῦ μέντοι προσήκει διαλαμβάνειν ὡς προηγουμένης μὲν τῆς καθʼ ὅλου καὶ πρώτης ὑποκειμένης αἰτίας, ἑπομένης δὲ τῆς τῶν κατὰ μέρος ἐπισυμβαινόντων, βεβαιουμένης δὲ μάλιστα καὶ ἰσχυροποιουμένης τῆς ἐνεργείας, ὅταν οἱ τῶν καθʼ ὅλου φύσεων οἰκοδεσποτήσαντες ἀστέρες καὶ ταῖς ἐπὶ μέρους τύχωσι συσχηματιζόμενοι.

Περὶ τῆς τῶν μετεώρων σημειώσεως Χρήσιμοι δʼ ἂν εἶεν πρὸς τὰς τῶν κατὰ μέρος ἐπισημασιῶν προγνώσεις καὶ αἱ τῶν γινομένων σημείων περί τε τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας παρατηρήσεις. Τὸν μὲν οὖν ἥλιον παρατηρητέον πρὸς μὲν τὰς ἡμερησίους καταστάσεις ἀνατέλλοντα, πρὸς δὲ τὰς νυκτερινὰς δύνοντα, πρὸς δὲ τὰς παρατεινούσας κατὰ τοὺς πρὸς τὴν σελήνην σχηματισμούς, ὡς ἑκάστου σχήματος τὴν μέχρι τοῦ ἑξῆς κατάστασιν ὡς ἐπὶ πᾶν προσημαίνοντος. καθαρὸς μὲν γὰρ καὶ ἀνεπισκότητος καὶ εὐσταθὴς καὶ ἀνέφελος ἀνατέλλων ἢ δύνων εὐδιεινῆς καταστάσεώς ἐστι δηλωτικός, ποικίλον δὲ τὸν κύκλον ἔχων ἢ ὑπόπυρρον ἢ ἀκτῖνας ἐρυθρὰς ἀποπέμπων ἤτοι εἰς τὰ ἔξω ἢ

ὡς ἐφʼ ἑαυτὸν κυκλουμένας ἢ τὰ καλούμενα παρήλια νέφη ἐξ ἑνὸς μέρους ἔχων ἢ σχήματα νεφῶν ὑπόκιρρα καὶ ὡσεὶ μακρὰς ἀκτῖνας ἀπομηκύνων, ἀνέμων σφοδρῶν ἐστι σημαντικὸς καὶ τοιούτων πρὸς ἃς ἂν γωνίας τὰ προειρημένα σημεῖα γίνηται. μέλας δὲ ἢ ὑπόχλωρος ἀνατέλλων ἢ δύνων μετὰ συννεφίας ἢ ἅλως ἔχων περὶ αὑτὸν καθ̓ ἓν μέρος ἢ ἐξ ἀμφοτέρων τῶν μερῶν παρήλια νέφη καὶ ἀκτῖνας ἢ ὑποχλώρους ἢ μέλανας, χειμώνων καὶ ὑετῶν ἐστι δηλωτικός. Τὴν δὲ σελήνην τηρητέον ἐν ταῖς πρὸ τριῶν ἡμερῶν ἢ μετὰ τρεῖς παρόδοις τῶν τε συνόδων καὶ πανσελήνων καὶ διχοτόμων. λεπτὴ μὲν γὰρ καὶ καθαρὰ φαινομένη καὶ μηδὲν ἔχουσα περὶ αὐτήν, εὐδιεινῆς καταστάσεώς ἐστι δηλωτική· λεπτὴ δὲ καὶ ἐρυθρὰ καὶ ὅλον τὸν τοῦ ἀφωτίστου κύκλον ἔχουσα διαφανῆ καὶ ὑποκεκινημένον, ἀνέμων ἐστὶν ἐπισημαντική, καθʼ ὧν ἂν μάλιστα ποιῆται τὴν πρόσνευσιν· μέλαινα δὲ ἢ χλωρὰ καὶ παχεῖα θεωρουμένη χειμώνων καὶ ὄμβρων ἐστὶ δηλωτική. Παρατηρητέον δὲ καὶ τὰς περὶ αὐτὴν γινομένας ἅλως. εἰ μὲν γὰρ μία εἴη καὶ αὐτὴ καθαρὰ καὶ ἠρέμα ὑπομαραινομένη, εὐδίαν· εἰ δὲ δύο ἢ καὶ τρεῖς εἶεν, χειμῶνας δηλοῦσιν· ὑπόκιρροι μὲν οὖσαι καὶ ὥσπερ ῥηγνύμεναι, τοὺς διὰ σφοδρῶν ἀνέμων· ἀχλυώδεις δὲ καὶ παχεῖαι, τοὺς διὰ νιφετῶν· ὑπόχλωροι δὲ ἢ μέλαιναι καὶ ῥηγνύμεναι, τοὺς δἰ ἀμφοτέρων· καὶ ὅσῳ ἂν πλείους ὦσι, τοσούτῳ
μείζονας. καὶ αἱ περὶ τοὺς ἀστέρας δὲ τούς τε πλανωμένους καὶ τοὺς λαμπροὺς τῶν ἀπλανῶν ἅλως συνιστάμεναι ἐπισημαίνουσι τὰ οἰκεῖα τοῖς τε χρώμασιν ἑαυτῶν καὶ ταῖς τῶν ἐναπειλημμένων φύσεσι. Καὶ τῶν ἀπλανῶν δὲ τῶν κατά τι πλῆθος συνεγγὺς ὄντων παρατηρητέον τὰ χρώματα καὶ τὰ μεγέθη. λαμπρότεροι γὰρ καὶ μείζονες ὁρώμενοι παρὰ τὰς συνήθεις φαντασίας εἰς ὁποιονδήποτε μέρος ὄντες ἀνέμους τοὺς ἀπὸ τοῦ οἰκείου τόπου διασημαίνουσιν. οὐ μὴν ἀλλὰ καὶ τῶν ἰδίως νεφελοειδῶν συστροφῶν οἷον τῆς Φάτνης καὶ τῶν ὁμοίων, ἐπὰν αἰθρίας οὔσης αἱ συστάσεις ἀμαυραὶ καὶ ὥσπερ ἀφανεῖς ἢ πεπαχυμέναι θεωρῶνται, φορᾶς ὑδάτων εἰσὶ δηλωτικαί· καθαραὶ δὲ καὶ παλλόμεναι συνεχῶς σφοδρῶν πνευμάτων· ἐπὰν δὲ τῶν ἀστέρων τῶν παρʼ ἑκάτερα τῆς Φάτνης τῶν καλουμένων Ὄνων ὁ μὲν βόρειος ἀφανὴς γένηται, βορέαν πνεύσειν σημαίνει, ὁ δὲ νότιος νότον. Καὶ τῶν ἐπιγινομένων δὲ κατὰ καιροὺς ἐν τοῖς μετεώροις αἱ μὲν τῶν κομητῶν συστροφαὶ ὡς ἐπὶ πᾶν αὐχμοὺς καὶ ἀνέμους προσημαίνουσι καὶ τοσούτῳ μείζονας ὅσῳ ἂν ἐκ πλειόνων μερῶν καὶ ἐπὶ πολὺ ἡ σύστασις γένηται. Αἱ δὲ διάδρομοι καὶ οἱ ἀκοντισμοὶ τῶν ἀστέρων,
εἰ μὲν ἀπὸ μιᾶς γίνοιντο γωνίας, τὸν ἀπʼ ἐκείνης ἄνεμον δηλοῦσιν· εἰ δʼ ἀπὸ τῶν ἐναντίων, ἀκαταστασίαν πνευμάτων· εἰ δὲ ἀπὸ τῶν τεττάρων, παντοίους χειμῶνας μέχρι βροντῶν καὶ ἀστραπῶν καὶ τῶν τοιούτων. ὡσαύτως δὲ καὶ τὰ νέφη πόκοις ἐρίων ὄντα παραπλήσια προδηλωτικὰ ἐνίοτε γίνεται χειμώνων. αἵ τε συνιστάμεναι κατὰ καιροὺς ἴριδες χειμῶνας μὲν ἐξ εὐδίας, εὐδίας δὲ ἐκ χειμώνων προσημαίνουσι· καὶ ὡς ἐπὶ πᾶν συνελόντι εἰπεῖν, αἱ καθʼ ὅλου τοῦ ἀέρος ἐπιγινόμεναι ἰδιόχροοι φαντασίαι τὰ ὅμοια δηλοῦσι τοῖς ὑπὸ τῶν οἰκείων συμπτωμάτων κατὰ τὰ προδεδηλωμένα διὰ τῶν ἔμπροσθεν ἀποτελουμένοις. Ἡ μὲν δὴ τῶν καθολικῶν ἐπίσκεψις, τῶν τε ὁλοσχερεστέρων θεωρουμένων καὶ τῶν ἐπὶ μέρους, μέχρι τοσούτων ἡμῖν κατὰ τὸ κεφαλαιῶδες ὑπομνηματίσθω. τῆς δὲ κατὰ τὸ γενεθλιαλογικὸν εἶδος προγνώσεως τὰς πραγματείας ἐν τοῖς ἑξῆς κατὰ τὴν προσήκουσαν ἀκολουθίαν ἐφοδεύσομεν.