Tetrabiblos

Claudius Ptolemaeus

Ptolemy. Tetrabiblos. Robbins, Frank Egleston, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1964 (printing).

Περὶ ἡμερινῶν καὶ νυκτερινῶν Ὁμοίως δὲ ἐπειδὴ τῶν ποιούντων τὸν χρόνον τὰ ἐκφανέστατα διαστήματα δύο ταῦτα τυγχάνει τό τε τῆς ἡμέρας ἠρρενωμένον μᾶλλον διὰ τὸ ἐν αὐτῇ θερμὸν καὶ δραστικὸν καὶ τὸ τῆς νυκτὸς τεθηλυσμένον μᾶλλον διὰ τὸ κατʼ αὐτὴν δίϋγρον καὶ ἀναπαυστικόν, νυκτερινοὺς μὲν ἀκολούθως παραδεδώκασι τήν τε σελήνην καὶ τὸν τῆς Ἀφροδίτης, ἡμερινοὺς δὲ τόν τε ἥλιον καὶ τὸν τοῦ Διός, ἐπίκοινον δὲ κατὰ ταὐτὰ τὸν τοῦ Ἑρμοῦ καὶ ἐν μὲν τῷ ἑῴῳ σχήματι ἡμερινόν, ἐν δὲ τῷ ἑσπερίῳ νυκτερινόν. προσένειμαν δὲ ἑκατέρᾳ τῶν αἱρέσεων καὶ τοὺς δύο τοὺς τῆς φθαρτικῆς οὐσίας, οὐκ ἔτι μέντοι κατὰ τὰς αὐτὰς τῆς φύσεως αἰτίας, ἀλλὰ κατὰ τὰς ἐναντίας. τοῖς μὲν γὰρ τῆς ἀγαθῆς κράσεως οἰκειούμενα τὰ ὅμοια μεῖζον αὐτῶν τὸ ὠφέλιμον ποιεῖ, τοῖς δὲ φθαρτικοῖς τὰ ἀνοίκεια μιγνύμενα παραλύει τὸ πολὺ τῆς κακώσεως αὐτῶν. ἔνθεν τὸν μὲν τοῦ Κρόνου ψυκτικὸν ὄντα τῷ θερμῷ τῆς ἡμέρας ἀπένειμαν, τὸν δὲ τοῦ Ἄρεως ξηρὸν ὄντα τῷ ὑγρῷ τῆς νυκτός· οὕτω γὰρ ἑκάτερος ὑπὸ τῆς κράσεως τῆς συμμετρίας τυχὼν οἰκεῖος γίνεται τῆς τὸ εὔκρατον παρασχούσης αἱρέσεως.

Περὶ τῆς δυνάμεως τῶν πρὸς τὸν ἥλιον σχηματισμῶν Ἤδη μέντοι καὶ παρὰ τοὺς πρὸς τὸν ἥλιον συσχηματισμοὺς ἥ τε σελήνη καὶ οἱ τρεῖς τῶν πλανωμένων τὸ μᾶλλον καὶ ἧττον λαμβάνουσιν ἐν ταῖς οἰκείαις ἑαυτῶν δυνάμεσιν. ἥ τε γὰρ σελήνη κατὰ μὲν τὴν ἀπὸ ἀνατολῆς μέχρι τῆς πρώτης διχοτόμου αὔξησιν ὑγρότητός ἐστι μᾶλλον ποιητική· κατὰ δὲ τὴν ἀπὸ πρώτης διχοτόμου μέχρι πανσελήνου, θερμότητος· κατὰ δὲ τὴν ἀπὸ πανσελήνου μέχρι δευτέρας διχοτόμου ξηρότητος· κατὰ δὲ τὴν ἀπὸ δευτέρας διχοτόμου μέχρι κρύψεως ψυχρότητος. οἵ τε πλανώμενοι καὶ ἑῷοι μόνον ἀπὸ μὲν τῆς ἀνατολῆς μέχρι τοῦ πρώτου στηριγμοῦ μᾶλλόν εἰσιν ὑγραντικοί, ἀπὸ δὲ τοῦ πρώτου στηριγμοῦ μέχρι τῆς ἀκρονύκτου μᾶλλον θερμαντικοί, ἀπὸ δὲ τῆς ἀκρονύκτου μέχρι τοῦ δευτέρου στηριγμοῦ μᾶλλον ξηραντικοί, ἀπὸ δὲ τοῦ δευτέρου στηριγμοῦ μέχρι δύσεως μᾶλλον ψυκτικοί· δῆλον δὲ ὅτι καὶ ἀλλήλοις συγκιρνάμενοι παμπληθεῖς διαφορὰς ποιοτήτων εἰς τὸ περιέχον ἡμᾶς ἀπεργάζονται, κατακρατούσης μὲν ὡς ἐπὶ πᾶν τῆς ἰδίας ἑκάστου δυνάμεως, τρεπομένης δὲ κατὰ τὸ ποσὸν ὑπὸ τῆς τῶν σχηματιζομένων.

Περὶ τῆς τῶν ἀπλανῶν ἀστέρων δυνάμεως Ἑξῆς δὲ ὄντος καὶ τὰς τῶν ἀπλανῶν φύσεις κατὰ τὸ ἰδίως αὐτῶν ποιητικὸν ἐπιδραμεῖν, ἐκθησόμεθα καὶ τὰς ἐπʼ αὐτῶν τετηρημένας ἰδιοτροπίας κατὰ τὸ ὅμοιον ταῖς τῶν πλανωμένων φύσεσι τὸν ἐμφανισμὸν ποιούμενοι· καὶ πρῶτον τῶν περὶ αὐτὸν τὸν διὰ μέσων κύκλον ἐχόντων τὰς μορφώσεις Τοῦ Κριοῦ τοίνυν οἱ μὲν ἐν τῇ κεφαλῇ τὸ ποιητικὸν ὅμοιον ἔχουσι κεκραμένον τῇ τε τοῦ Ἄρεως καὶ τῇ τοῦ Κρόνου δυνάμει οἱ δὲ ἐν τῷ στόματι τῇ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῇ τοῦ Κρόνου· οἱ δὲ ἐν τῷ ὀπισθίῳ ποδὶ τῇ τοῦ Ἄρεως, οἱ δὲ ἐπὶ τῆς οὐρᾶς τῇ τῆς Ἀφροδίτης. Τῶν δὲ ἐν τῷ Ταύρῳ ἀστέρων οἱ μὲν ἐπὶ τῆς ἀποτομῆς ὁμοίαν ἔχουσι κρᾶσιν τῷ τε τῆς Ἀφροδίτης, καὶ ἠρέμα τῷ τοῦ Κρόνου· οἱ δʼ ἐν τῇ Πλειάδι τῇ τε τῆς σελήνης καὶ τῷ τοῦ Διός· τῶν δὲ ἐν τῇ κεφαλῇ ὁ μὲν λαμπρὸς ὁ τῆς Ὑάδος καὶ ὑπόκιρρος, καλούμενος δὲ Λαμπαδίας, τῷ τοῦ Ἄρεως· οἱ δὲ λοιποὶ τῷ τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ· οἱ δʼ ἐν ἄκροις τοῖς κέρασι τῇ τοῦ Ἄρεως.

Τῶν δὲ ἐν τοῖς Διδύμοις ἀστέρων οἱ μὲν ἐπὶ τῶν ποδῶν τῆς ὁμοίας κεκοινωνήκασι ποιότητος τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης· οἱ δὲ περὶ τοὺς μηροὺς λαμπροὶ τῷ τοῦ Κρόνου· τῶν δὲ ἐν ταῖς κεφαλαῖς δύο λαμπρῶν ὁ μὲν ἐν τῇ προηγουμένῃ τῷ τοῦ Ἑρμοῦ, καλεῖται δὲ καὶ Ἀπόλλωνος· ὁ δὲ ἐν τῇ ἑπομένῃ τῷ τοῦ Ἄρεως, καλεῖται δὲ καὶ Ἡρακλέους. Τῶν δὲ ἐν τῷ Καρκίνῳ ἀστέρων οἱ μὲν ἐπὶ τῶν ὀφθαλμῶν δύο τῆς αὐτῆς ἐνεργείας εἰσὶ ποιητικοὶ τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τοῦ Ἄρεως· οἱ δὲ ἐν ταῖς χηλαῖς τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Ἑρμοῦ. ἡ δὲ ἐν τῷ στήθει νεφελοειδὴς συστροφή, καλουμένη δὲ Φάτνη, τῷ τε τοῦ Ἄρεως καὶ τῇ σελήνῃ· οἱ δὲ ἑκατέρωθεν αὐτῆς δύο, καλούμενοι δὲ Ὄνοι, τῷ τοῦ Ἄρεως καὶ τῷ ἡλίῳ Τῶν δὲ περὶ τὸν Λέοντα οἱ μὲν ἐπὶ τῆς κεφαλῆς δύο τὸ ὅμοιον ποιοῦσι τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἄρεως, οἱ δὲ ἐν τῷ τραχήλῳ τρεῖς τῷ τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ· ὁ δὲ ἐπὶ τῆς καρδίας λαμπρός καλούμενος δὲ Βασιλίσκος, τῷ τοῦ Ἄρεως καὶ τῷ τοῦ Διός οἱ δὲ ἐν τῇ ὀσφύϊ καὶ ὁ ἐπὶ τῆς οὐρᾶς λαμπρὸς τῷ τοῦ Κρόνου καὶ τῷ τῆς Ἀφροδίτης· οἱ δὲ ἐν τοῖς μηροῖς τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ. Τῶν δὲ κατὰ τὴν Παρθένον οἱ μὲν ἐν τῇ κεφαλῇ καὶ ὁ ἐπʼ ἄκρας τῆς νοτίου πτέρυγος ὅμοιον ἔχουσι τὸ ποιητικὸν τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τοῦ Ἄρεως οἱ δὲ λοιποὶ τῆς πτέρυγος λαμπροὶ καὶ οἱ
κατὰ τὰ περιζώματα τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης ὁ δὲ ἐν τῇ βορείᾳ πτέρυγι λαμπρός, καλούμενος δὲ Προτρυγητήρ, τῷ τοῦ Κρόνου καὶ τῷ τοῦ Ἑρμοῦ· ὁ δὲ καλούμενος Στάχυς τῷ τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Ἄρεως· οἱ δὲ ἐν ἄκροις τοῖς ποσὶ καὶ τῷ σύρματι τῷ τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τοῦ Ἄρεως. Τῶν δὲ Χηλῶν τοῦ Σκορπίου οἱ μὲν ἐν ἄκραις αὐταῖς ὡσαύτως διατιθέασι τῷ τε τοῦ Διὸς καὶ τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ ἐν μέσαις τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἄρεως Τῶν δὲ ἐν τῷ σώματι τοῦ Σκορπίου οἱ μὲν ἐν τῷ μετώπῳ λαμπροὶ τὸ αὐτὸ ποιοῦσι τῷ τε τοῦ Ἄρεως καὶ ἠρέμα τῷ τοῦ Κρόνου· οἱ δὲ ἐν τῷ σώματι τρεῖς, ὧν ὁ μέσος ὑπόκιρρος καὶ λαμπρότερος, καλεῖται δὲ Ἀντάρης, τῷ τοῦ Ἄρεως καὶ ἠρέμα τῷ τοῦ Διός· οἱ δὲ ἐν τοῖς σφονδύλοις τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης οἱ δὲ ἐπὶ τοῦ κέντρου τῷ τε τοῦ Ἑρμοῦ καὶ τῷ τοῦ Ἄρεως· ἡ δὲ λεγομένη νεφελοειδὴς συστροφὴ τῷ τοῦ Ἄρεως καὶ τῇ σελήνῃ. Τῶν δὲ περὶ τὸν Τοξότην οἱ μὲν ἐπὶ τῆς ἀκίδος τοῦ βέλους ὅμοιον ἔχουσι τὸ ποιητικὸν τῷ τοῦ Ἄρεως καὶ τῇ σελήνῃ· οἱ δὲ περὶ τὸ τόξον καὶ τὴν λαβὴν τῆς χειρὸς τῷ τε τοῦ Διὸς καὶ τῷ τοῦ Ἄρεως· ἡ
δὲ ἐν τῷ προσώπῳ συστροφὴ τῷ τε ἡλίῳ καὶ τῷ τοῦ Ἄρεως· οἱ δὲ ἐν ταῖς ἐφαπτίσι καὶ τῷ νώτῳ τῷ τοῦ Διὸς καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ ἐν τοῖς ποσὶ τῷ τοῦ Διὸς καὶ τῷ τοῦ Κρόνου· τὸ δὲ ἐπὶ τῆς οὐρᾶς τετράπλευρον τῷ τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Κρόνου. Τῶν δὲ κατὰ τὸν Αἰγόκερων ἀστέρων οἱ μὲν ἐπὶ τῶν κεράτων ὡσαύτως ἐνεργοῦσι τῷ τῆς Ἀφροδίης καὶ ἠρέμα τῷ τοῦ Ἄρεως· οἱ δὲ ἐν τῷ στόματι τῷ τοῦ Κρόνου καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης· οἱ δὲ ἐν τοῖς ποσὶ καὶ τῇ κοιλίᾳ τῷ τοῦ Ἄρεως καὶ τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ ἐπὶ τῆς οὐρᾶς τῷ τοῦ Κρόνου καὶ τῷ τοῦ Διός. Τῶν δὲ περὶ τὸν Ὑδροχόον οἱ μὲν ἐν τοῖς ὤμοις ὁμοίως διατιθέασι τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Ἑρμοῦ, σὺν τοῖς ἐν τῇ ἀριστερᾷ χειρὶ καὶ τῷ ἱματίῳ· οἱ δὲ ἐπὶ τῶν μηρῶν μᾶλλον μὲν τῷ τοῦ Ἑρμοῦ, ἧττον δὲ τῷ τοῦ Κρόνου· οἱ δὲ ἐν τῇ ῥύσει τοῦ ὕδατος τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Διός. Τῶν δὲ περὶ τοὺς Ἰχθῦς οἱ μὲν ἐν τῇ κεφαλῇ τοῦ νοτιωτέρου ἰχθύος τὸ αὐτὸ ποιοῦσι τῷ τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τοῦ Κρόνου· οἱ δὲ ἐν τῷ σώματι τῷ τοῦ Διὸς καὶ τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ ἐπὶ τῆς οὐρᾶς καὶ τοῦ νοτίου λίνου τῷ τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ ἐν τῷ σώματι καὶ τῇ ἀκάνθῃ τοῦ βορείου ἰχθύος τῷ τοῦ Διὸς καὶ ἠρέμα
τῷ τῆς Ἀφροδίτης· οἱ δὲ ἐν τῷ βορείῳ τοῦ λίνου τῷ τοῦ Κρόνου καὶ τῷ τοῦ Διός· ὁ δὲ ἐπὶ τοῦ συνδέσμου λαμπρὸς τῷ τοῦ Ἄρεως καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ. Τῶν δὲ ἐν ταῖς βορειοτέραις τοῦ ζωδιακοῦ μορφώσεσιν οἱ μὲν περὶ τὴν μικρὰν Ἄρκτον λαμπροὶ τὴν ὁμοίαν ἔχουσι ποιότητα τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης· οἱ δὲ περὶ τὴν μεγάλην Ἄρκτον τῷ τοῦ Ἄρεως· ἡ δὲ ὑπὸ τὴν οὐρὰν αὐτῆς τοῦ Πλοκάμου συστροφὴ τῇ σελήνῃ καὶ τῷ τῆς Ἀφροδίτης· οἱ δὲ ἐν τῷ Δράκοντι λαμπροὶ τῷ τοῦ Κρόνου καὶ τῷ τοῦ Ἄρεως καὶ τῷ τοῦ Διός· οἱ δὲ τοῦ Κήφεως τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Διός· οἱ δὲ περὶ τὸν Βοώτην τῷ τοῦ Ἑρμοῦ καὶ τῷ τοῦ Κρόνου· ὁ δὲ λαμπρὸς καὶ ὑπόκιρρος τῷ τοῦ Διὸς καὶ Ἄρεως, ὁ καὶ Ἀρκτοῦρος καλούμενος· οἱ δὲ ἐν τῷ βορείῳ Στεφάνῳ τῷ τε τῆς Ἀφροδίτης καὶ τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ κατὰ τὸν ἐν γόνασι τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ ἐν τῇ Λύρᾳ τῷ τῆς Ἀφροδίτης καὶ τῷ τοῦ Ἑρμοῦ· καὶ οἱ ἐν τῇ Ὄρνιθι δὲ ὡσαύτως· οἱ δὲ κατὰ τὴν Κασσιέπειαν τῷ τε τοῦ Κρόνου καὶ τῷ τῆς Ἀφροδίτης· οἱ δὲ κατὰ τὸν Περσέα τῷ τοῦ Διὸς καὶ τῷ τοῦ Κρόνου· ἡ δὲ ἐν τῇ λαβῇ τῆς μαχαίρας συστροφὴ τῷ τοῦ Ἄρεως καὶ τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ ἐν τῷ Ἡνιόχῳ λαμπροὶ τῷ τοῦ Ἄρεως καὶ τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ κατὰ τὸν Ὀφιοῦχον τῷ τοῦ Κρόνου καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης· οἱ δὲ περὶ τὸν ὄφιν αὐτοῦ τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Ἄρεως· οἱ δὲ κατὰ τὸν Ὀϊστὸν τῷ τε τοῦ Ἄρεως καὶ ἠρέμα τῷ τῆς
Ἀφροδίτης· οἱ δὲ περὶ τὸν Ἀετὸν τῷ τοῦ Ἄρεως καὶ τῷ τοῦ Διός· οἱ δὲ ἐν τῷ Δελφῖνι τῷ τοῦ Κρόνου καὶ τῷ τοῦ Ἄρεως· οἱ δὲ κατὰ τὸν Ἵππον λαμπροὶ τῷ τοῦ Ἄρεως καὶ τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ ἐν τῇ Ἀνδρομέδῃ τῷ τῆς Ἀφροδίτης· οἱ δὲ τοῦ Τριγώνου τῷ τοῦ Ἑρμοῦ. Τῶν δὲ ἐν τοῖς νοτιωτέροις τοῦ ζωδιακοῦ μορφώμασιν ὁ μὲν ἐν τῷ στόματι τοῦ νοτίου Ἰχθύος λαμπρὸς ὁμοίαν ἔχει τὴν ἐνέργειαν τῷ τε τῆς Ἀφροδίτης καὶ τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ περὶ τὸ Κῆτος τῷ τοῦ Κρόνου· τῶν δὲ περὶ τὸν Ὠρίωνα οἱ μὲν ἐπὶ τῶν ὤμων τῷ τε τοῦ Ἄρεως καὶ τῷ τοῦ Ἑρμοῦ, οἱ δὲ λοιποὶ λαμπροὶ τῷ τε τοῦ Διὸς καὶ τῷ τοῦ Κρόνου· τῶν δὲ ἐν τῷ Ποταμῷ ὁ μὲν ἔσχατος καὶ ὁ λαμπρὸς τῷ τοῦ Διός, οἱ δὲ λοιποὶ τῷ τοῦ Κρόνου· οἱ δὲ ἐν τῷ Λαγῲ τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Ἑρμοῦ· τῶν δὲ περὶ τὸν Κύνα, οἱ μὲν ἄλλοι τῷ τῆς Ἀφροδίτης, ὁ δὲ ἐπὶ τοῦ στόματος λαμπρὸς τῷ τοῦ Διὸς καὶ ἠρέμα τῷ τοῦ Ἄρεως· ὁ δὲ ἐν τῷ Προκυνὶ λαμπρὸς τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τοῦ Ἄρεως· οἱ δὲ κατὰ τὸν Ὕδρον λαμπροὶ τῷ τε τοῦ Κρόνου καὶ τῷ τῆς Ἀφροδίτης· οἱ δὲ ἐν τῷ Κρατῆρι τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ περὶ τὸν Κόρακα τῷ τοῦ Ἄρεως καὶ τῷ τοῦ Κρόνου· οἱ δὲ τῆς Ἀργοῦς λαμπροὶ τῷ τοῦ Κρόνου καὶ τῷ τοῦ Διός· τῶν δὲ περὶ τὸν Κένταυρον οἱ μὲν ἐν τῷ ἀνθρωπείῳ σώματι
τῷ τε τῆς Ἀφροδίτης καὶ τῷ τοῦ Ἑρμοῦ, οἱ δὲ ἐν τῷ ἵππῳ λαμπροὶ τῷ τε τῆς Ἀφροδίτης καὶ τῷ τοῦ Διός· οἱ δὲ περὶ τὸ Θηρίον λαμπροὶ τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἄρεως· οἱ δὲ ἐν τῷ Θυμιατηρίῳ τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ ἐν τῷ νοτίῳ Στεφάνῳ λαμπροὶ τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Ἑρμοῦ. Αἱ μὲν οὖν τῶν ἀστέρων καθʼ ἑαυτὰς δυνάμεις τοιαύτης ἔτυχον ὑπὸ τῶν παλαιοτέρων παρατηρήσεως.