Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

Ἄρει δὲ μόνῳ μὲν συνὼν ἢ καὶ συσχηματισθεὶς ὁ τῆς Ἀφροδίτης ποιεῖ λάγνους, καταφερεῖς καὶ μᾶλλον ῥᾳθύμους, ἐὰν δὲ ὁ τοῦ Διὸς αὐτοῖς προσγένηται, κἂν μὲν ὁ τοῦ Ἄρεως ὑπὸ τὰς αὐγὰς ᾖ, συνέρχονται δούλοις ἢ ταπεινοτέροις ἢ ἀλλοφύλοις, ἐὰν δὲ ὁ τῆς Ἀφροδίτης, ὑπερέχουσιν ἢ δεσπόταις ἑταιρῶν ἢ μοιχάδων ἐπέχουσαι τρόπον, κἂν μὲν τεθηλυσμένοι ὦσι τοῖς τόποις ἢ τοῖς σχήμασιν οἱ ἀστέρες, πρὸς τὸ διατίθεσθαι μόνον καταφερεῖς, ἐὰν δὲ ἠρρενωμένοι, καὶ πρὸς τὸ διατιθέναι γυναῖκας.

ὁ μέντοι τοῦ Κρόνου τοῖς προκειμένοις σχήμασι συνοικειωθείς, ἐὰν μὲν καὶ αὐτὸς [*](2 πρὸς om. MS 3 ὑπερπαθῶς VY ὑπὲρ παθῶν β ὑπερπαθεῖς γ 5 θηλυκὰ] καθολικὰ V 5 et 7 μόνον YMS 7 σηματώδεις(!) A 12 ὁ scripsi τῶν V τὸν αβγ ἐπισκεπτέος scripsi ἐπισκεπτέον ω 14 Κρόνου VY Διὸς βγ 16.17 τὰ αἰσχρὰ Y 21 ἀλλοφίλοις V 22 δεσπόταις γ δεσπ. ἑαυτῶν MS 28 ἐπέχουσαι MS ἐπέχουσι VDy ἀπέχουσι Y τεθηλυσμένοι VDMC τεθυλημένοι Y θηλυμένοι S θηλεμένοι Α 25 διατίθεσθαι γ διαθέσθαι VS)

191
τεθηλυσμένος, ἀσελγειῶν μόνος αἴτιος γίνεται, ἐὰν δὲ ἀνατολικὸς καὶ ἠρρενωμένος, ἐπιψόγους ἵστησιν ἢ ἐπιψόγων ἐραστὰς ἀπεργάζεται, τοῦ μὲν τοῦ Διὸς πάλιν ἀεὶ πρὸς τὸ εὐσχημονέστερον τῶν παθῶν συλλαμβανομένου, τοῦ δὲ τοῦ Ἑρμοῦ πρὸς τὸ διαβοητότερον καὶ εὐπταιστότερον

Ἐπειδὴ δὲ τῷ περὶ γάμου τόπῳ καὶ ὁ περὶ τέκνων ἀκολουθεῖ, σκοπεῖν δεήσει τοὺς τῷ κατὰ κορυφὴν τόπῳ ἢ τῷ ἐπιφερομένῳ, τουτέστι τῷ τοῦ. ἀγαθοῦ δαίμονος, προσόντας ἢ συσχηματιζομένους, εἰ δὲ μή, τοὺς τοῖς διαμέτροις αὐτῶν, καὶ σελήνην μὲν καὶ Δία καὶ Ἀφροδίτην πρὸς δόσιν τέκνων λαμβάνειν, ἥλιον δὲ καὶ Ἄρη καὶ Κρόνον πρὸς ἀτεκνίαν ἢ ὀλιγοτεκνίαν, τὸν δὲ τοῦ Ἑρμοῦ, πρὸς ὁπότερον ἂν αὐτῶν τύχῃ συσχηματισθείς, ἐπίκοινον, καὶ ἐπιδοτῆρα μὲν ὅταν ἀνατολικὸς ᾗ, ἀφαιρέ- [*](m 190) την δ’ ὅταν δυτικός.

οἱ μὲν οὖν δοτῆρες ἁπλῶς μὲν οὕτως κείμενοι καὶ κατὰ μόνας ὄντες μόναχὰ διδόασι τέκνα, ἐν δισώμοις δὲ δισσὰ καὶ ἐν θηλυκοῖς ζῳδίοις. ὁμοίως δὲ καὶ ἐν τοῖς πολυσπέρμοις, οἷον Ἰχθύσι καὶ Καρκίνῳ καὶ Σκορπίῳ, δισσὰ ἢ καὶ πλείονα, καὶ ἠρρενω· [*](6 Heph. ΙΙ 21: CCAG VIII 2, 88; Val. ΙΙ 39; 33—39) [*](1 μόνος αἴτιος γίνεται VDy μόν. γίν. αἴτ. Y αἴτ. μόν. γίν. ΜS 2 ἐπιψόγους γ ἐπιτέγους VD ἐπιψέγους Μ ἐπὶ τούτοις Y 2, 3 ἐπιψόγων S τῶν ἐπὶ τέγους VDy τῶν ἐπὶ τούτοις Υ ἐπιψέγους Μ 3 τοῦ (prius) τῷ MS 4 συλαμβανομένων(!) V 5 τοῦ (prius) VYDy τῷ S τὸ Μ τοῦ (alt) om. VD 5.6 εὐπταιστότερον] ἀφεστότερον Υ 8 ἐπειδὴ δὲ V ἐπειδὴ τὰ Y ἐπεὶ δὲ βγ 10 ἐπιφερομένῳ β ἐπιφερομένου Υ ἐπαναφερομένῳ γ 12 Ἀφροδίτι V 13 λαμβάνειν VDMy παραλαμβάνειν YS 18.14 ἡλίου δὲ καὶ Ἄρεως καὶ Κρόνου V 15 ὁπότερον VYDy ὁποτέρους MS 17 ὅταν] ὅτε V οἱ] ὁ V μὲν (alt.) VDA οὕτως μὲν Y om. MSC 19 δὲ δισσὰ Υ δισσὰ VD δὲ βγ 20 δὲ καὶ VY τε βγ 20.21 ἰχθύσι καὶ καρκίνῳ καὶ σκορπίῳ V ABBREV καὶ ABBREV καὶ m, καὶ x Y ἴχθυσι καὶ αἰγοκέρωτι D αἰγ. καὶ ἰχθ. MS ABBREV ABBREV x καὶ ABBREV C ABBREV και ABBREV Α 21 δισσὰ VYD γ δυσὶ MS ἠρρενωμένοι ΥβC μένα V μένοις A)

192
μένοι τοῖς τε ζῳδίοις καὶ τοῖς πρὸς ἥλιον σχηματισμοῖς ἄρρενα, τεθηλυσμένοι δὲ θήλεα, καθυπερτερηθέντες δὲ ὑπὸ τῶν κακοποιῶν καὶ ἐν στειρώδεσι ζῳδίοις τυχόντες, οἷον Λέοντι Παρθένῳ, διδόασι μέν, οὐκ ἐπὶ καλῷ δὲ οὐδὲ ἐπὶ διαμονῇ.

ἥλιος δὲ καὶ of κακοποιοὶ διακατασχόντες τοὺς εἰρημένους τόπους ἐὰν μὲν ἐν ἀρρενικοῖς ὦσιν ἢ στειρώδεσι ζῳδίοις καὶ ὑπὸ τῶν ἀγαθοποιῶν ἀκαθυπερτέρητοι, τελείας εἰσὶν ἀτεκνίας δηλωτικοί, ἐπὶ θηλυκῶν δὲ ἢ πολυσπέρμων ζῳδίων τυχόντες ἢ ὑπὸ τῶν ἀγαθοποιῶν μαρτυρηθέντες διδόασι μέν, ἐπισινῆ δὲ ἢ ὀλιγοχρόνια.

τῶν δὲ αἱρέσεων ἀμφοτέρων λόγον ἐχουσῶν πρὸς τὰ τεκνοποιὰ ζῴδια τῶν δοθέντων τέκνων ἀποβολαὶ γενήσονται πάντων ἢ ὀλίγων, πρὸς τὰς ὑπεροχὰς τῶν [*](c 49 v) καθ’ ἑκατέραν αἵρεσιν μαρτυρησάντων, ὁποτέρους ἂν εὑρίσκωμεν ἤτοι πλείους δυνατωτέρους ἐν τῷ ἀνατολικωτέρους ὑπάρχειν ἐπικεντροτέρους ἢ καθυπερτερεῖν ἢ ἐπαναφέρεσθαι.

ἐὰν μὲν οὖν οἱ κυριεύσαντες τῶν εἰρημένων ζῳδίων ἀνατολικοὶ τυγχάνωσι, δοτῆρες ἔσονται τέκνων, εἰ δὲ ἐν ἰδίοις ὦσιν τόποις, ἔνδοξα καὶ ἐπιφανῆ ποιοῦσι τὰ δοθέντα τέκνα, ἐὰν δὲ δυτικοὶ καὶ ἐν τοῖς τῆς ἀλλοτρίας αἱρέσεως τόποις, ταπεινὰ καὶ ἀνεπίφαντα. [*](m 191)

κἂν μὲν σύμφωνοι τῇ ὥρᾳ καὶ τῷ κλήρῳ τῆς τύχης καταλαμβάνωνται, προσφιλῆ τοῖς γονεῦσι καὶ ἐπαφρόδιτα καὶ κληρονομοῦντα τὰς οὐσίας αὐτῶν, ἐὰν δὲ ἀσύνδετοι ἢ ἀντικείμενοι, μάχιμα καὶ ἐχθροποιούμενα καὶ ἐπιβλαβῆ καὶ μὴ παραλαμβάνοντα τὰς τῶν γονέων οὐσίας· ὁμοίως [*](1 τε] ἀρρενικοῖς Y 2 τεθ(??)λυσμένοι YDC λυσμένα V λυσμένοις MA λυμένοις S 3 ζῳδίοις βγ τόποις VY 4 οἷον YMSy οἷόν ἐστι VD ἢ om. YMS δίδωσι V 6 ἀρρ. ζῳδίοις Μ 79 τῶν—τυχόντες ἣ om. MS 12 ἐπιβολαὶ Y 13 ὀλίγων] ὀλ. ὄντων V ὑπεροχὰς VYDy ὑπερεχούσας Μ ὑπορεχούσας S 14 ἂν VY ἐὰν βγ 18 ἔσονται βγ ὄντες VY 19 εἰ δὲ DMy ἢ VY εἰ S 21 ταπεινὰ καὶ] τὰ γενόμενα Y 22 τῇ ὥρα β τῶ ὡροσκόπω γ 22. 23 καταλαμβάνωνται MSC ονται VYDA 23 κά) (alt) om. V ‘24 τὰς VYSy τῆς Μ ἐὰν Υ ἂν βγ)

193
δέ, κἂν μὲν ἀλλήλοις ὦσι συνεσχηματισμένοι συμφώνως οἱ τὰ τέκνα διδόντες, διαμένουσιν οἱ δοθέντες φιλάδελφοι καὶ τιμητικοὶ πρὸς ἀλλήλους, ἐὰν δὲ ἀσύνδετοι ἢ διάμετροι, φιλέχθρως καὶ ἐπιβουλευτικῶς διακείμενοι·

τὰ δὲ κατὰ μέρος πάλιν ἄν τις καταστοχάζοιτο χρησάμενος ἐφ’ ἑκάστου τῷ τὴν δόσιν πεποιημένῳ τῶν ἀστέρων ὡροσκοπίῳ καὶ ἀπὸ τῆς λοιπῆς διαθέσεως ὡς ἐπὶ γενέσεως τὴν περὶ τῶν ὁλοσχερεστέρων ἐπίσκεψιν ποιούμενος.

Τῶν δὲ φιλικῶν διαθέσεων καὶ τῶν ἐναντίων, ὧν τὰς μὲν μείζους καὶ πολυχρονίους καλοῦμεν συμπαθείας καὶ ἔχθρας, τὰς δὲ ἐλάττους καὶ προσκαίρους συναστρίας καὶ ἀντιδικίας, ἡ ἐπίσκεψις ἡμῖν ἔσται τὸν τρόπον τοῦτον. ἐπὶ μὲν τῶν κατὰ μεγάλα συμπτώματα θεωρουμένων παρατηρεῖν δεῖ τοὺς ἀμφοτέρων τῶν γενέσεων κυριωτάτους τόπους, τουτέστι τόν τε ἡλιακὸν καὶ τὸν σεληνιακὸν καὶ [*](m 192) τὸν ὡροσκοπικὸν καὶ τὸν τοῦ κλήρου τῆς τύχης,

ἐπειδήπερ κατὰ μὲν τῶν αὐτῶν τυχόντες δωδεκατημορίων ἢ ἐναλλάξαντες τοὺς τόπους ἤτοι πάντες ἢ οἱ πλείους, καὶ μάλιστα, ὅταν οἱ ὡροσκοποῦντες περὶ τὰς ἑπτακαίδεκα μοίρας ἀλλήλων ἀπέχωσι, ποιοῦσι συμπαθείας ἀπταίστους καὶ ἀδιαλύτους καὶ ἀνεπηρεάστους, κατὰ δὲ τῶν ἀσυν- [*](9 cf. Heph. II 22 CCAG VIII 2,89. Firm. VI 32, 54/55 cf. Boll Sokrates V (1917) 1ss., 458; Merkle, Die üche der Philosophen von Honein Ibn âq, Diss. Monac. 1921,4351. (Platoni supponuntur partim sed ad verbum cum capite Ptolemaei con- cordant) 1 μὲν VY βγ συμφώνως οἱ VY σύμφωνα βγ 3 post ἀλλήλους: ὦσι συνεσχηματισμένοι συμφώνως Y ἐὰν ἂν Yβγ 9 περὶἐχθρῶν γ ἐπίσκεψις περὶ φιλίας καὶ ἔχθρας S2 i. mg. 10 ὧν om. Y 11 μείζους] μέσους Μ 15 μὲν γ μὲν γὰρ YMS 18 τῶν αὐτῶν] τὸν αὐτὸν V 19 τρόπους D 20 ιݲζݲ Υβ ζݲιݲ V ζݲ γ)

194
δέτων ἢ τῶν διαμετρούντων σταθέντες ἔχθρας μεγίστας καὶ ἐναντιώσεις πολυχρονίους, μηδετέρως δὲ τυχόντες, ἀλλὰ μόνον ἐν τοῖς συσχηματιζομένοις δωδεκατημορίοις, [*](c 50) εἰ μὲν ἐν τοῖς τριγώνοις εἷεν ἢ ἐν ἑξαγώνοις,

ἥττονας ποιοῦσι τὰς συμπαθείας, εἰ δὲ ἐν τοῖς τετραγώνοις, ἥττονας τὰς ἀντιπαθείας, ὡς γίνεσθαί τινας κατὰ καιροὺς ἐν μὲν ταῖς φιλίαις ὑποσιωπήσεις καὶ μικρολογίας, ὅταν οἷ’ κακοποιοὶ τὸν σχηματισμὸν παροδεύωσιν, ἐν δὲ ταῖς ἔχθραις σπονδὰς καὶ ἀποκαταστάσεις κατὰ τὰς τῶν ἀγαθοποιῶν τοῖς σχηματισμοῖς ἐπεμβάσεις.

ἐπεῖ δὲ φιλίας καὶ ἔχθρας εἴδη τρία γὰρ διὰ προαίρεσιν οὕτως ἔχουσι πρὸς ἀλλήλους ἢ διὰ χρείαν ἢ διὰ ἡδονὴν καὶ λύπην· ὅταν μὲν πάντες ἢ οἱ πλείους τῶν προειρημένων τόπων οἰκειωθῶσι πρὸς ἀλλήλους, ἐκ πάντων ἡ φιλία συνάγεται τῶν εἰδῶν, ὥσπερ, ὅταν ἀνοικείως, ἡ ἔχθρα, ὅταν δὲ οἱ τῶν φώτων μόνον, διὰ προαίρεσιν, ἥτις ἐστὶ φιλία καὶ βελτίστη καὶ ἀσφαλεστάτη καὶ ἔχθρα χειρίστη καὶ ἄπιστος· ὁμοίως δέ, ὅταν μὲν οἶ τῶν κλήρων τῆς τύχης, [*](m 193) διὰ χρείαν, ὅταν δὲ οἱ τῶν ὡροσκόπων, δι’ ἡδονὰς ἢ λύπας.

παρατηρητέον δὲ τῶν συσχηματιζομένων τόπων τάς τε καθυπερτερήσεις καὶ τὰς τῶν ἀστέρων ἐπιθεωρήσεις· ἐφ’ ὧν μὲν γὰρ ἂν γενέσεων ἡ τοῦ σχηματισμοῦ [*](3 συσχημ. βγ σχημ. V δωδεκατημορίοις om. βγ 4 εἶεν βγ εἰσί Y om. V ἐν VD ἐν τοῖς C τοῖς Α om. YMS 5.6 εἰ δὲ — ἀντιπαθείας om. Y 7 ὑποσιωπήσεις VYDy ἀποσιωπ. MS λογίας VYMC λογίαις DSA 8 τὸν σχηματισμὸν VYDy τῶν συσχηματισμῶν MS 9 σπονδὰς βγ σπουδὰς VY ἀποκαταστάσεις σεις YMS ἀκαταστασίας VDy ἀγαθῶν Y 10 τοῖς σχημ. VDy τοῖς συσχημ. Y συσχηματισμοὺς MS ἐπεὶ δὲ VYDC ἐπειδὴ ΜSA 11 εἴδη] ἤδη Μ τρία] τὴν V ἢ] εἰ V ἔχωσιν V 13 προειρημένων VDSy εἰρημένων ΥΜ 14 συνάγεται] συναρμόζεται Y 15 ἀνοικείως VYD γ ἀνοίκειος MS 16 οἱ MS VYDy μόνον β μόνων γ 17 καὶ ἔχθρα VY ἢ τίς β ἢ ἥτις C ἢ ἥτι Α 18 τῶν κλήρων Procl. τὸν κλῆρον V κλῆροι Ῡβγ 19 χρείαν MS Procl. χρείας VYDy 22 γὰρ om. MS ᾖ] ἤτοι V σχημ. γ συσχημ. YMS)

195
καθυπερτέρησις, — ἢ ἐὰν τὸ αὐτὸ ἢ τὸ ἔγγιστα ἦν ζῴδιον, — ἦ ἐπαναφορά, ἐκείνῃ τὸ αὐθεντικώτερον καὶ ἐπιστατικώτερον τῆς φιλίας καὶ ἔχθρας προσνεμητέον, ἐφ’ ὧν δὲ ἡ ἐπιθεώρησις τῶν ἀστέρων βελτίων πρὸς ἀγαθοποιίαν καὶ δύναμιν, ἐκείναις τό τε ἐκ τῆς φιλίας ὠφελιμώτερον καὶ τὸ ἐκ τῆς ἔχθρας κατορθωτικώτερον ἀποδοτέον.

ἐπὶ δὲ τῶν κατὰ χρόνον τισὶ συνισταμένων προσκαίρων συναστριῶν τε καὶ ἐναντιώσεων προσεκτέον ταῖς καθ’ ἑκατέραν γένεσιν κινήσεσι τῶν ἀστέρων, τουτ- έστι κατὰ ποίους χρόνους αἱ τῶν τῆς ἑτέρας γενέσεως ἀστέρων ἀφέσεις ἐπέρχονται τοῖς τόποις τῶν τῆς ἑτέρας γενέσεως ἀστέρων· γίνονται γὰρ κατὰ τούτους φιλίαι καὶ ἔχθραι μερικαὶ διακρατοῦσαι χρόνον ὀλιγοστὸν μὲν τὸν μέχρι τῆς διαλύσεως αὐτῆς, πλεῖστον δὲ τὸν μέχρι τῆς ἑτέρου τινὸς τῶν ἐπιφερομένων ἀστέρων καταλήψεως.

Κρόνος μὲν οὖν καὶ Ζεὺς ἐπελθόντες τοῖς ἀλλήλων τόποις ποιοῦσι φιλίας διὰ συστάσεως γεωργίας ἢ κληρονομίας, Κρόνος δὲ καὶ Ἄρης μάχας καὶ ἐπιβουλὰς τὰς κατὰ προαίρεσιν, Κρόνος δὲ καὶ Ἀφροδίτη συνεπιπλοκὰς [*](m 194) διὰ συγγενικῶν προσώπων, ταχὺ μέντοι ψυχούσας, Κρόνος δὲ καὶ Ἑρμῆς συμβιώσεις καὶ κοινωνίας διὰ δόσιν [*](16 ss. cf. CCAG IV 58, f. 387 21 Tetrab. p. 187, 16 s.) [*](ἢ ἐὰν] ἂν δὲ Y ἢ τὸ V om. Yβγ ἦν Vβ ἢ Υ ᾖ Y ἦ ἡ D τῆ MS om Y 8 καὶ ἐπιστατικάτε(??)(??)(??) om MS Vy ἡ D τῇ MS om. Y 8 κα ἐπιστατικώτερον om. MS 5 ἐκείναις VYDy ἐκείνης MS 6 κατορθωτικώτερον YSy κατροθοκώτερον V κατορθωτέον DM 7 ἀποδοτέον VYSy ἀποδοτι- κώτερον D (post κατ.) Μ (ante κατ.) om. Y 8 προσεκτέον om. V 10 αἱ τῶν βγ ἐτῶν VY 11.12 ἀφέσεις—ἀστέρων om. M ἐπέρχον- ται] ἐπιφέρωνται Y τῆς ἑτέρας — ἀστέρων om. Y 13 διακρατοῦσαι VDy ἐνδιακρατοῦσαι Y καὶ διακρατοῦσι MS 16 Κρόνος] ὁ τοῦ ABBREV γ (et sic deinceps) 16.17 τοῖς . . . τόποις βγ τοὺς . . . τόπους VY 17 συστάσεως βγ συστάσεις VY 19 Ἀφροδίτης VM 20 ταχὺ Vy τάχει Υβ ψυχούσας β καταψυχούσας γ 21 Ἑρμοῦ V κοινωνίας] συγγενείας M διὰ δόσιν γ διδώασι Y διὰ δόασι καὶ διὰ δόσιν MS)

196
καὶ λῆψιν καὶ ἐμπορίαν ἢ μυστήρια,

Ζεὺς δὲ καὶ Ἄρης ἑταιρίας δι’ ἀξιωματικῶν ἢ οἰκονομιῶν, Ζεὺς δὲ καὶ Ἀφροδίτη φιλίας τὰς διὰ θηλυκῶν προσώπων ἢ τῶν ἐν ἱεροῖς θρησκειῶν ἢ χρησμῶν τῶν τοιούτων, Ζεὺς δὲ καὶ Ἑρμῆς συναναστροφὰς διὰ λόγους καὶ ἐπιστήμας καὶ προαίρεσιν φιλόσοφον, Ἄρης δὲ καὶ Ἀφροδίτη συνεπιπλοκὰς τὰς δι’ ἔρωτας καὶ μοιχείας ἢ νοθείας, ἐπισφαλεῖς [*](c 50v) δὲ καὶ οὐκ ἐπιπολὺ διευθυνούσας, Ἄρης δὲ καὶ Ἑρμῆς ἔχθρας καὶ περιβοησίας καὶ δίκας διὰ πραγμάτων ἢ φαρμάκων ἀφορμάς, Ἀφροδίτη δὲ καὶ Ἑρμῆς συμβιώσεις τὰς διὰ τέχνην τινὰ ἢ μοῦσαν ἢ σύστασιν ἀπὸ γραμμάτων ἢ θηλυκῶν προσώπων.

τὴν μὲν οὖν ἐπὶ τὸ μᾶλλον καὶ ἦττον ἐπίτασιν καὶ ἄνεσιν τῶν συναστριῶν ἢ τῶν ἐναντιώσεων διακριτέον ἐκ τῆς τῶν ἐπιλαμβανομένων τόπων πρὸς τοὺς πρώτους καὶ κυριωτάτους τέσσαρας τόπους διαθέσεως, ἐπειδήπερ κατὰ τῶν κέντρων μὲν ἢ τῶν κλήρων ἢ τῶν φώτων τυχόντες ἐπιφανεστέρας ποιοῦσι τὰς ἐπισημασίας, ἀλλοτριωθέντες δὲ αὐτῶν ἀνεπιφάντους, τὴν δὲ ἐπὶ τὸ βλαβερώτερον ἢ ὠφελιμώτερον τοῖς ἑτέροις ἐκ τῆς τῶν ἐπιθεωρούντων ἀστέρων τοὺς εἰρημένους τόπους ἐπὶ τὸ ἀγαθὸν ἢ κακὸν ἰδιοτροπίας.

Ἰδίως δὲ ὁ περὶ δούλων τόπος ἢ λόγος καὶ τῆς τῶν [*](m 195) δεσποτῶν πρὸς αὐτοὺς συμπαθείας ἢ ἀντιπαθείας ἐκ τοῦ κακοδαιμονοῦντος ζῳδίου λαμβάνεται καὶ τῆς τῶν ἐπι- [*](22 cf. Heph. II 20: CCAG VIII 2,88; Firm. VII 4,1–18) [*](1.2 Ζεὺς—οἰκονομιῶν om. D 2 οἰκονομῶν V 3 Ἀφροδίτης V 6 φιλόσοφον VYDy Procl. φιλοσόφων MS Ἀφροδίτης V 8 οὐκ om. γ 9 πραγμάτων VA ABBREV διὰ γραμμάτων suprascr. A2 γραμμάτων βC 10 συμβιώσεις] συμβ. ποιεῖ V 16 τῶν κέντρων τρων γ κέντρων β κέντρον V τῶν κλήρων γ κλήρων Υβ κλῆρον V 17 ἐπιφανεστέρας VYS ἐπισφαλεστέρας γ 18 ἀλλοτριωθέντες βγ -θέντων ν 19 ἑτέροις VDy ἑταίροις MS 20 τῆς om. V 81 post ἰδιοτροπίας nov. tit. περὶ δούλων My 22 λόγος ἢ τόπος Y)

197
θεωρούντων τὸν τόπον ἀστέρων κατά τε τὴν γένεσιν αὐτὴν καὶ κατὰ τὰς ἐπεμβάσεις ἢ διαμετρήσεις φυσικῆς ἐπιτηδειότητος καὶ μάλιστα, ὅταν οἱ τοῦ δωδεκατημορίου κυριεύσαντες ἤτοι συμφώνως τοῖς αὐθεντικοῖς τόποις τῆς γενέσεως ἢ ἐναντίως ποιῶνται τοὺς συσχηματισμούς.

Ὁ δὲ περὶ ξενιτείας τόπος καταλαμβάνεται διὰ τῆς τῶν φώτων πρὸς τὰ κέντρα στάσεως, ἀμφοτέρων μέν, μάλιστα δὲ τῆς σελήνης· δύνουσα γὰρ ἢ ἀποκεκλικυῖα τῶν κέντρων ξενιτείας καὶ τόπων μεταβολὰς ποιεῖ, δύναται δὲ τὸ παραπλήσιον ἐνίοτε καὶ ὁ τοῦ Ἄρεως ἤτοι δύνων καὶ αὐτὸς ἢ ἀποκεκλικὼς τοῦ κατὰ κορυφήν, ὅταν τοῖς φωσὶ διάμετρον ἢ τετράγωνον ἔχῃ στάσιν.