Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

προσεκτέον δὲ καὶ ταῖς ἐπεμβάσεσι ταῖς πρὸς τοὺς τῶν χρόνων τόπους γινομέναις ὡς οὐ τὰ τυχόντα καὶ αὐταῖς συλλαμβανομέναις πρὸς τά τῶν καιρῶν ἀποτελέσματα, καὶ μάλιστα ταῖς μὲν τοῦ Κρόνου πρὸς τοὺς καθολικοὺς τῶν χρόνων τόπους, ταῖς δὲ τοῦ Διὸς πρὸς τοὺς τῶν ἐνιαυσιαίων, ταῖς δὲ τοῦ ἡλίου καὶ ταῖς τοῦ Ἄρεως καὶ Ἀφροδίτης καὶ Ἑρμοῦ πρὸς τοὺς τῶν μηνιαίων, ταῖς δὲ τῆς σελήνης παρόδοις πρὸς τοὺς τῶν ἡμερησίων,

καὶ ὡς τῶν μὲν καθολικῶν χρονοκρατόρων κυριωτέρων ὄντων πρὸς τὴν τοῦ ἀποτελέσματος τελείωσιν, τῶν δὲ ἐπὶ μέρους συνεργούντων ἢ ἀποσυνεργούντων κατὰ τὸ οἰκεῖον ἢ ἀνοίκειον τῶν φύσεων, τῶν δὲ ἐπεμβάσεων τὰς ἐπιτάσεις καὶ τὰς ἀνέσεις τῶν συμπτωμάτων ἀπεργαζομένων·

τὸ μὲν γὰρ καθόλου τῆς ποιότητος ἴδιον καὶ τὴν τοῦ χρόνου παράτασιν ὅ τε τῆς ἀφέσεως τόπος καὶ ὁ τῶν καθολικῶν χρόνων κύριος μετὰ τοῦ τῶν ὁρίων διασημαίνει διὰ τὸ συνοικειοῦσθαι τῶν ἀστέρων ἕκαστον ἐπ’ αὐτοῖς τοῖς τῆς γενέσεως τόποις, ὧν ἂν ἀπ’ ἀρχῆς ἔτυχον λαβόντες τὴν οἰκοδεσποτείαν, τὸ δέ, πότερον ἀγαθὸν ἢ τοὐναντίον ἔσται τὸ σύμπτωμα, καταλαμβάνεται διὰ τῆς τῶν χρονοκρατόρων φυσικῆς τε καὶ, συγκρατικῆς ἰδιοτροπίας εὐποιητι- [*](m 211) κῆς ἢ κακωτικῆς καὶ τῆς ἀπ’ ἀρχῆς πρὸς τὸν ἐπικρατούμενον μενον τόπον συνοικειώσεως ἢ ἀντιπαθείας, τὸ δέ,

ἐν [*](2 ἐκβαλοῦμεν β ἐκβαλλομένας Υ ἐκβαλλοῦμεν γ 8 δύο τρίτον MS Heph. δύο προ π Υ δύο καὶ ABBREV D Procl. β καὶ L”γ 4 πρὸς Sγ ταῖς Υ πρὸς DM 5 τὸ τυχῶν(!) Υ 8 τοὺς Υγ om. β 9 καὶ (prim. et Υβ om. γ ταῖς om. Dγ 14 om. Y ἢ ἀνοίκειον om. D 14.15 τῆς φύσεως S 20 ἐπ’ αὐτοῖς τοῖς D ἀπ’ αὐτοῖς Y ἐπ’ αὐτοῖς MS ἐπ’ αὐτῆς τῆς γ 21 τόποις γ τοῖς τόποις YMS ὧν Y ὧν ἂν βγ ἔτυχον] ἔτι Y 22 πότερον hic YS post τοὐναντίον DMγ 24 συγκρατικῆς συγκρατητικῆς β 26 οἰκειώσεως Y)

212
ποίοις χρόνοις μᾶλλον ἐπισημανθήσεται τὸ ἀποτέλεσμα, δείκνυται διὰ τῶν τῶν ἐνιαυσίων καὶ μηνιαίων ζῳδίων . πρὸς τοὺς αἰτιατικοὺς τόπους συσχηματισμῶν καὶ τῶν κατὰ τὰς ἐπεμβάσεις τῶν ἀστέρων καὶ τὰς φάσεις ἡλίου καὶ σελήνης πρὸς τὰ ἐνιαύσια καὶ μηνιαῖα τῶν ζῳδίων·

οἰ μὲν γὰρ συμφώνως ἔχοντες πρὸς τοὺς διατιθεμένους τόπους ἀπὸ τῆς έν τῇ γενέσει καταρχῆς καὶ κατὰ τὰς ἐπεμβάσεις συμφώνως αὐτοῖς συσχηματισθέντες ἀγαθῶν [*](c 55) εἱσι περὶ τὸ ὑποκείμενον εἶδος ἀπεργαστικαί, καθάπερ, ἐὰν ἐναντιωθῶσι, φαύλων, οἱ δὲ ἀσυμφώνως καὶ παρ’ αἵρεσιν διαμηκίσαντες μὲν ἢ τετραγωνίσαντες ταῖς παρ- όδοις, κακῶν εἰσιν παραίτιοι, κατὰ δὲ τοὺς ἄλλους σχη- ματισμοὺς οὐκέτι.

κᾶν οἱ αὐτοὶ καὶ τῶν χρόνων καὶ τῶν, ἐπεμβάσεων κυριεύσωσιν ἀστέρες, ὑπερβάλλουσα καὶ ἄκρατος γίνεται ἡ τοῦ ἀποτελέσματος φύσις, ἐάν τε ἐπὶ τὸ ἀγαθὸν ἐάν τε ἐπὶ τὸ φαῦλον ῥέπῃ, πολὺ δὲ πλεῖον, ἐὰν μὴ μόνον διὰ τὸ χρονοκράτορας εἶναι κυριεύσωσι τοῦ τῆς αἰτίας εἴδους, ἀλλὰ καὶ διὰ τὸ κατ’ αὐτὴν τὴν ἀρχὴν τῆς γενέσεως τὴν οἰκοδεσποτείαν αὐτοῦ τετυχηκέ- ναι. κατὰ πάντα δὲ ὁμοῦ δυστυχοῦσιν ἢ εὐτυχοῦσιν, ὅταν [*](m 212) ’ἤτοιι τόπος εἷς καὶ ὁ αὐτὸς ὑπὸ πασῶν ἢ τῶν πλείστων ἀφέσεων τύχῃ καταληφθείς, ἢ τούτων διαφόρων οὐσῶν oi αὐτοὶ χρόνοι πάσας ἢ τὰς πλείστας ὑπαντήσεις ὁμοίως ἀγαθοποιοὺς ἢ κακοποιοὺς τύχωσιν ἐσχηκότες.

ὁ μὲν οὖν τύπος, τῆς τῶν καιρῶν ἐπισκέψεως τοσοῦτός τις ἂν εἴη. τὰ δὲ εἴδη τῶν ἀποτελεσμάτων τῶν συμβαινόντων κατὰ [*](3 πρὸς om.Y συσχημ.βγ σχημ.Ῡ 4 φάσεις] ἀφέσειςῩ 9 εἰσι Ῡγ εἰς τὸ 18 παραίτιοί YS αἴτιοι DMy 19.18 σχημ.Ῡ8 Procl. “3‘35? «ἦ ωἴέπεῆξάὲἕῖᾞὸῗιοῗι it”; YD” ῗῗιῗῖἕξῖ ξτέ εἶριεύσουσι ἔ i8 τὸ] τὰ Y μ εέιῗτῆς βΑ τοῖςζί on: C τοιοῦ- τοςῩ post ν deaim’t Μ1 (M’ suppl.) post εἴη des. S εἴη] γίνοι- το Y so τὰ δὲ-213, o συγκράσεως DM’y κατὰ τὸν ἁρμωζονταα) ταῖς δυσικαῖς χριμαντείαις (=- χρωματίαις) τρόπον τὰς δὲ κατὰ μέρος έπιβολλάς (I) τῆς ποιότητος τῶν χρονικῶν ἀποτελεσμάτων πολύχρουν καὶ δυσερμηνήτως ἐχούσας ἐνθάδε μάλιστα τὸ magma;-)

213
χρόνους συνάπτειν ἐνταῦθα κατὰ διέξοδον παραλείψομεν, δι’ ὃν ἔφην σκοπὸν ἐξ ἀρχῆς, ὅτι τῶν ἀστέρων ἡ ποιητικὴ δύναμις, ἣν ἔχουσιν ἐπὶ τοὺς καθόλου ὁμοίως καὶ ἐν τοῖς μερικοῖς, κατὰ τὸ ἀκόλουθον ἐφαρμόζεσθαι δύναται συναπτομένων εὐστόχως τῆς τε αἰτίας τοῦ μαθηματικοῦ καὶ τῆς αἰτίας τῆς ἐκ τῆς συγκράσεως.

[*](κὸν τῶν ἀποβησωμένων(!) ἀπολυπτέον(!) διὰ τὴν ἐξ ἀρχῆς ἡμῶν πρόθεσιν τὴν τοῦ μαθεματικοῦ πρὸς τὸ συγκρατικὸν εἶδος εὐστοχίαν τὸ τῆς καθ’ ὁλλου(!) φύσεως τῶν ἀστέρων ποιητικὸν ἔτι καὶ τοῖς ἐπὶ μέρους ὁμοίως κατὰ τὸ ἀκολλουθον(!) ἐφαρμωζεν ἐφαρμόζειν) δυναμένου· διὸ δυομένου δὲ καὶ τοῦ γενεθληαλογικοῦ τόπου κεφαλαιωδὸ(!) ἀνέχῃ καί τι δὲ τῆ (= τῇδε τῇ) πραγμ(ατίᾳ) τὸ προσεικον (= ῆκον) ἐπιθῆναι(!) τέλος Y subscr.: τέλος τοῦ Πτολεμαίου Y et alia. manu: ὥδε πεπλίροται(!) ἡ τετράβιβλος Πτολεμαίου. τέλος τοῦ τετάρτου βίβλου Y τέλος τῆς τοῦ Πτολεμαίου τετραβίβλου D τέλος τοῦ τετάρτου βίβλου γ (καὶ τῆς καθόλου πραγματείας τῶν πρὸς Σύρον σματικῶν add. C))

ADDENDVM

Ad Claudii Ptolemei operum fragmenta a Ludovico Heiberg collecta (P. opp. 11, 263—270) addendum est: in Aristotelem de Caelo p. 506, 16—21 ed. ἐγκαλεῖ δὲ αὐτοῖς ὁ Πτολεμαῖος καὶ ὡς πολὺ πλῆθος σφαι- ρῶν εἰσάγουσι μόνης ἕνεκα τῆς συναποκαταστάσεως τῶν ἑπτὰ πλανήτων πρὸς τὴν περιφορὰν τῆς ἀπλανοῦς καὶ τὸ λέγειν τὰς περιεχομένας ταῖς περιεχούσαις καὶ τὰς ἐσχάτας ταῖς ὑπὲρ αὐτὰς αἰτίας εἶναι. τῆς συναποκαταστάσεως, καίτοι τῆς φύσεως ἀεὶ τὰ ἀνωτέρω τοῖς κατωτέρω αἴτια ποιούσης τῆς κινήσεως

Quod fragmentum a Neugebauer et Cherniss nuperrime repertum non ad synt. ΙΧ 2, quem locum Heiberg in apparatu critico affert, sed ad Ὑποθέσεων τῶν πλανωμένων Β΄ arabice tantum nobis traditum, referendum est. (cf. P. opp. II, 118, 20–31)