Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

Ὀὐκ ἀλλότριος δὲ τῆς προκειμένης σκέψεως οὐδ’ ὁ περὶ τῶν τεράτων λόγος. πρῶτον μὲν γὰρ ἐπὶ τῶν τοιούτων τά μὲν φῶτα ἀποκεκλικότα ἢ ἀσύνδετα τῷ ὡροσκόπῳ κατὰ τὸ πλεῖστον εὑρίσκεται, τὰ δὲ κέντρα διειλημμένα ὑπὸ τῶν κακοποιῶν. ὅταν οὖν τοιαύτη τις ὑπ’ ὄψιν πέσῃ [*](5 ss. cf. Boll, Sphaera 273 ann. 1 18 cf. Heph. II 9; Val. IX 7) [*](1 ἐν om. YDMA τοῖς om. YDA 2 συμπεριλαμβάνῃ αβΑ συμπροσλαμβάνει V(ex corr.) συλλαμβάνει C 8 κέντρον om. β ἀλλὰ τὸ VYDSγ ἀλλ’ ἀπὸ ΣΜ 7 συσχημ. V Σγ σχημ. Υβ 8 Κρ. δηλόνοτι γ τρεῖς] τῆς Σ ,9 τὴν om. V 12 ἕνα μόνον VY post Κόρης: καὶ διονύσου add. Σγ 18 post ♂ ἐπὶ τῶν ἀναμὶξ γενομένων. τὸ γὰρ ἄρρεν ἐπικρατεῖν τὸ τρέφεσθαι τὸ θύλη(!) ἀτροφεῖν add. Y ὡς] ὅσα V συμβαίνειν] σημαίνειν Y 18 περὶ τοῦ μέλλοντος γενηθῆναι εἴ ἐστι τέρας i. mg. S² 19 σκέψεως VαDγ σκέψεως σκόπος MS 20 τερατωδῶν V μὲν γὰρ V μὲν Y γὰρ Σβγ)

125
[*](m 123) διάθεσις, ἐπειδὴ γίνεται πολλάκις καὶ περὶ τὰς ταπεινὰς [*](c 32) καὶ κακοδαίμονας γενέσεις, κἂν μὴ τερατώδεις ὦσιν, εὐθὺς ἐπισκοπεῖν προσήκει τὴν προγενομένην συζυγίαν συνοδικὴν ἢ πανσεληνιακὴν καὶ τὸν οἰκοδεσποτήσαντα ταύτης τε καὶ τῶν τῆς ἐκτροπῆς φώτων.

ἐὰν γὰρ οἱ τῆς ἐκτροπῆς αὐτῶν τόποι καὶ ὁ τῆς σελήνης καὶ ὁ τοῦ ὡροσκότου πάντες ἢ οἱ πλείονες ἀσύνδετοι τυγχάνωσιν ὄντες τῷ τῆς προγενομένης συζυγίας τόπῳ, τὸ γεννώμενον αἰνιγματῶδες ὑπονοητέον. ἐὰν μὲν οὖν τούτων οὕτως ἐχόντων τά τε φῶτα ἐν τετράποσιν ἢ θηριώδεσιν εὐρίσκηται ζῳδίοις καὶ οἱ δύο κεκεντρωμένοι τῶν κακοποιῶν, οὐδὲ ἐξ ἀνθρώπων ἔσται τὸ γεννώμενον, μηδενὸς μὲν μαρτυροῦντος τοῖς φωσὶν τῶν ἀγαθαποιῶν τέλεον ἀνήμερον καὶ τῶν ἀγρίαν καὶ κακωτικὴν ἐχόντων φύσιν, μαρτυρούντων δὲ Διὸς ἢ Ἀφροδίτης τῶν ἐκθειαζομένων, οἷον κυνῶν αἰλούρων ἢ πιθήκων ἢ τῶν τοιούτων, Ἑρμοῦ δὲ τῶν εἰς χρείαν ἀνθρωπίνην, οἷον ὀρνίθων ἢ συῶν βοῶν ἢ αἰγῶν καὶ τῶν τοιούτων.

ἐὰν δὲ ἐν ἀνθρωποειδέσι τὰ φῶτα καταλαμβάνηται τῶν ἄλλων ὡσαύτως ἐχόντων, ὑπ’ ἀνθρώπων μὲν ἢ παρ’ ἀνθρώποις ἔσται τὰ γεγενημένα, τέρατα δὲ καὶ αἰνιγματώδη, τῆς κατὰ τὸ ποῖον ἰδιότητος καὶ ἐνταῦθα συνορωμένης ἐκ τῆς τῶν [*](m 124) ζῳδίων μορφώσεως, ἐν οἷς οἱ διειληφότες τὰ φῶτα ἢ τὰ κέντρα κακοποιοὶ τυγχάνουσι. ἐὰν μὲν οὖν καὶ ἐνταῦθα [*](15 ἐκθειαζομένων cf. CCAG VII 115, 31; Cumont, Égypte 63, 3) [*](2. 3 εὐθὺς—συζυγίαν om. V ὖ τῆς(pr.)] ἐκ τῆς Υ φώτων VY β τόπων Σγ 9 ἐὰν μὲν hic Vαβ post ἐχόντων γ οὖν τ. VΣD S τ. οὖν M om. Y ll δύο om. S κεντρωμένοι S 12 μηδενὸς ἀλλὰ μηδενὸς αβγ μὲν VYy μὲν ἀγαθοποιοῦ EMS om. D 13 τῶν om. VYD ἀγαθοποιῶν VDγ ἀγαθοποιοῦ Y κακοποιῶν ΣMS 14 τῶν αMSγ τὴν VD 15 ἢ γ μὲν ἢ ΣMS (A2 i. mg. μὲν Y ἐκθειαζομένων αβ ἐκδιαζομένων V . . . . . ζομένων(!)γ (suppl.A2) 16 ἢ πιθήκων om. VY 17 δὲ om. V 18 ἢ βοῶν ἢ αἰγῶν VYDy ἢ αἰ. ἢ EMS 20 ὑπ’] ἐξ γ 21 πέρατα Μ δὲ 0m. Σβ 28 τὰ φῶτα ἢ 0m. γ)

126
μηδὲ εἷς τῶν ἀγαθοποιῶν ἀστέρων προσμαρτυρῇ μηδενὶ τῶν προειρημένων τόπων, ἄλογα καὶ ὡς ἀληθῶς αἰνιγματώδη γίνεται τέλεον·

ἐὰν δὲ 6 τοῦ Διὸς τῆς Ἀφροδίτης μαρτυρήσῃ, τιμώμενον καὶ εὔσχημον ἔσται τὸ τοῦ τέρατος ἴδιον,

ὁποῖον περὶ τοὺς ἑρμαφροδίτους ἢ τοὺς καλουμένους ἁρποκρατικοὺς καὶ τοὺς τοιούτους εἴωθε συμβαίνειν, εἰ δὲ καὶ 6 τοῦ Ἑρμοῦ μαρτυρήσῃ, μετὰ τούτων μὲν καὶ ἀποφθεγγομένους καὶ διὰ τῶν τοιούτων ποριστικούς, μόνος δὲ 6 τοῦ Ἑρμοῦ νωδοὺς καὶ κωφούς, εὐφυεῖς μέντοι καὶ πανούργους ἄλλως ἀπεργάζεται.