Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

Καὶ περὶ τῶν γεννωμένων δὲ ὁμοίως ἀνά δύο ἢ καὶ πλειόνων τοὺς αὐτοὺς τόπους παρατηρεῖν προσήκει τουτέστι τάδε δύο φῶτα καὶ τὸν ὡροσκόπον. παρακολουθεῖν δὲ εἴωθε τοῦτο τὸ σύμπτωμα παρὰ τὰς κράσεις, ὅταν οἱ δύο ἢ καὶ οἱ τρεῖς τόποι δίσωμα περιέχωσι ζῴδια, καὶ μάλιστα, ὅταν καὶ οἱ οἰκοδεσποτίζοντες αὐτῶν ἀστέρες τὸ αὐτὸ ἤ τινες μὲν ἐν δισώμοις, τινὲς δὲ ἀνὰ δύο κείμενοι τυγχάνωσιν ἢ πλείους.

ἐπὰν δὲ καὶ ἐν δισώμοις ὦσιν οἱ κύριοι τόποι καὶ κατὰ τὸ αὐτὸ πλείονες τῶν ἀστέρων συνεσχηματισμένοι, τότε καὶ πλείονα τῶν δύο κυΐσκεσθαι συμπίπτει, τοῦ μὲν πλήθους ἀπὸ τοῦ τὸ ἰδίωμα ποιιοῦντος ἀστέρος τοῦ ἀριθμοῦ συνεικαζομένου τοῦ δὲ γένους ἀπὸ τοῦ τῶν συνεσχηματισμένων ἀστέρων τῷ τε ἡλίῳ καὶ τῇ σελήνῃ καὶ τῷ ὡροσκότῳ προσώπου πρὸς ἀρρε- [*](13 cf. Heph. II 8; Firm. VII 3, 1—7) [*](2 πρὸς] περὶ S 3 —5 λιβικοὶ—ἀρρενοῦνται om. C 4 πρὸς om. V πάλιν ὄντες VYD ὄντες πάλιν ΣMSγ 8 ἐπίσκεψις περὶ διδύμων Sa i. mg. 10 τόπους VY δύο τρόπους Σβγ παρατηρεῖν] περιπηρεὶν V δὲ VY γὰρ Σβγ νοῦτο τὸ V τὸ τοιοῦτον αβγ παρὰ Vπερὶ αβγ κράσεις V συγκρά- σεις αβγ Procl. 18 περιέχουσι V 14 lac. 4 litt. post ὅταν S, post καὶ M οἰκοδεσποτίζοντες V οἰκοδεσπόζοντες Σβγ δεσπόζοντες Y πάθωσιν VY καθορῶσιν Σβγ 16 ἐπὰν VαDγ ἐὰν MS 17 πλείονες VY cf. Procl. πλείοσι Σβγ 18 κυΐσκεσθα(??) γ κύεσθαι Y τίκτεσθαι Σβ 20 τοῦ ἀριθμοῦ post συνεικαζομένου S τοῦ (alt) om. Σβγ 22 προσώπου om. ΣDγ)

124
νογονίαν ἢ θηλυγονίαν κατὰ τοὺς ἐν τοῖς ἔμπροσθεν εἰρημένους τρόπους.

ὅταν δὲ ἡ τοιαύτη διάθεσις μὴ συμπεριλαμβάνῃ [*](m 122) τοῖς φωσὶ τὸ τοῦ ὡροσκόπου κέντρον ἀλλὰ τὸ τοῦ μεσουρανήματος, αἱ τοιαῦται τῶν μητέρων δίδυμα ὡς ἐπίπαν ἢ καὶ πλείονα κυΐσκουσιν· ἰδίως δὲ τρεῖς μὲν ἄρρενας πληροφοροῦσιν ὑπὸ τὴν τῶν ἀνακτόρων γένεσιν ἅμα τοῖς προκειμένοις τόποις ἐν δισώμοις συσχηματισθέντες Κρόνος Ζεὺς Ἄρης, τρεῖς δὲ θηλείας ὑπὸ τὴν τῶν χαρίτων Ἀφροδίτη σελήνη μεθ’ Ἑρμοῦ τεθηλυσμένου, δύο δὲ ἄρρενας καὶ μίαν θήλειαν ὑπὸ τὴν τῶν Διοσκούρων Κρόνος Ζεὺς Ἀφροδίτη, δύο δὲ θηλείας καὶ ἄρρενα ἕνα ὑπὸ τὴν Δήμητρος καὶ Κόρης Ἀφροδίτη, σελήνη, Ἄρης, ἐφ’ ὧν ὡς ἐπὶ τὸ πολὺ συμβαίνειν εἴωθε τό τε μὴ τελεσφορεῖσθαι τά γινόμενα καὶ τὸ μετὰ παρασήμαων τινῶν σωματικῶν ἀποκυΐσκεσθαι καὶ ἔτι τὸ γίγνεσθαί τινα τοῖς τόποις ἐξαίρετα καὶ ἀπροσδόκητα διὰ τὴς τῶν τοιούτων συμπτωμάτων ὥσπερ ἐπιφανείας.