Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

‘Υπ᾿ ὄψιν ἤδη καὶ τοῦ περὶ ἀδελφῶν λόγου κατὰ τὸν ἁρμόζοντα καὶ φυσικὸν λόγον ἡμῖν γεγονότος ἑξῆς ἂν εἴη τῶν κατ’ αὐτὴν τὴν γένεσιν ἄρξασθαι καὶ πρῶτον ἐπιδραμεῖν τὸν περὶ ἀρρενικῶν τε καὶ θηλυκῶν ἐπιλογισμόν. θεωρεῖται δ’ οὗτος οὐ μονοειδῶς οὐδ’ ἀφ’ ἑνός τινος, ἀλλ’ ἀπό τε τῶν φώτων ἀμφοτέρων καὶ τοῦ ὡροσκότου, τῶν τε λόγον ἐχόντων πρὸς αὐτοὺς ἀστέρων, μάλιστα μὲν κατὰ τὴν τῆς σπορᾶς διάθεσιν, ὁλοσχερέστερον δὲ καὶ κατὰ τὴν τῆς ἐκτροπῆς. τὸ δ’ ὅλον παρατηρητέον, πότερον οἱ προειρημένοι τρεῖς τόποι καὶ οἱ τούτων οἰκοδεσποτοῦντες ἀστέρες ἅπαντες ἢ οἱ πλεῖστοι τυγχάνουσιν ἠρρενωμένοι πρὸς ἀρρενογονίαν ἢ τεθηλυσμένοι πρὸς θηλυγονίαν καὶ οὕτως ἀποφαντέον.

διακριτέον μέντοι τοὺς ἠρρενωμένους καὶ τεθηλυσμένους, καθ’ ὃν ὑπεθέμεθα τρόπον ἐν ταῖς πινακικαῖς ἐκθέσεσιν ἐν ἀρχῇ τῆς συντάξεως, ἀπό τε τῆς τῶν δωδεκατημορίων, έν οἷς [*](6 cf. Heph. II 7; CCAG IV 43 f. 317v; ib. V 1, 44f. 174v; Val. IX 7 20 cf. Tetrab. I 6; 13) [*](2 ἐπιπολυπρ. VYDγ ἔτι πολυπρ. ΣMS 3 πάλιν om. γ ὅ συνθεωρουμένων VY β θεωρουμένων γ om. Σ 6 θηλυκῶν αC θηλυκῶν γενέσεως VD θηλ. γενέσεων Α ἐπίσκεψις περὶ ἀρρένων καὶ θηλυων(!) i. mg. S² 7 ὑπ’ VYS ἐπ’ ΣDMγ ἀδελφῶν] τῶν ἀδελφῶν V 8 λόγον V Procl. τρόπον αβγ γεγονότος VYSγ ἐπιγεγονότος ΣDM 10 θηλ. τε καὶ ἀρρ. S 12 καὶ μάλιστα Y 16 εἰρημένοι S τρεῖς: ἤγουν οἱ τῶν φώτων ἤτοι τοῦ ABBREV καὶ ABBREV δύο καὶ ὁ τοῦ ABBREV εἷς S i. mg. τόποι] τρόποι 17 ἅπαντες V ἢ πα΄ντες αβγ 18 ἀρρενολογίαν 20 ὑποτιθέμεθα 22 οἷς τε V)

123
[*](m 121) εἰσι, φύσεως, καὶ ἀπὸ τῆς αὐτῶν τῶν ἀστέρων καὶ ἔτι ἀπὸ τῆς πρὸς τὸν κόσμον σχέσεως, ἐπειδήπερ ἀπηλιωτικοὶ μὲν ὄντες ἀρρενοῦνται, λιβικοὶ δὲ θηλύνονται, πρὸς δὲ τούτοις ἀπὸ τῆς πρὸς τὸν ἥλιον, ἑῷοι μὲν γὰρ πάλιν ὄντες ἀρρενοῦνται, θηλύνονται δὲ ἑσπέριοι· δι’ ὧν πάντων τὴν κατὰ τὸ πλεῖστον ἐπικράτησιν τοῦ γένους προσήκει καταστοχάζεσθαι.

[*](c 31v)