Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

Ἄρης μὲν γὰρ βλέψας τὴν σελήνην τοῦτον τὸν τρόπον ἀνατολικὴν μὲν οὖσαν τούς τε θανάτους τοὺς μητρικοὺς αἰφνιδίους καὶ τὰ σίνη περὶ τὰς ὄψεις ποιεῖ, ἀποκρουστικὴν δὲ τοὺς θανάτους ἀπὸ ἐκτρωσμῶν ἢ τῶν τοιούτων καὶ τὰ σίνη διὰ τομῶν καὶ καύσεων, τὴν δὲ Ἀφροδίτην βλέψας τούς τε θανάτους [*](1 περικυλίει V Σβ κυκλίει Y βάλλει γ Σ² i. mg. 2 κακῶς om. V συσχηματισθεὶς Y 8 πρὸς τὸν om. V (spat) ἡλίου 4 παρασκευάξει Υ παθὴ τὰ Σβγ παθητάς VY τῆς om. V 5 ὀχλήσεων 6 συσχημ. αMS Procl. σχημ. VDγ 9 ὢν VY om. Σβγ αὐτῷ γ 11 καὶ VD γ ἢ καὶ Y ἢ ΣMS τὴν Ἄφρ. VY τὸν τῆς Ἀφρ. Σβγ ἐπανενεχθεὶς Σβ ἐπανεχθεὶς VYC ἐπενεχθεὶς A 12 τετράγων ο V 14 ἀποκλικότας V 15 περικλίουσι γ 16 ὀλιγοχρονίας V 18 ὁ τοῦ ♂γ 19 ἤγουν δυτικὴν i. mg.γ 20 αἰφνιδίως τὰ om. VY 21 ἀποκρουστικοὺς Σ δὲ] δὲ ὡς προείρηται θεορήσας(!)Y 22 ἐκτρωσμῶν YS ἐκτρόμων VD ἐκτρώμων ΣΜγ 23 τὴν Ἀφροδίτην VY β τὸν τῆς Ἀφροδίτης γ τὴν σελήνην Σ τε θανάτους] τοῦ θανάτου V)

119
πυρεκτικοὺς ἀπεργάζεται καὶ πάθη τὰ δι’ ἀποκρύφων καὶ σκοτισμῶν καὶ προσδρόμων αἰφνιδίων· ὁ δὲ τοῦ Κρόνου τὴν σελήνην βλέψας θανάτους καὶ πάθη ποιεῖ, ἀνατολικῆς μὲν οὔσης αὐτῆς διὰ ῥιγοπυρέτων, ἀποκροουστικῆς δὲ διὰ νόσων ὑστερικῶν καὶ ἀναβρώσεων.

προσπαραληπτέον δὲ εἰς τὰ κατὰ μέρος εἴδη τῶν σινῶν ἢ παθῶν ἢ καὶ θανάτων καὶ τὰς τῶν δωδεκατημορίων, ἐν [*](m 117) οἷς εἰσιν οἱ τὸ αἴτιον ἐμποιοῦντες τῆς ἰδιιοτροπίας, ὑπὲρ ὧν εὐκαιρότερον ἐν τοῖς περὶ αὐτῆς τῆς γενέσεως ἐπεξεργασόμεθα· καὶ ἔτι παρατηρητέον ἡμέρας μὲν μάλιστα τόν τε ἥλιον καὶ τὴν Ἀφροδίτην, νυκτὸς δὲ τὸν τοῦ Κρόνου καὶ τὴν σελήνην. λοιπὸν δὲ ἐπὶ τῶν κατ’ εἶδος ἐξεργασιῶν ἁρμόζον· καὶ ἀκόλουθον ἂν εἴη τὸν τῆς αἱρέσεως πατρικὸν ἢ μητρικὸν τόπον ὥσπερ ὡροσκόπον ὑποστησαμένους τὰ λοιπὰ ὡς ἐπὶ γενέσεως αὐτῶν τῶν γονέων [*](c 30v) ἐπισκοπεῖν κατὰ τὰς ἐφεξῆς ὑποδειχθησομένας τῶν ὁλοσχρερστέρων εἰδῶν πραγματικάς τε καὶ συμβατικὰς ἐφόδους.

τοῦ μέντοι συγκρατικοῦ τρόπου καὶ ἐνταῦθα καὶ ἐπὶ πάντων μεμνῆσθαι προσήκει καταστοχαζομένους, ἐὰν μὴ μονοειδεῖς ἀλλὰ διάφοροι ἢ τῶν ἐναντίων ποιητικοὶ τυγχάνωσιν οἱ τὰς κυρίας τῶν ἐπιζητουμένων τόπων εἰληφότες ἀστέρες, τίνες ἐκ τῶν περὶ ἕκαστον συμβεβηκότων πρὸς δύναμιν πλεονεκτημάτων πλείους ἔχοντες εὑρίσκονται ψήφους πρὸς τὴν ἐπικράτησιν τῶν ἀποτελεσθησομένων, ἵνα ἢ ταῖς τούτων φύσεσιν ἀκόλουθον ποιώμεθα τὴν ἐπίσκεψιν ἢ τῶν ψήφων ἰσορρόπων οὐσῶν, [*](2 καὶ (pr.) ΣDMγ ἢ VYS καὶ (alt.) αβγ ἢ V 4 κρουστικῶς M 5 δὲ] μὲν V νόσων] νόμων VY ἀναβράσεων V VYγ ἐπεργαζόμεθα Σβ 12 ἐξεργασιῶν VY ἐπεξεργασιῶν Σβγ 14 ὑποστησαμένους VYMSC ἐπιστησαμένους DA ἐπισταμένους Σ 16 ἐπισκοπεῖν VY βγ σκοπεῖν Σ. τὰς αβγ τὰ V ὑποδ. VYS ἐπιδ. ΣDMγ 17 πραγματικὰς Σβγ πρακτικῶν VY συμβατικὰς Σβγ συμβατικῶν V σημαντικῶν Y 18 συγκρατικοῦ V Σ² i. mg. γ συγκρατηκοῦς Y συγκραματικοῦ Σβ τρόπου VYγ τόπου Σβ 19 δαταστοχ. VYD γ στοχ. EMS 23 πρὸς om. V)

120
ὅταν μὲν ἅμα ὦσιν οἱ ἐπικρατοῦντες, τὸ ἐκ τῆς κράσεως τῶν διαφόρων φύσεων συναγόμενον εὐστόχως ἐπιλογιζώμεθα, ὅταν δὲ διεστηκότες, ἀνὰ μέρος ἕκαστος, κατὰ τοὺς ἰδίους καιροὺς τὰ οἰκεῖα τῶν συμπτωμάτων ἀπομερίζωμεν, προτέροις μὲν τοῖς ἑῴοις μᾶλλον, ὑστέροις [*](m 118) δὲ τοῖς ἑσπερίοις.

ἀπ’ ἀρχῆς μὲν γὰρ ἀνάγκη συνοικειωθῆναι τῷ ζητουμένῳ τόπῳ τὸν μέλλοντά τι περὶ αὐτὸν ἀπεργάζεσθαι τῶν ἀστέρων, καὶ τούτου μὴ συμβεβηκότος, οὐδὲν οἷόν τε καθόλου διαθεῖναι τὸν μηδ’ ὅλως τῆς ἀρχῆς κοινωνήσαντα τοῦ μέντοι χρόνον τῆς κατὰ τὸ ἀποτελούμενον ἐκβάσεως οὐκέτι τὸ τῆς πρώτης δεσποτείας αἴτιον, ἀλλ’ ἡ τοῦ κυριεύσαντός πως πρός τε τὸν ἥλιον καὶ τὰς τοῦ κόσμου γωνίας διάστασις.