Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

Ἀρχῆς δὲ χρονικῆς ὑπαρχούσης τῶν ἀνθρωπίνων τέξεων φύσει μὲν μὲν κατ’ αὐτὴν τὴν σποράν, δυνάμει δὲ καὶ κατὰ τὸ συμβεβηκὸς τῆς κατὰ τὴν ἀποκύησιν ἐκτροπῆς, ἐπὶ μὲν τῶν ἐγνωκότων τὸν τῆς σπορᾶς καιρὸν ἤτοι [*](c 27v) συμπτωματικῶς ἢ καὶ παρατηρητικῶς, ἐκείνῳ μᾶλλον προσήκει πρός τε τὰ τοῦ σώματος καὶ τὰ τῆς ψυχῆς ἰδιώματα κατακολουθεῖν, τὸ ποιητικὸν τοῦ,

κατ’ αὐτὸν τῶν ἀστέρων σχηματισμοῦ διασκεπτομένους· ἅπαξ γὰρ ἐν ἀρχῇ τὸ σπέρμα ποιόν πως γενόμενον ἐκ τῆς τοῦ περιέχοντος διαδόσεως, κἂν διάφορον τοῦτο γίνηται τοὺς ἐφεξῆς τῆς σωματοποιήσεως χρόνους, αὐτὸ τὴν οἱκείαν μόνην ὕλην φυσικῶς προσεπισυγκρίνον ἑαυτῷ κατὰ [*](7 cf. Heph. II 1 fin. (exc.): CCAG VIII 1, 146 s.; Rhetor. CCAG II 186; CCAG V 1, 43 f. 172v) [*](1 ἐνθάδε Vα ἔνθεν βγ post τὰς ἄλλας gloss. add.: ὡς τὸ ὑποκείμενον ἰδικῶς α ἀποτελεῖς V 2 πρώτης VαS ὅλης ΜDy 4 παρὰ VαMS περὶ Dy 7 β΄ V α΄ DMγ om. αS περὶ — ἐκκτροπῆς VDMy om. αS 8 ἀνθρωπίνων ΥΣDy ἀνθρωπείων YMS τέξεων VD γενέσεων α Σ i. marg. ἕξεων) MS ἕξεων γ 9 αὐτὴν Σ 10 τὸ om. M S super ἐκτροπῆς scr. ἤγουν καθ ἣν τὸ ζῷον· ἐφ’ ἑτέραν ἐκτρέπεται ζωὴν ἐξελθεῖν τῆς μήτρας Α rec. ex tit. Procl. 12 παρατηρητικῶς αC παρατηρικῶς VDA παρατηρηματικῶς MS ἐκείνῳ βγ ἐκεῖνο Vα 14 αὐτὸν αDMγ αὐτῶν VS 15 σχηματ. Vαγ συσχηματισμὸν β ἅπαξ] ἅπαν MS 16 σπέρμα ποιόν VY σπερμοποιόν βγ σπέρμα τοιόνδε Σ γενόμενον Vay γινόμενον β 17 γίνηται τοῦτο Σ 18 ἐφ. τῆς VDy τῆς ἐφ, MS ἐφ. α 19 μόνην VEDSy μόνον Μ μόγης Y ὕλην om. Y)

108
τὴν αὔξησιν ἔτι μᾶλλον ἐξομοιοῦται τῇ τῆς πρώτης ποιότητος ἰδιοτροπίᾳ·

ἐπὶ δὲ τῶν μὴ γινωσκόντων, ὅπερ ὡς ἐπίπαν συμβαίνει, τῇ κατὰ τὴν ἐκτροπὴν ἀρχῇ καὶ ταύτῃ [*](m 106) προσανέχειν ἀναγκαῖον, ὡς μεγίστη καὶ αὕτη καὶ μόνῳ τούτῳ τῆς πρώτης λειπομένη τῷ δι’ ἐκείνης καὶ τὰ πρὸ τῆς ἐκτέξεως δύνασθαι προγινώσκεσθαι. καὶ γὰρ εἰ τὴν μὲν ἀρχὴν ἄν τις εἴποι, τὴν δὲ ὥσπερ καταρχήν, τὸ μέγεθος αὐτῆς τῷ μὲν χρόνῳ γίνεται δεύτερον, ἴσον δὲ καὶ μᾶλλον τελειότερον τῇ δυνάμει, σχεδόν τε δικαίως ἐκείνη μὲν ἂν ὀνομάζοιτο σπέρματος ἀνθρωπίνου γένεσις, αὕτη δὲ ἀνθρώπου· πλεῖστά τε γὰρ τότε προσλαμβάνει τὸ βρέφος, ἃ μὴ πρότερον, ὅτε κατὰ γαστρὸς ἦν, προσῆν αὐτῷ, καὶ αὐτὰ τὰ ἴδια μόνης τῆς ἀνθρωπίνης φύσεως·