Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

Ἐπεὶ δὲ τοῖς τῆς ψυχῆς ἰδιώμασιν ἀκολουθεῖ πως καὶ ὁ περὶ τῶν ἐξαιρέτων αὐτῆς παθῶν λόγος, καθόλου μὲν πάλιν ἐπισημαίνεσθαι καὶ παρατηρεῖν προσήκει τόν τε τοῦ Ἑρμοῦ ἀστέρα καὶ τὴν σελήνην, πῶς ἔχουσι πρός τε ἀλλήλους καὶ τὰ κέντρα καὶ τοὺς πρὸς κάκωσιν οἰκείους τῶν ἀστέρων, ὡς ἐάν τε αὐτοὶ ἀσύνδετοι ὄντες πρὸς ἀλλήλους, ἐάν τε πρὸς τὸν ἀνατολικὸν ὁρίζοντα καθυπερτερηθῶσιν ἢ ἐμπερισχεθῶσιν ἢ διαμηκισθῶσιν ὑπὸ τῶν ἀνοικείως καὶ βλαπτικῶς ἐσχηματισμένων, ποικίλων παθῶν περὶ τὰς ψυχικὰς ἰδιοτροπίας συμπιπτόντων εἰσὶ ποιητικοί. τῆς διακρίσεως αὐτῶν πάλιν θεωρουμένης ἀπὸ τῆς προκατειλημμένης τῶν τοῖς τόποις συνοικειωθέντων ἀστέρων ἰδιοτροπίας.

[*](m 169)

τὰ μὲν οὗν πλεῖστα τῶν μετριωτέρων παθῶν σχεδὸν καὶ ἐν τοῖς ἔμπροσθεν περὶ τῶν τῆς ψυχῆς ἰδιωμάτων ῥηθεῖσι διακέκριται τῆς ἐπιτάσεως αὐτῶν ἐκ τῆς τῶν κακούντων ὑπερβολῆς συνορᾶσθαι δυναμένης, ἐπειδήπερ ἤδη τις ἂν εἰκότως εἵπου πάθη καὶ τὰ ἄκρα τῶν ἠθῶν καὶ ἤτοι ἐλλείποντα ἢ καὶ πλεονάζοντα τῆς μεσότητος· τὰ δὲ ἐξαίρετον ἔχοντα τὴν ἀμετρίαν καὶ ὥσπερ νοσηματώδη καὶ παρὰ ὅλην τὴν φύσιν καὶ περὶ αὐτὸ τὸ διανοητικὸν τῆς ψυχῆς μέρος καὶ περὶ τὸ παθητικὸν ὡς ἐν τύπω τοιαύτης ἔτυχε παρατηρήσεως.

ἐπιληπτικοὶ μὲν γὰρ ὡς ἐπὶ τὸ πολὺ γίνονται, ὅσοι τῆς σελήνης καὶ τοῦ τοῦ [*](1 cf. Hepb. II 16 v. CCAG VIII 1, 16 f. 99 83.; cf. Aristot. Eth. Nic. ΙΙ 1106b 27) [*](1 περὶ παθῶν ψυχικῶν Va D γ π. ποιότητος ψυχῆς Μ ἐπίσκε- ψις τῶν ψυχικῶν παθῶν S2 i. mg. 7 αὐτοὶ ἅς. VDy ἀσ. αὐτοὶ αMS 9 διαμηλυσθῶσιν Σ 10 ἀνοικείως VYDy ἀνοικείων ΣMS 12 διακράσεως Σ δεωρουμένης(!) V 17 ῥηθεῖσι om. Y διακέκριται VY διακέκριταί πως Σβγ 19 ἤδη om. V ἄκρα τῶν Σβ ἄκρα τὰ τῶν γ ἀκρώτατα Y 20 ἤτοι VYDC ἢ ΣMSA 21 ἐξαίροντα Σ 22 καὶ περὶ αὐτὸ Y περί τε αὐτὸ V καὶ παρ’ ὅλην Σβγ)

170
Ἑρμοῦ, ὥσπερ εἴπομεν, ἢ ἀλλήλοις ἢ τῷ ἀνατολικῷ ὁρί- ζοντι ἀσυνδέτων ὄντων τὸν μὲν τοῦ Κρόνου ἡμέρας, τὸν δὲ τοῦ Ἄρεως νυκτός, ἔχουσιν ἐπίκεντρον καὶ κατοπτεύ- οντα τὸ προκείμενον σχῆμα, μανιώδεις δέ, ὅταν ἐπὶ, τῶν αὐτῶν ἀνάπαλιν ὁ μὲν τοῦ Κρόνου νυκτός, ὁ δὲ τοῦ Ἄρεως ἡμέρας, κεκυριευκὼς τοῦ σχήματος, καὶ μάλιστα ἐν Καρκίνῳ ἤ Παρθένῳ ἢ Ἰχθύσι, δαιμονιόπληκτοι δὲ καὶ ὑγροκέφαλοι, ὅταν οὕτως ἔχοντες oi κακοποιοῦντες ἐπὶ φάσεως οὖσαν κατέχωσι τὴν σελήνην, ὁ μὲν τοῦ Κρόνου συνοδεύουσαν, ὁ δὲ τοῦ Ἄρεως πανσεληνιάζουσαν, μάλιστα δὲ ἐν Τοξότῃ καὶ Ἰχθύσι.

μόνοι μὲν οὖν οἱ κακοποιοὶ κατὰ τὸν προειρημένον τρόπον τὴν ἐπικράτησιν τοῦ σχήματος λαβόντες ἀνίατα μὲν ἀνεπίφαντα δὲ ὅμως [*](c 44) καὶ ἀπαραδειγμάτιστα ποιοῦσι τὰ προκείμενα τοῦ διανοητικοῦ [*](m 170) τῆς ψυχῆς νοσήματα· συνοικειωθέντων δὲ τῶν ἀγαθοποιῶν Διός τε καὶ Ἀφροδίτης ἐπὶ μὲν τῶν λιβικῶν μερῶν ὄντες αὐτοὶ τῶν ἀγαθοποιῶν ἐν τοῖς ἀπηλιωτικοῖς κεκεντρωμένων ἰάσιμα μὲν εὐπαραδειγμάτιστα δὲ ποιοῦσι τὰ πάθη. ἐπὶ μὲν τοῦ τοῦ Διὸς διὰ θεραπειῶν ἰατρικῶν καὶ ἤτοι διαιτητικῆς ἀγωγῆς φαρμακείας, ἐπὶ δὲ τοῦ τῆς Ἀφροδίτης διὰ χρησμῶν καὶ τῆς ἀπὸ θεῶν ἐπικουρίας,

ἐπὶ δὲ τῶν ἀπηλιωτικῶν αὐτοὶ κεκεντρω- [*](8 cf. Cumont, Egypte 167, 4 17 cf. ib. 171, 2) [*](1 ἤ (prius) V om. α β γ ἀλλ] πρὸς ἀλλήλων Σ 2 ἀσ. hic VY supra Ἐρ. Σ β γ ὄντων hic VY post Ἑρ. ἀσυνδ. D post ἀλλ. ΣΜS, 6 κεκυριευκὼς ᾖ] κυριεύουσι Y 8 προκέφαλοι Y 8.9 ἐπὶ φά- σεως οὖσαν VY ἐπὶ φῶς ἰοῦσαν Σγ ἐπὶ φῶς οὖσαν DM οὕτω θέσεως ἔχουσαν S 10 συνοδεύσασαν V 11 τῷ τοξότῃ S 12 προειρημένον V cf. Procl. προκείμενον αβγ 14 προκείμενα VY προκείμενα πάθη καὶ τὰ Σβγ 16 Διί καὶ Ἀφροδίτῃ V 17 ἀγαθοιῶν (!) Σ ἀπηλ.]ἀγαθοποιοῖς Σ 18 ἐυπαραδειγμ. VYS ἀπαραὸειγμ. Σ ΣDM γ 19 τοῦ (prius) VSy τῶν ΣΜD om.Y 20 ἤτοι βγ εἴ τι Σ τοῦ Y διαιτητικῆς Y cf. Procl. διαιτικῆς V ἰατρικῆς Σ β γ)

171
μένοι τῶν ἀγαθοποιῶν δυνόντων ἀνίατά τε ἅμα καὶ πολυθρύλλητα καὶ ἐπιφανέστατα ποιοῦσι τὰ νοσήματα, κατὰ μὲν τὰς ἐπιληψίας συνεχείαις καὶ περιβοησίαις καὶ κινδύνοις θανατικοῖς τοὺς πάσχοντας περικυλίοντες, κατὰ δὲ τὰς μανίας καὶ ἐκστάσεις ἀκατασχεσίαις καὶ ἀπαλλοτριώσεσι τῶν οἰκείων καὶ γυμνητείαις καὶ βλασφημίαις καὶ τοῖς τοιούτοις, κατὰ δὲ τὰς δαιμονιοπληξίας ἢ τὰς τῶν ὑγρῶν ὀχλήσεις ἐνθουσιασμοῖς καὶ ἐξαγορείαις καὶ αἰκίαις καὶ τοῖς ὁμοίοις τῶν παραδειγματισμῶν.

ἰδίως δὲ καὶ τῶν τὸ σχῆμα περιεχόντων τόπων oi μὲν ἡλίου καὶ oi τοῦ ’Ἀρεως πρὸς τὰς μανιάς μάλιστα συνεργοῦσιν, oi δὲ τοῦ Διὸς καὶ Ἑρμοῦ πρὸς τὰς ἐπιληψίας, oi δὲ τῆς Ἀφροδίτης πρὸς τὰς θεοφορίας καὶ ἐξαγορείας, οἱ δὲ τοῦ [*](m 171) Κρόνου καὶ σελήνης πρὸς τὰς τῶν ὑγρῶν ὀχλήσεις καὶ τὰς δαιμονιοπληξίας.

ἡ μὲν οὖν περὶ τὸ ποιητικὸν τῆς ψυχῆς καθ’ ὅλας τὰς φύσεις νοσηματικὴ παραλλαγὴ σχεδὸν ἔν τε τοῖς τοιού. τοις ἐστὶν εἴδεσι καὶ διὰ τῶν τοιούτων ἀποτελεῖται σχη- ματισμῶν, ἡ δὲ τῶν περὶ τὸ παθητικὸν κατὰ τοῦτο πά- λιν τὸ ἐξαίρετον θεωρουμένη καταφαίνεται μάλιστα περὶ τὰς κατ’ αὐτὸ τὸ γένος τοῦ ἄρρενος καὶ θήλεως ὑπερβο- λὰς καὶ ἐλλείψεις τοῦ κατὰ φύσιν, διαλαμβάνεται δὲ ἐπισκεπτικῶς κατὰ τὸν ὅμοιον τῷ προκειμένῳ τρόπον, [*](5 cf. Cumont, Égypte 168, 2 7 cf. ib. 167, 4) [*](1 δυνόντων om. Y 2 θρύλλητα VDy θρήλιτα Y θρυλλι ΣΜS ἐπιφανέστατα α Μ S γ φανέστερα D 5 ἀκατασχεσίαις αβγ ἀκαταστασίας V ἀπαλλ. VYDSy ἐπαλλ. ΣΜ 6 6 γυμνασίαις V 7 δαιμονιοπλ. V aβ δαιμονοπλ. C μονοπλ. Α Σ (i. mg. 10 ἐχόντων Y oi] ὁ YS 11 οἱ (prius) VDy ὁ Y 0111. EMS oi γ ὁ αΜ 12 oi ΩΣ ἡ Υ ὁ βγ 13 θεοφορίας ΣΒγ φορίους Μ -φρρισίας V φορησίας YS oi VED My ὁ 15 τὰς VYDy πρὸς τὰς ES πρὸς τὰ Μ δαιμονιοπλ. Σ δαιμονοπλ. Υ β γ 17 παραλλαγή om. β 18 ἐστίν om. Vy εἴδεσι] σχήμασι S 19 τῶν om. Σβγ κατὰ τοῦτο Y κατ’ αὐτὸ Σβγ om.V 20 τὸ ἐξαίρετον αβγ ἐξαιρέτως V 23 ἐπισκεπτικῶς] κλεπτικοὺς Y τρόπῳ V)

172
τοῦ ἡλίου μέντοι μετὰ τῆς σελήνης ἀντὶ τοῦ Ἑρμοῦ παραλαμβανομένου καὶ τῆς τοῦ Ἄρεως σὺν τῷ τῆς Ἀφροδίτης πρὸς αὐτοὺς συνοικειώσεως·

τούτων γὰρ οὕτως ὑπ’ ὄψιν πιπτόντων, ἐὰν μὲν μόνα τὰ φῶτα ἐν ἀρσενικοῖς ᾖ ζῳδίοις, οἶ μὲν ἄνδρες ὑπερβάλλουσι τοῦ κατὰ. φύσιν αἱ δὲ γυναῖκες τοῦ παρὰ φύσιν πρὸς τὸ ἔπανδρον ἁπλῶς τῆς ψυχῆς, καὶ δραστικώτερον, ἐὰν δὲ καὶ ὁ τοῦ Ἄρεως καὶ ὁ τῆς Ἀφροδίτης ἤτοι ὁπότερος ἢ καὶ ἀμφότεροι ἠρρενω- μένοι ὦσιν, οἱ μὲν ἄνδρες πρὸς τὰς κατὰ φύσιν συνουσίας γίνονται καταφερεῖς καὶ μοιχικοὶ καὶ ἀκόρεστοι καὶ ἐν παντὶ καιρῷ πρόχειροι πρός τε τὰ αἰσχρὰ καὶ τὰ παράνομα τῶν ἀφροδισίων, αἱ δὲ γυναῖκες πρὸς τὰς παρὰ φύσιν ὁμιλίας λάγνοι καὶ ῥιψόφθαλμοι καὶ αἱ καλούμεναι τριβάδες·

διατιθέασι γὰρ θηλείας ἀνδρῶν ἔργα ἐπιτελούσας, κἂν μὲν μόνος ὁ τῆς Ἀφροδίτης ἠρρενωμένος ᾗ, λάθρα [*](c 44v) καὶ οὐκ ἀναφανδόν, ἐὰν δὲ καὶ ὁ τοῦ Ἄρεως, ἄντικρυς, [*](m 172) ὥστε ἐνίοτε καὶ νομίμας ὥσπερ γυναῖκας τὰς διατιθεμένας ἀναδεικνύειν.

τὸ δὲ ἐναντίον τῶν φώτων κατὰ τὸν ἐκ· κείμενον σχηματισμὸν ἐν θηλυκοῖς ζῳδίος ὑπαρχόντων μόνον αἱ μὲν γυναῖκες ὑπερβάλλουσι τοῦ κατὰ φύσιν, οἱ δὲ ἄνδρες τοῦ παρὰ φύσιν πρὸς τὸ εὔθρυπτον καὶ τε- θηλυσμένον τῆς ψυχῆς. ἐὰν δὲ καὶ ὁ τῆς Ἀφροδίτης ᾗ τεθηλυσμένος, αἱ μὲν γυναῖκες καταφερεῖς τε καὶ μοι· χάδες καὶ λάγνοι γίνονται πρὸς τὸ διατίθεσθαι κατὰ φύσιν ἐν παντί τε καιρῷ καὶ ὑπὸ παντὸς οὑτινοσοῦν, ὡς μηδενὸς ἁπλῶς, ἐάν τε αἰσχρὸν ᾗ ἐάν τε παράνομον, ἀππιπτόντων [*](4 VZDMy ὄντων Υ ἐχόντων S ἐν om.V 5 ἥ V om. γ 6.7 τῆς ψυχῆς ἁπλῶς γ 8 ἀμφότεροι Vy ἑκάτε- ρος αΜ ἑκάτεροι S ἑκάτερος ἀμφότεροι D ἠρρ. ὦσιν αΜ S ὦσιν Σβυ 12 παρά] περα(!) V ὁμιλίας Σβγ ὁμοίως VY γὰς Σβγ δὲ VY ἐπιτελούσας D ἀποτελούσας Υ ἐπιτελοῦσαι ΣΜSy 16 ᾖΣ ἥν V καὶ Y βγ 16 καὶ om.V 17 νομ. ὥσπερ VY ὥσπερ νομ. Σβγ τὰς Σβγ 18 τὸ δὲ ἐναντίον αβ (D τίων. τῶν δὲ ἐναντίων V κατὰ δὲ τὸ ἐναντίον γ 19 σχημ. VZDMy συσχημ. YS 20. 21 οἱ δὲ—φύσιν om.Y 24 διατεθεῖναι V)

173
ἔχεσθαι τῶν ἀφροδισίων, οἱ δὲ ἄνδρες μαλακοί τε καὶ σαθροὶ πρὸς τὰς παρὰ φύσιν συνουσίας καὶ γυναικῶν ἔργα διατιθέμενοι παθητικῶς, ἀποκρύφως μέντοι καὶ λεληθότως.

ἐὰν δὲ καὶ ὁ τοῦ Ἄρεως ᾗ τεθηλυσμένος, ἄν· τικρυς καὶ μετὰ παρρησίας ἀναισχυντοῦσι τὰ προκείμενα καθ’ ἑκάτερον εἶδος ἀποτελοῦντες τὸ πορνικὸν καὶ πολύκοινον καὶ πολύψογον καὶ πάναισχρον σχῆμα περιβαλλό- μενοι μέχρι τῆς κατὰ τὴν λοιδορίαν καὶ τὴν τῆς χρήσεως ὕβριν σημειώσεως. συμβάλλονται δὲ καὶ οἱ μὲν ἀνατολι- κοὶ καὶ ἑῷοι σχηματισμοί, τοῦ τε τοῦ Ἄρεως καὶ τοῦ τῆς Ἀφροδίτης πρός τε τὸ ἐπανδρότερον καὶ εὐδιαβοητότερον, οἱ δὲ δυτικοὶ καὶ ἑσπέριοι πρός τε τὸ θηλυκώτερον καὶ [*](m 173) τὸ κατασταλτικώτερον·

ὁμοίως δὲ καὶ ὁ μὲν τοῦ Κρόνου συμπροσγενόμενος ἐπὶ τὸ ἀσελγέστερον καὶ ἀκαθαρτότε- ρον ἢ καὶ ἐπονειδιστότερον ἑκάστῳ τῶν ἐκκειμένων πέφυκε συνεργεῖν, ὁ δὲ τοῦ Διὸς πρὸς τὸ εὐσχημονέστερον καὶ φυλακτικώτερον καὶ αἰδημονέστερον, ὁ δὲ τοῦ Ἑρ- μοῦ πρός τε τὸ περιβοητότερον καὶ τὸ τῶν παθῶν εὐ- κινητότερον καὶ πολυτροπώτερον καὶ εὐπροκοπώτερον.

[*](2 cf. Cumont, Égypte 133, 2)[*](2 σαθροὶ VY θαρεῖς Σ S θρασεῖς γ παρὰ] κατὰ Y 5 ἀναισχυντοῦσι V ἀνεσχυντούτν(!) Υ ἀναισχύντου Σβγ ἑκάτερον] ἕτερον Y ἀποτελοῦντες V ἀποτελοῦσι Υ ἐπιτελοῦσι Σβγ 6.7 τὸ πολύκοινον V 7 ἀπολύψογον V 9 σημειώσεως ΣΒΜγ δημοσίως ἕως V δημοσίως (!) ὡς Y δημοσιώσεως S ἐμβάλονται Y 10 τοῦ Αρεως om. in ima pag.V 12 οἱ ἑσπέριοι β 13 καταστιλκώτερον Σ 14 συμπροσγενόμενος γ προσγενόμενος α ΜS 14.15 ἀκαθαρτότερον] τὸ διακαθαρτότερον Y 15 ἐπονειδιστικότερον Σ 17 φυλ. καὶ αἰδ. γ αἰδ. καὶ φυλ. ΣΜS 18 παθῶν] ἠθῶν Σ subscr.: τέλος τοῦ γ’ βιβλίου κλαυδίου πτολεμαίου V τέλος τοῦ τρίτου Υ τέλος τοῦ γ’ βιβλίου DA om. EMSC)
174

Τάδε ἔνεστιν ἐν τῷ δ’ βιβλίῳ.

α΄. προοίμιον.

β΄. περὶ τύχης

γ’. περὶ τύχης ἀξιωματικῆς.

δ΄. περὶ πράξεως

ε΄. περὶ

ς'. περὶ τέκνων.

ζ'. περὶ φίλων καὶ

η'. περὶ ξενιτείας.

θ’. περὶ θανάτου ποιότητος.

ί. περὶ χρόνων διαιρέσεως.

Τὰ μὲν οὖν πρὸ τῆς γενέσεως καὶ τὰ κατ’ αὐτὴν τὴν [*](c 45) γένεσιν δυνάμενα θεωρεῖσθαι καὶ ἔτι τῶν μετὰ τὴν γέ- νεσιν, ὅσα τῆς συστάσεως ἐστιν ἴδια τὸ καθόλου ποῖον τῶν συγκριμάτων ἐμφαίνοντα, σχεδὸν ταῦτα ἂν εἴη· τῶν δὲ κατὰ τὸ ἐκτὸς συμβεβηκότων καὶ ἐφεξῆς ὀφειλόντων διαλαμβάνεσθαι προηγεῖται μὲν ὁ περὶ τυχῆς κτητικῆς [*](2 ss. cf. CCAG VIII 3, 94) [*](Praemittitur tit. libri: Ἀρχὴ τοῦ τετάρτου βιβλίου D Πτολε- μαίου πρὸς Σύρον add. Y) ἀποτελεσματικῶν δ’ αΜ Κλαυδίου Πτολεμαίου τῶν πρὸς Σύρον συμπερασματικῶν γ om. VS 1 Τάδε—βιβλίῳ VD (add. Κλαυδίου Πτολεμαίου) γ (add. τῶν πρὸς Σύρον συμπερασματικῶν): τὰ κεφάλαια τοῦ δ’ βιβλίου Μ Πτολεμαίου πρὸς Σύρον ἀποτελεσματικὸν (!) δ’ Υ (praemisit libro I ind. om. S 3 ά V om. αβγ προοίμοιον (!) αβγ 4 β΄ V ά ΥDγ om. ΣΜS (et sic deinceps) 6 πράξεως ποιότητος α Dy πράξεων ποιοτήτων Μ 7 ἁρμογῶν Y 12 post π. χρ. διαιρ. add. περὶ ἐνιαυτῶν Μ (= Heph. II 26) 13 προοίμιον VD (i. mg.) A περὶ τύχης κτητικῆς Y om. βC, sed S i. mg. inf. ἐπίσκεψις περὶ τῶν ἐκτὸς συμβεβηκότων 14 τὰ (alt.) om. ΣΜS 18 ἴδια om. Y 15 συμβεβηκότων αβ συμβαινόντων γ ἑξῆς Σ)

175
τε καὶ ἀξιωματικῆς λόγος, συνῆπται δ' ὥσπερ ἡ μὲν κτητικὴ ταῖς τοῦ σώματος οἰκειώσεσιν, ἡ δὲ ἀξιωματικὴ ταῖς τῆς ψυχῆς·

Τὰ μὲν οὖν τῆς κτήσεως ὁποῖά τινα ἔσται, ληπτέον [*](m 174) ἀπὸ τοῦ καλουμένου κλήρου τῆς τύχης, μόνου μέντοι, καθ’ ὃν πάντοτε τὴν ἀπὸ τοῦ ἡλίου ἐπὶ τὴν σελήνην διάστασιν ἐκβάλλομεν ἀπὸ τοῦ ὡροσκόπου καὶ ἐπὶ τῶν ἡμέρας καὶ ἐπὶ τῶν νυκτὸς γεννωμένων, δἰ ἅς εἴπομεν ἐν τοῖς περὶ χρόνων ζωῆς αἰτίας. σκοπεῖν οὗν δεήσει τοὺς τοῦ συνισταμένου τὸν τρόπον τοῦτον δωδεκατημορίου λαβόντας τὴν οἰκοδεσποτείαν, καὶ πῶς ἔχουσιν οὗτοι δυ- νάμεως καὶ οἰκειότητος, καθ’ ὃν ἐν ἀρχῇ διωρισάμεθα τρόπον, ἔτι δὲ καὶ τοὺς συσχηματιζομένους αὐτοῖς ἠ τοὺς καθυπερτεροῦντας τῶν τῆς αὐτῆς ἢ τῆς ἐναντίας αἱρέσεως.

ἐν δυνάμει μὲν γὰρ ὄντες οἱ τοῦ κλήρου τὴν οἰκοδεσποτείαν λαβόντες ποιοῦσι πολυκτήμονας, καὶ μάλιστα, ὅταν ὑπὸ τῶν φώτων οἰκείως τύχωσι μαρτυρηθέν- τες, ἆλλ’ ὁ μὲν τοῦ Κρόνου διὰ θεμελίων ἢ γεωργιῶν ἢ ναυκληριῶν, ὁ δὲ τοῦ Διὸς διὰ πίστεων ἢ ἐπιτροπειῶν ἢ ἱερατειῶν, ὁ δὲ τοῦ Ἄρεως διὰ στρατειῶν καὶ ἡγεμονιῶν, ὁ δὲ τῆς Ἀφροδίτης διὰ φιλικῶν καὶ γυναικείων δωρεῶν, ὁ δὲ τοῦ Ἑρμοῦ διὰ λόγων καὶ ἐμποριῶν.

ἰδίως δ’ ὁ τοῦ [*](4 Heph. II 17 v. CCAG VIII 1, 16 f. 103; Anonymus CCAG VIII 1 συνῆπται Σβγ συνήστατα (!) Υ 4 Περὶ—κτητικῆς ΣDγ Y (v. supra) ἐπίσκεψις περὶ κτημάτων S i. mg. om. M 7 ὃν] ὁ Y 9 ἡμ. . . . νυκτ. VYS τῆς ἡμ. . . . τῆς νυκτ. ΣDMγ 10.11 τοὺς τοῦ Σβγ τούτου VY δωδ. Σβγ τοῦ δωδ. VY 12 λαβόντας x003E; Σβ λαβόντες λαβόντος Υγ οἰκοδεσποτ. γ δεσποτ EMS 14 δὲ om.V καὶ τοὺς γφ γ τουτοὺς EMS τοὺς Y Vy αὐτοὺς Σβ αὐτῆς Υ 16 μὲν om. αΜS γὰρ ΣMS 18 ὑπὸ VY ἀπὸ Σβγ 19.20 γεωργ. ἤ ναυκλ. γ ν. ἣγ. ΣΜS 20 πίστεως V 21 Ἄρεως] τοξότου V 22 φιλικῶν VY φίλων Σβγ καὶ VS ἢ α γ 23 λόγων βγ λόγου α)

176
Κρόνου τῇ κτητικῇ τύχῃ συνοικειούμενος, ἐὰν τῷτοῦ Διὸς συσχηματισθῇ, κληρονομίας περιποιεῖ, καὶ μάλιστα ὅταν ἐπὶ τῶν ἄνω κέντρων τοῦτο συμβῇ τοῦ τοῦ Διὸς ἐν δισώμῳ ζῳδίῳ τυχόντος ἢ καὶ τὴν συναφὴν τῆς σελήνης ἐπέχοντος·

τότε γὰρ καὶ εἰς παιδοποιίαν ἀνεχθέντες ἀλλότρια κληρονομοῦσι· κἂν μὲν οἱ τῆς αὐτῆς αἱρέσεως τοῖς οἰκοδεσπόταις [*](m 175) τὰς μαρτυρίας τῶν οἱκοδεσποτειῶν αὐτοῖς τύχωσι [*](c 45 v) ποιούμενοι, τὰς κτήσεις ἀκαθαιρέτους διαφυλάττουσιν, ἐὰν δὲ οἱ τῆς ἐναντίας αἱρέσεως καθυπερτερήσωσι τοὺς κυρίους τόπους ἢ ἐπανενεχθῶσιν αὐτοῖς, καθαιρέσεις ποιοῦνται, τῶν ὑπαρχόντων τοῦ καθολικοῦ καιροῦ λαμβανομένων διὰ τῆς τῶν τὸ αἴτιον ποιούντων πρὸς τὰ κέντρα καὶ τὰς ἐπαναφορᾶς προσνεύσεως.

Τὰ δὲ τῆς ἀξίας καὶ τῆς τοιαύτης εὐδαιμονίας δεήσει σκοπεῖν ἀπό τε τῆς τῶν φώτων διαθέσεως καὶ τῆς τῶν δορυφορούντων ἀστέρων οἰκειώσεως αὐτοῖς]· ἐν ἀρρενικοῖς μὲν γὰρ ζῳδίοις ὄντων ἀμφοτέρων τῶν φώτων καὶ ἐπικέντρων ἤτοι ἀμφοτέρων πάλιν ἢ καὶ τοῦ ἑτέρου, μά· λιστα δὲ τοῦ τῆς αἱρέσεως, καὶ δορυφορουμένων ὑπὸ [*](6 Tetrab. III 10 14 cf. Heph. II 18: CCAGVIII 2, 81 ss.; Anony- mus ib. VIII 3, 131) [*](2 σχηματισθῇ Y 3 ἄνω aMSy ἄλλων VD (i. mg. ABBREV καὶ ἄνω) συμβῇ αβ συμβαίνῃ γ Διὸς VY δύνοντος Σβγ 4 τυχόντος VYDS τυγχάνοντος ΣΜ γ ὃ ἀνεχθέντες VY ἀναχθέντες Σβγ 7 αὐτοῖς V αὐτοὶ Σβγ om. Y τυγχάνωσι Σ(postea corr.) 8 κτήσεις Σβγ κτίσεις VY φυλάττουσιν Y 10 αὐτοῖς VYSγ ἐπ’ αὐτοῖς ΣDM 12 λαμβανομένων V λαμβανομένου αβγ 14 περὶ τύχ. ἀξ. VYDMγ ἐπίσκεψις περὶ ἀξιωμάτων S2 i.mg. 15 τῆς ἀξίας γ τῆς αὐτῆς ἀξίας ΣΜ (ex τοιαύτης corr.) 17 οἰκειώσεως VYDy συνορῶντα τὰς οἰκειώσεις ΣMS αὐτοῖς γ αὐτῶν EMS, del. 18 μὲν γ 20 δορυφορουμένων VY δορυφορουμένου Σβγ)

177
τῶν πέντε πλανωμένων, ἡλίου μὲν ὑπὸ ἑῴων, <ς>