Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

Ἐφωδευμένης δὲ καὶ τῆς τοῦ περὶ χρόνων ζωῆς λόγου πραγματείας λέγομεν ἀρχὴν τῶν κατὰ μέρος, λαβόντες [*](m 142) κατὰ τὴν οἰκείαν τάξιν περί τε τῆς μορφῆς καὶ τῆς σωματικῆς διατυπώσεως, ἐπειδὴ καὶ τά τοῦ σώματος τῶν τῆς ψυχῆς προτυποῦται κατὰ φύσιν, τοῦ μὲν σώματος [*](c 37) [*](16 cf. Heph. ΙΙ 12: CCAG VIII 3,129; ib. V 1, 44 f. 176. 20 of, 00.135, 24 93.; Boll, Studien, 88 ss.) [*](1 ἐπέμβασιν VProcl. ἔμβασιν Υ ἕκβασιν Σβγ τῶν ἐπῶν VDγ τῶν ἐτῶν τῆς ΣΜS τῶν αὐτῶν τὸν κατὰ τὸν περίπατον θεορουμένων (!) χρόνων, ἐν οἷς κόλλισις γίνεται Y 6 ἀπὸ] ὑπὸ Y 8 διστασόμενον V 10 πρὸς τὰ om.V 11 ἤδη VΣβ ἴδη Υ εἴδη γ 12 ἁπάσας] ἃς πάσας V 18 παρατηρητικῶς αSC παρατηρικῶς VDMA 14 ἐπισκεπτόμενα V 16 ἐπίσκεψις περὶ τῆς μορφώσεως καὶ διατυπώσεως τῶν σωμάτων S2 i, mg, 17 λόγου VYDy τόπου ΣMS 18 τῶν VDy τὴν αΜS λαβόντες VY Procl. λαμβάνοντες Σβγ 10 μορφῆς VYC μορφώσεως ΣβΑ 19. 20 σωματικῶς S 20.21 τῶν τῆς ψυχῆς VY πρὸς τὴν ψυχὴν Σβγ Procl. fortasse recte)

143
διὰ τὸ ὑλικώτερον συγγεννωμένας ἔχοντος σχεδὸν τὰς, τῶν ἰδιοσυγκρασιῶν φαντασίας, τῆς δὲ ψυχῆς μετὰ ταῦτα καὶ κατὰ μικρὸν τὰς ἀπὸ τῆς πρώτης αἰτίας ἐπιτηδειότητας ἀναδεικνυούσης, τῶν δ’ ἐκτὸς ἔτι μᾶλλον ὕστερον κατὰ τὸν ἐφεξῆς χρόνον ἐπισυμπιπτόντων.

παρατηρητέον οὗν καθόλου μὲν τὸν ἀνατολικὸν ὁρίζοντα καὶ τοὺς ἐπόντας ἢ τοὺς τὴν οἰκοδεσποτείαν αὐτοῦ λαμβάνοντας τῶν πλανωμένων, καθ’ ὃν εἰρήκαμεν τρόπον, ἐπὶ μέρους δὲ καὶ τὴν σελήνην ὡσαύτως· διὰ γὰρ τῆς τῶν τόπων τούτων ἀμφοτέρων καὶ τῆς τῶν οἰκοδεσποτησάντων διαμορφωτικῆς φύσεως καὶ τῆς καθ’ ἑκάτερον εἶδος συγκράσεως καὶ ἔτι τῆς τῶν συνανατελλόντων αὐτοῖς ἀπλανῶν ἀστέρων σχηματογραφίας τὰ περὶ τὰς διατυπώσεις τῶν σωμάτων θεωρεῖται, πρωτευόντων μὲν τῇ δυνάμει τῶν τὴν οἰκοδεδποτείαν ἐχόντων ἀστέρων, ἐπισυνεργούσης δὲ καὶ τῆς τῶν τόπων αὐτῶν ἰδιοτροπίας. τὸ μέντοι καθ’ ἕκαστον καὶ ὡς ἄν τις ἁπλῶς οὕτως ἀποδοίη, τοῦτον ἔχει τὸν τρόπον.

πρῶτον γὰρ ἐπὶ τῶν ἀστέρων ὁ μὲν τοῦ Κρόνου [*](m 143) ἀνατολικὸς ὢν τῇ μὲν μορφῇ μελιχρόας ποιεῖ καὶ εὐεκτικοὺς καὶ μελανότριχας καὶ οὐλοκεφάλους καὶ δασυστέρνους καὶ μεσοφθάλμους καὶ συμμέτρους τοῖς μεγέθεσι, τῇ δὲ κράσει τὸ μᾶλλον ἔχοντας ἐν τῷ ὑγρῷ καὶ ψυχρῷ, [*](1 συγγεννωμένας βγ συγγενομένας α ἔχοντος αMSγ ἔχοντες VD 2 ἰδιοσυγκρασιῶν Σβγ Procl. ἰδιοσυγκρισίων V ἰδίων συγκρήσεων Y 4 ἀναδεικν. VY ἐπιδεικν. Σβγ ὕστερον VY καὶ βγ om.Σ 5 ἐπισυμπτώτων Υ 6 οὖν] συν- Y ad ἀνατολικὸν ἤγουν τὸν ὡροσκόπον γ ἐπόντας Σβγ ἕποντας VY 7 τοὺς τὴν MS τοὺς γ τὴν α λαβόντας Y 9 τὴν] τῶν τὴν V 10 δια. μορτικῆς(!) V 11 ἑκάτερον VΣβC ἕκαστον Υ ἕτερον Α 16 τὸ πρῶτον Σ 17 ἔχη V 19 γὰρ ΣS μὲν γὰρ ΥDMγ ἀστ.] ἀστ. τὸ τὸν ὡροσκόπον Y Κρόνου] (??) οἰκοδεσποτήσας τοὺς προκειμένους τόπους Y 20 ὢν] τῶν τῇ—μορφῆ V V τὴν—μοεδὴν αβγ μελιχρόας μελίχρους Υ μελιχρόους Procl. μελάγχρους Σβγ εὐεκτικοὺς Σβγ εὐεκτίας VY 21 δασυστέρνους καὶ μεσοφθαλαοὺς VY μεγαλοφθάλμους Σβγ)

144
δυτικὸς δὲ ὑπάρχων τῇ μὲν μορφῇ μέλανας καὶ σπινώδεις καὶ μικροὺς καὶ ἁπλότριχας καὶ ὑποψίλους καὶ ὑπορρύθμους καὶ μελανοφθάλμους, τῇ δὲ κράσει τὸ μᾶλλον ἔχοντας ἐν τῷ ξηρῷ καὶ ψυχρῷ.

ὁ δὲ τοῦ Διὸς οἰκοδεσποτήσας τοὺς προκειμένους τό· πους ἀνατολικὸς τῇ μὲν μορφῇ ποιεῖ λευκοὺς ἐπὶ τὸ εὕχρουν καὶ μεσότοιχα καὶ μεγαλοφθάλμους καὶ εὐμεγέθεις καὶ ἀξιωματικούς, τῇ δὲ κράσει τὸ πλεῖον ἔχοντας ἐν τῷ θερμῷ καὶ ὑγρῷ, δυτικὸς δὲ ὑπάρχων τῇ μὲν χρόᾳ λευκοὺς μέν, οὐκ ἐπὶ τὸ εὔχρουν δὲ ὁμοίως, τετανότριχάς τε καὶ ἀναφαλαντιαίους καὶ μεσοφαλάκρους καὶ μετρίους τοῖς μεγέθεσι, τῇ δὲ κράσει τὸ πλεῖον ἔχοντας ἐν τῷ ὑγρῷ.

ὁ δὲ τοῦ Ἄρεως ὁμοίως ἀνατολικὸς τῇ μὲν μορφῇ ποιεῖ λευκερύθρους καὶ εὐμεγέθεις καὶ εὐέκτας καὶ γλαυκοφθάλμους καὶ δασεῖς καὶ μεσότριχας, τῇ δὲ κράσει τὸ πλεῖον ἔχοντας ἐν τῷ θερμῷ καὶ ξηρῷ, δυτικὸς δὲ ὑπάρχων τῇ μὲν μορφῇ ἐρυθροὺς ἁπλῶς καὶ μετρίους τοῖς μεγέθεσι καὶ μικροφθάλμους καὶ ὑποψίλους καὶ ξανθότριχας [*](m 144) καὶ τετανούς, τῇ δὲ κράσει τὸ πλεῖον ἔχοντας ἐν τῷ ξηρῷ.

ὁ δὲ τῆς Ἀφροδίτης τὰ παραπλήσια ποιεῖ τῷ τοῦ Διός, ἐπὶ μέντοι τὸ εὐμορφώτερον καὶ ἐπιχαριτώτερον καὶ γυναικοπρεποδέστερον καὶ θηλυμορφώτερον καὶ εὐχυμότερον καὶ τρυφερώτερον, ἰδίως δὲ τοὺς ὀφθαλμοὺς [*](c 37v) ποιεῖ μετὰ τοῦ εὐπρεποῦς ὑποχαροπούς.

[*](1 σπινώδης VY 2 ὑποψίλους αβγ ψιλοὺς V ὑπορρύθμους Σβγ ὑπορίθμους VY 3 τὸ om. ΣMS 7 μεσότριχας] μεσότειχον μεγαλοφθ. VYS Procl. μελανοφθ. ΣDMγ 10 χρόα V Procl. χρώᾳ Υ χροίᾳ Σβγ 10.11 τετανότριχας αβγ τετανόποιχας 11 ἀναφαλαντιαίους V ἀναφανταλιαίους Y ἀναφαλάνδους Σβγ μεσοφαλάκρους VY Procl. μεσοφαλάνδους Σβγ 14 Ἄρ. ΣMD Procl. Ἄρ. ὁμοίως VYDy 15 λευκερύθους V 19 μικροφθάλμους VYS Procl. μικροκεφάλους ΣDMγ 22 τὰ om. ΣMS 24 θηλυμορφώτερον VY Procl. εὐσχημονέστερον Σβγ 25 τρυφώτερον V δὲ αβγ καὶ V 26 ὑποχαροπούς α ὑποχαροποίους βγ)
145

δὲ τοῦ Ἑρμοῦ ἀνατολικὸς τῇ μὲν μορφῇ ποιεῖ μελίχροας καὶ συμμέτρους τοῖς μεγέθεσι καὶ εὐρύθμους καὶ μικροφθάλμους καὶ μεσότριχας, τῇ δὲ κράσει τὸ πλεῖον ἔχοντας ἐν τῷ θερμῷ, δυτικὸς δὲ ὑπάρχων τῇ μὲν μορφῇ λευκοὺς μέν, οὐκ ἐπὶ τὸ εὔχρουν δὲ ὁμοίως, τετανότριχας, μελαγχλώρους καὶ σπινούς καὶ ἰσχνοὺς καὶ λοξοφθάλμους τε καὶ αἰγόπους καὶ ὑπερύθρους, τῇ δὲ κράσει τὸ πλεῖον ἔχοντας ἐν τῷ ξηρῷ

συνεργοῦσι δὲ ἑκάστῳ τούτων συσχηματισθέντες ὁ μὲν ἥλιος ἐπὶ τὸ μεγαλοπρεπέστερον καὶ εὐεκτικώτερον, ἡ δὲ σελήνη, καὶ μάλισθ’, ὅταν τὴν ἀπόρροιαν αὐτῆς ἐπέχωσι, καθόλου μὲν ἐπὶ τὸ συμμετρώτερον καὶ ἰσχνώτερον καὶ τῇ κράσει ὑγρότερον, κατὰ μέρος δὲ ἀναλόγως τῇ τῶν φωτισμῶν ἰδιότητι κατὰ τὴν ἐν ἀρχῇ τῆς συντάξεως ἐκτεθειμένην κρᾶσιν.

πάλιν δὲ καθόλου ἑῷοι μὲν ὄντες καὶ φάσεις ποιησάμενοι μεγαλοποιοῦσι τὰ σώματα, στηρίζοντες δὲ τὸ πρῶτον ἰσχυρὰ καὶ εὔτονα, προηγόυ- [*](m145) μενοι δὲ ἀσύμμετρα, τὸ δὲ δεύτερον στηρίζοντες ἀσθενέστερα, δύνοντος δὲ ἄδοξα μὲν παντελῶς, οἰστικὰ δἐ κακουχιῶν καὶ συνοχῶν.

καὶ τῶν τόπων δὲ αὐτῶν πρὸς τοὺς σχηματισμοὺς μάλιστα τῶν διατυπώσεων καὶ τὰς κράσεις, ὡς ἔφαμεν, συνεργούντων καθόλου πάλιν τὸ μὲν ἀπὸ ἐαρινῆς ἰσημερίας ἐπὶ θερινὴν τροπὴν τεταρτημόριον ποιεῖ εὔχροας, εὐμε- [*](15 cf. Tetrab. I 4) [*](1 τελίχροας V 5 λευκοὺς—τετανότριχας VY om. Σβγ 6 μελαγχλώρους μελανοχλώρους Υ Procl. μελάγχρους C μελίχροας ΣβΑ σπίνους Y Procl. σπίρους V σπάνους Σβγ λοξοφθ. Y Procl. ληξοφθ. κοινοφθ. Σ κοιλοφθ. βγ 7 αἰγόπους Υ Procl αἱγόπλους V αἰγόποδας Σβγ Σβγ 9 σχηματισθέντες Σγ 10 μεγαλοπρεπέστατον Y 11 ἐπέχωσι V ἐπέχουσι Y ἐπίσχωσι Σβγ 15 ἐκ· τεθειμένην κρᾶσιν VY ἐξεθέμεθα ΣDMγ ἐθέμεθα S 10 φάσεις VDy φάσιν aMS 21 σχηματισχηματισμοὺς (!) V 22 συνεργούντων VY συνοικούντων ΣMS συνοικ. καὶ συνεργ. Dy 23 i. mg. ὁμοίως τῷ τοῦ 21, γ)

146
γέθεις, εὐέκτας, εὐοφθάλμους, τὸ δὲ πλεῖον ἔχοντας ἐν τῷ ὑγρῷ καὶ θερμῷ, τὸ δ’ ἀπὸ τῆς θερινῆς τροπῆς μέχρι μετοπωρινῆς ἰσημερίας αεσόχροας, συμμέτρους τοῖς μεο γέθεσιν, εὐέκτας, μεγαλοφθάλμους, δασεῖς, οὐλότριχας, τὸ πλεῖον ἔχοντας έν τῷ θερμῷ καὶ ξηρῷ,

τὸ δ’ ἀπὸ τῆς μετοπωρινῆς ἰσημερίας μέχρι τῆς χειμερινῆς τροπῆς μελίχροας, ἰσχνούς, σπινώδεις, παθήνους, μεσότριχας, εὐοφθάλμους, τὸ πλεῖον ἔχοντας ἐν τῷ ξηρῷ καὶ ψυχρῷ, τὸ δ’ ἀπὸ τῆς χειμερινῆς τροπῆς ἕως ἐαρινῆς ἰσημερίας μελανόχροας, συμμέτρους τοῖς μεγέθεσι, τετανότριχας, ὑποψίλους. ὑπορρύθμους, τὸ πλεῖον ἔχοντας ἐν τῷ ὑγρῷ καὶ ψυχρῷ.

κατὰ μέρος δὲ τὰ μὲν ἀνθρωποειδῆ τῶν ζῳδίων τῶν τε ἐν τῷ ζῳδιακῷ καὶ τῶν ἐκτὸς εὔρυθμα καὶ σύμμετρα τοῖς σχήμασι τὰ σώματα κατασκευάζει, τὰ δὲ ἑτερόμορφα μετασχηματίζει πρὸς τὸ τῆς ἰδίας μορφώσεως οἰκεῖον τὰς τοῦ σώματος συμμετρίας καὶ κατά τινα λόγον ἀφομοιοῖ [*](m146) τὰ οἰκεῖα μέρη τοῖς ἑαυτῶν ἤτοι ἐπὶ τὸ μεῖζον καὶ ἔλαττον ἢ ἐπὶ τὸ ἰσχυρότερον καὶ ἀσθενέστερον ἢ ἐπὶ τὸ εὐρυθμότερον καὶ ἀρρυθμότερον, τὸ μεῖζον μέν,

ὡς λόγου ἕνεκεν ὁ Λέων καὶ ἡ Παρθένος καὶ ὁ Τοξότης, ἐπὶ τὸ ἔλαττον δὲ ὡς οἱ Ἰχθύες καὶ ὁ Καρκίνος καὶ ὁ Αἰγόκερως, καὶ πάλιν ὡς τοῦ Κριοῦ καὶ τοῦ Ταύρου καὶ τοῦ Λέοντος τὰ μὲν ἄνω καὶ ἐμπρόσθια ἐπὶ τὸ εὐεκτικώτερον, τὰ δὲ κάτω καὶ ὀπίσθια ἐπὶ τὸ ἀσθενέστερον, τὸ δὲ ἐναντίον [*](c 38) ὡς τοῦ Τοξότου καὶ τοῦ Σκορπίου καὶ τῶν Διδύμων τὰ μὲν ἐμπρόσθια ἐπὶ τὸ ἰσχνότερον, τὰ δὲ ὀπίσθια [*](1 δὲ om. VY ὁμοίως τῷ τοῦ ABBREV γ i. mg. 2 τὸ] τὰ V τῆς γ om. αMS 3 μεθοπορινῆς (!) V (saepius) Y 4 μεγαλ- VDy Procl. μελαν—ΣMS εὐ—Υ οὐλέτριχας V 5 τῆς VDy om. αMS i..mg. ὁμοίως τῇ ABBREV γ 6 μετοπ.] θερινῆσωρινῆς (!) Μ 7 παθήνους VY απάνους Σγ σπανθίνους MS om.D εὐοφθάλμους γ 8 ξηρῷ καὶ ψυχρῷ VDy ψ. κ. ξ. αMS 9 τῆς VDy om. αMS δμοίως τῷ ABBREV γ i. mg. μελανόχρ. VY μελίχρ. Σβγ 15 μορφώσεως] φύσεως V 22 τοῦ VY ἐπὶ τοῦ Σβγ 25 τοῦ γ τὸ τοῦ ΣMS 26 ἰσχνότερον VYDγ ἀσθενέστερον ΣMS)

147
ἐπὶ τὸ εὐεκτικώτερον,

ὁμοίως δὲ ὡς ἡ μὲν Παρθένος καὶ αἱ χηλαί καὶ ὁ Τοξότης ἐπὶ τὸ σύμμετρον καὶ εὔρυθμον, ὁ δὲ Σκορπίος καὶ οἱ Ἰχθύες καὶ ὁ Ταῦρος ἐπὶ τὸ ἄρρυθμον καὶ ἀσύμμετρον καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ἅπερ ἅπαντα συνεφορῶντας καὶ συνεπικίρναντας προσήκει τὴν ἐκ τῆς κράσεως συναγομένην ἰδιοτροπίαν περί τε τὰς μορφώσεις καὶ τὰς κράσεις τὼν σωμάτων καταστοχάζεσθαι.