Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

παρατηρεῖν δὲ δεῖ καὶ πῶς ἔχουσι συνοικειώσεως οἱ τοῦ προτελέσματος τὴν κυρείαν λαβόντες ἀστέρες πρὸς αὐτὰς τὰς χώρας ἢ τὰς πόλεις αἷς τὸ σύμπτωμα διασημαίνεται. ἀγαθοποιοὶ μὲν γὰρ ὄντες ἀστέρες καὶ συνοικειούμενοι τοῖς διατιθεμένοις καὶ μὴ καθυπερτερούμενοι ὑπὸ τῶν τῆς ἐναντίας αἱρέσεως ἔτι μᾶλλον ἀπεργάζονται τὸ κατὰ τὴν ἰδίαν φύσιν ὠφέλιμον, ὥσπερ μὴ συνοικειούμενοι ἢ καθυπερτερούμενοι ὑπὸ τῶν ἀντικειμένων [*](m 89) ἧττον ὠφελοῦσι.

τῆς δὲ βλαπτικῆς κράσεως ὄντες καὶ τὴν κυρείαν λαβόντες τοῦ προτελέσματος, ἐὰν μὲν συνοικειούμενοι τοῖς διατιθεμένοις τύχωσιν ἢ καθυπερτερηθῶσιν ὑπὸ τῶν τῆς ἐναντίας αἱρέσεως, ἧττον βλάπτουσιν. ἐὰν δὲ μήτε τὴν οἰκοδεσποτείαν ἔχωσι τῶν χωρῶν μήτε [*](2 ἅλῳ V 3 συσχημ. VDγ Procl. σχημ. α MS Heph. 7 ἀπεὶρου βγ ἀποίρου Υ ἀπόρου Σ 8 ὑπομνηματίζειν αγ ζόμενον VDS ἀπομνηματιζόμενον Μ 9 ὁποιονδήποτε Σβγ Procl. ὁποιουσδήοτε Y Heph. ὁποιονοῦν V 10 σχημ. V βγ συσχημ. α 11 νοουμένους Βγ μενος V μένας MS μένου α καταλειφθείη m Heph. ληφθείη V αβγ 12 τῇ Boll ἐπὶ τῇ ω ἐπὶ ex ἐπιβολῇ irrepsit) 14 οἰκειώσεως V 15 προτελ.Vβγ ἀποτελ. α πρὸς—16 τὸ om. Y 16 αἷς Heph. uiV ἐν αἷς γ deest) 17 ἀστέρες VI) γ Procl. om. «MS Heph. 25 ἧττον βγ ἔλαττον α)

91
καθυπερτερῶνται ὑπὸ τῶν οἰκείως πρὸς αὐτὰς ἐχόντων, σφοδρότερον τὸ ἐκ τῆς κράσεως φθοροποιὸν ἐπισκήπτουσιν.

ὡς ἐπίπαν μέντοι συνεμπίπτουσι τοῖς καθολικοῖς πὰθεσιν ἐκεῖνοι τῶν ἀνθρώπων ὅσοι ποτ’ ἂν κατὰ τὰς ἰδίας γενέσεις τοὺς ἀναγκαιοτάτους τόπους, λέγω δὴ τοὺς φωσφοροῦντας ἢ τοὺς τῶν κέντρων, τοὺς αὐτοὺς τύχωσιν ἔχοντες τοῖς τὸ αἴτιον ἐμποιήσασι τῶν καθολικῶν συμπτωμάτων, τουτέστι τοῖς ἐκλειπτικοῖς ἢ καὶ τοῖς τούτων διαμέτροις. τούτων δὲ ἐπισφαλέσταται μάλιστα καὶ δυσφύλακτοι τυγχάνουσιν αἱ μοιρικαὶ θίξεις ἢ διαμετρήσεις τῶν ἐκλειπτικῶν τόπων πρὸς ὁπότερον τῶν φώτων.