Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

οἱ δὲ περὶ τὴν Συρίαν καὶ Κομμαγηνὴν καὶ Καππαδοκίαν τῷ τε Σκορπίῳ καὶ τῷ τοῦ Ἄρεως, διὸ πολὺ παρ’ αὐτοῖς συνέπεσε τὸ θρασὺ καὶ πονηρὸν καὶ ἐπιβουλευτικὸν καὶ ἐπίπονον· οἱ δὲ περὶ τὴν Λυδίαν καὶ Κιλικίαν καὶ Παμφυλίαν τοῖς τε Ἰχθύσι καὶ τῷ τοῦ Διός, ὅθεν οὗτοι μᾶλλον πολυκτήμονές τε καὶ ἐμπορικοὶ καὶ κοινωνικοὶ καὶ ἐλεύθεροι καὶ πιστοὶ περὶ τὰς συναλλαγάς.

[*](2 ὑψοῦται om. α 4 διὰ τοῦτο α διὸ V om. βγ 6 οὔσας] εἶναι γ 8 συνοικειοῦται V 13 καὶ om. V φεύγουσαι V (φυγ-) Σ Procl. φεύγουσι Y (φηγ-) βγ 14 ἀρρενωποὶ βγ θηλυκὰ πάντα V τὸ θῆλυ α τὸ θῆλυ πᾶν β τοῦ θήλεος παντὸς γ τ. δ. μαστῶν Va τοῦ δεξίου μαστοῦ D τὸν δεξιὸν μαστὸν MSy 16 χρειῶν βγ χρήσεων α 17 ἀπογυμνοῦσαι α ἀπογυμνώσει V ἀπογυμνοῦσι δὲ MSy ἀμοτέμνουσι δὲ D ταῦτα τὰ μέρη αβγ τούτων τῶν μερῶν V κατὰ V βγ διὰ α παρατάξεις βγ πράξεις Σ 18 ἐπίδειξιν βγ ἐπιδείκνυσθαι Σ 20 διὸ VDy διόπερ α MS 21 πολυκτήμονες VDy Procl. πολυκτήματοι α Μ)
73

τοῦ δὲ λοιποῦ τεταρτημορίου τοῦ κατὰ τὴν κοινῶς καλουμένην Λιβύην τὰ μὲν ἄλλα τὰ περιέχοντα μιδίαν Καρχηδονίαν Ἀφρικὴν Φαξανίαν Νασαμονιτιν [*](m 70) Γαραμαντικὴν Μαυριτανίαν Γαιτουλίαν Μεταγωνῖτιν καὶ τὴν θέσιν ἔχοντα πρὸς λιβόνοτον τῆς ὅλης οἰκουμένης συνοικειοῦται μὲν τῷ νοτολιβικῷ τριγώνῳ Καρκίνου Σκορπίου Ἰχθύων, οἰκοδεσποτεῖται δὲ εἰκότως ὑπό τε τοῦ τοῦ Ἄρεως καὶ τοῦ τῆς Ἀφροδίτης ἐπὶ σχήματος ἑσπερίου.

διόπερ συνέπεσε τοῖς πλείστοις αὐτῶν ἕνεκεν τῆς εἰρημένης τῶν ἀστέρων συναρμογῆς ὑπὸ ἀνδρὸς καὶ γυναικὸς δυεῖν ὁμομητρίων ἀδελφῶν βασιλεύεσθαι, τοῦ μὲν ἀνδρὸς τῶν ἀνδρῶν ἄρχοντος, τῆς δὲ γυναικὸς τῶν γυναικῶν, συντηρουμένης τῆς τοιαύτης διαδοχῆς. θερμοί τέ εἰσι σφόδρα καὶ καταφερεῖς πρὸς τὰς γυναικῶν συνουσίας, ὡς καὶ τοὺς γάμους δι’ ἁρπαγῶν γίνεσθαι καὶ πολλαχῇ ταῖς γαμουμέναις τοὺς βασιλεῖς πρώτους συνέρχεσθαι, παρ’ ἐνίοις δὲ καὶ κοινὰς εἶναι τὰς γυναῖκας πάντων.

φιλοκαλλωπισταὶ δὲ τυγχάνουσι καὶ κόσμους γυναικείους περιζώννυνται διὰ τὸν τῆς Ἀφροδίτης, ἔπανδροι μέντοι ταῖς ψυχαῖς καὶ ὑποπόνηροι καὶ μαγευτικοί, νοθευταὶ δὲ καὶ παράβολοι καὶ ῥιψοκίνδυνοι διὰ τὸν τοῦ Ἄρεως. τούτων δὲ πάλιν οἱ μὲν περὶ τὴν Νουμιδίαν καὶ Καρχηδονίαν καὶ Ἀφρικὴν συνοικειοῦνται μᾶλλον τῷ τε Καρκίνῳ καὶ τῇ σελήνῃ, διόπερ οὗτοι κοινωνικοί τε καὶ ἐμπορικοὶ τυγχάνουσι καὶ ἐν εὐθηνίᾳ πάσῃ διατελοῦντες·

οἱ δὲ περὶ τὴν Μεταγωνῖτιν καὶ [*](4 Γαραμ.—Μεταγων. 0m. β 6 συνοικειοῦται VD οῦντα α Μ S γ τριγώνῳ] τριγ. κρώνου(!) V 6.7 Καρκίνου α om γ Σκορπίου V αγ Καρκίνῳ Σκορπίῳ β 7 καὶ Ἰχθύων αγ ἰχθύιν V ἰχθύσιν β 14 σφόδρα om. γ 15 ὡς α ὥστε βγ om. V γίνεσθαι VDy ποιεῖσθαι aMS 18 τυγχάνουσι V βγ ὑπάρχουσι α 20 τὰς ψυχὰς α μαγευτικοί aMSy γαμευτικο(??) VD μαγεύοντες Procl. (cf. 75, 11) 23 καρχήδονα V 25 εὐθενίᾳ Va Procl. ἐλευθερίᾳ βγ 26 πάσῃ βγ πάμπαν α περὶ] ἐπὶ V μεταγων. καὶ hic om. post γαιτουλίαν add. γ)

74
Μαυριτανίαν καὶ Γαιτουλίαν τῷ τε Σκορπίῳ καὶ τῷ τοῦ m Ἄρεως, ὅθεν οὗτοι θηριωδέστεροί τέ εἰσι καὶ μαχιμώτατοι καὶ κρεωφάγοι καὶ σφόδρα ῥιψοκίνδυνοι καὶ καταφρονητικοὶ τοῦ ζῆν, ὡς μηδὲ ἀλλήλων ἀπέχεσθαι· οἱ δὲ περὶ τὴν Φαξνίαν καὶ Νασαμωνῖτιν καὶ Γαραμαντικὴν τοῖς τε Ἰχθύσι καὶ τῷ τοῦ Διός, διόπερ ἐλεύθεροί τε καὶ ἁπλοῖ τοῖς ἤθεσι καὶ φιλεργοὶ καὶ εὐγνώμονες καθάριοί τε καὶ ἀνυπότακτοί εἰσιν ὡς ἐπίπαν καὶ τὸν τοῦ Διὸς ὡς Ἄμμωνα θρησκεύοντες.

τὰ δὲ λοιπὰ τοῦ τεταρτημορίου μέρη καὶ πρὸς τὸ μέσον ἐσχηματισμένοι τῆς ὅλης οἰκουμένης, Κυρηναικὴ Μαρμαρικὴ Αἴγυπτος Θηβαΐς Ὅασις Τρωγλοδυτικὴ Ἀραβία Ἀζανία μέση Αἰθιοπία πρὸς βορραπηλιώτην τετραμμένα [*](c 19) μένα τοῦ ὅλου τεταρτημορίου προσλαμβάνει τὴν συνοικείωσιν τοῦ βορραπηλιωτικοῦ τριγώνου Διδύμων Ζυγοῦ ‘γδροχόου καὶ συνοικοδεσπότας διὰ τοῦτο τόν τε τοῦ Κρόνου καὶ τὸν τοῦ Διὸς καὶ ἔτι τὸν τοῦ Ἑρμοῦ.

ὅθεν οἱ κατὰ ταύτας τὰς χώρας κεκοινωνηκότες σχεδὸν τῆς τῶν πέντε πλανήτων οἰκοδεσποτείας ἑσπερίου φιλόθεοι μὲν γεγόνασι καὶ δεισιδαίμονες καὶ θεοπρόσπλοκοι καὶ φιλόθρηνοι καὶ τοὺς ἀποθνῄσκοντας γῇ κρύπτοντες καὶ ἀφανίζοντες διὰ τὸ ἑσπέριον σχῆμα, παντοίοις δὲ ἔθεσι καὶ νομίμοις καὶ θεῶν παντοίων θρησκείαις χρώμενοι καὶ ἐν μὲν ταῖς ὑποταγαῖς ταπεινοὶ καὶ δειλοὶ καὶ μικρολόγοι καὶ ὑπομονητικοί,

ἐν δὲ ταῖς ἡγεμονίαις εὔψυχοι [*](m 72) καὶ μεγαλόφρονες, πολυγύναιοι δὲ καὶ πολύανδροι καὶ καταφερεῖς καὶ ταῖς ἀδελφαῖς συναρμοζόμενοι καὶ ποθηριωδέστεροι [*](2 θηριωδένστεροι Va θηριωδέστατοι βγ 3 σφόδρα om. α 6 Νασαμωνῖτιν VaDy (A ἀσαμ.) νασαμῶτιν MS 8 καθάριοι βγ Procl. καθαροί Va 9 ὡς Ἄμμωνα V βγ τῷ Ἄμμωνι α 10 τοῦ] περὶ τὸ μέσον τοῦ V 11 κυρηνική β 12 μαρμαρικ(??) om. Υ β ἀρραβία β 15 βορρ.] ἀπηλιώτην V Procl. 16 διὰ τοῦτο om. α 19 οἰκοδεσποτείας Σ MSy Procl. οἰκοδεσπότας VYD 20 θεοπρόσπλοκοι VY Procl. θεοπρόσπολοι Σ βγ 22 ἔθεσι Va ἤθεσι βγ 24 δειλοὶ βγ Procl. δεινοὶ α)

75
γύσποροι μὲν οἱ ἄνδρες, εὐσύλληπτοι δὲ αἱ γυναῖκες, ἀκολούθως τῷ τῆς χώρας γονίμῳ, πολλοὶ δὲ καὶ τῶν ἀρρένων σαθροὶ καὶ τεθηλυσμένοι ταῖς ψυχαῖς, ἔνιοι δὲ καὶ τῶν γεννητικῶν μορίων καταφρονοῦντες διὰ τὸν τῶν κακοποιῶν μετὰ τοῦ τῆς Αφροδίτης ἑσπέριον σχηματισμόν.

καὶ τούτων δὲ οἱ μὲν περὶ τὴν Κυρηναϊκὴν καὶ Μαρμαρικὴν καὶ μάλιστα οἱ περὶ τὴν κάτω χώραν τῆς Αἰγύπτου μᾶλλον συνοικειοῦνται τοῖς Ἰχθύσι καὶ τῷ τοῦ Ἑρμοῦ, διόπερ οὗτοι διανοητικοί τε καὶ συνετοὶ καὶ εὐεπίβολοι τυγχάνουσι περὶ πάντα καὶ μάλιστα περὶ τὴν τῶν σοφῶν καὶ θείων εὕρεσιν μαγευτικοί τε καὶ κρυφίων μυστηρίων ἐπιτελεστικοὶ καὶ ὅλως ἱκανοὶ περὶ τὰ μαθήματα·

οἱ δὲ περὶ τὴν Θηβαΐδα καὶ Ὄασιν καὶ Τρωγλοδυτικὴν τῷ τε Ζυγῷ καὶ τῷ τῆς Ἀφροδίτης, ὅθεν καὶ αὐτοὶ θερμότεροί εἰσι τὰς φύσεις καὶ κεκινημένοι καὶ ἐν εὐφορίαις ἔχοντες τὰς διαγωγάς· οἱ δὲ περὶ τὴν Ἀραβίαν καὶ Ἀζανίαν καί μέσην Αἰθιοπίαν τῷ ‘γδροχόῳ καὶ τῷ τοῦ Κρόνου, διὸ καὶ οὗτοι κρεωφάγοι τε καὶ ἰχθυοφάγοι καὶ νομάδες εἰσίν, ἄγριον καὶ θηριώδη βίον ζῶντες.

Αἱ μὲν οὖν συνοικειώσεις τῶν τε ἀστέρων καὶ τῶν [*](m 73) δωδεκατημορίων πρὸς τὰ κατὰ μέρος ἔθνη καὶ τὰ ὡς ἐπίπαν αὐτῶν ἰδιώματα κατὰ τὸ κεφαλαιῶδες τοῦτον [*](8 σαθροὶ Va θρασεῖς β (8 add. δὲ) γ τεθηλυσμ. V τεθηλυμ. α τεθηγμένοι βγ ταῖς ψυχαῖς VDy τὰς ψυχὰς α MS 8 Ἰχθ α Dγ διδύμοις VMS Pmcl. 9 τοῦ Ἑρμοῦ] Ἑρμῆ V 10 εὐεπίβολοι VDy ἐυεπήβολοι M Σ (sed η ex corr. Regiomontani i. mg. ἐπήβολος οὐκ ἐπίβολος διὰ τὸ μέτρον) S εὐεπίβουλοι Y 11 εὕρεσιν γ Procl. ἀνεύρεσιν a MS κρυφίων α γ κρυφιμαίων DM κορυμαίων S 15 εἰσι β τἐ εἰσι αγ 16 εὐφορία α περι] ἐπὶv 21 tit. hic D τρόπον (76,1) τοῦτοι (76,5) M γ)

76
ἡμῖν ὑποτυπούσθω τὸν τρόπον. ἐκθησόμεθα δὲ καὶ διὰ τὸ τῆς χρήσεως εὐεπίβολον ἐφ’ ἑκάστου τῶν δωδεκατημορίων κατὰ ψιλὴν παράθεσιν ἕκαστα τῶν συνῳκειωμένων ἐθνῶν ἀκολούθως τοῖς προκατειλεγμένοις περὶ αὐτῶν τὸν τρόπον τοῦτον·

Κριῷ Ταύρῳ Διδύμοις Καρκίνῳ

Βρεττανία Παρθία Ὑρκανία Νουμιδία Γαλατία Μηδία Ἀρμενία Καρχηδονία Γερμανία Περσίς Ματτιανή Ἀφρική Βασταρνία περὶ τὸ μέσον περὶ τὸ μέσον περὶ τὸ μέσον περὶ τὸ μέσον Κοίλη Συρία Κυκλάδες νῆσοι Κυρηνϊκή Βιθυνία Ἰδουμαία Μαρμαρική Φρυγία Ἰουδαία Κύπρος Αἰγύπτου κάτω χώρα Κολχίς Παράλια μικρᾶς Ἀσίας

Λέοντι Παρθένῳ Χηλαῖς Σκορπίῳ Ἰταλία Μεσοποταμία Βακτριανή Μεταγωνῖτις Γαλλία Βαβυλωνία Κασπειρία Μαυριτανία Σικελία Ἀσσυρία Σηρική Γαιτουλία Ἀπουλία περὶ τὸ μέσον περὶ τὸ μέσον περὶ τὸ μέσον περὶ τὸ μέσον Φοινίκη Ἑλλάς Θηβαΐς Συρία Σαλδαϊκή Ἀχαΐα Ὄασις Κομμαγηνή Ὀρχηνία Κρήτη Τρωγλοδυτική Καππαδοκία

Τοξότῃ Αἰγοκέρωτι Ὑδροχόῳ Ἰχθύσιν [*](m 74) Tυρρηνία Ἰνδική Σαυροματική Φαζανία Κελτική Ἀριανή Ὠξιανή Νασαμωνῖτις Σπανία Γεδρουσία Σουγδιανή Γαραμαντική περὶ τὸ μέσον περὶ τὸ μέσον περὶ τὸ μέσον περὶ τὸ μέσον Ἀραβία εὐδαίμων Θρᾴκη Ἀραβία Λυδία Μακεδονία Ἀζανία Κιλικία Ἰλλυρίς μέση Αἰθιοπία Παμφυλία

77

ἐκκειμένων δὲ τούτων εὔλογον κάκεῖνα τούτῳ τῷ μέρει προσθεῖναι, διότι καὶ τῶν ἀπλανῶν ἀστέρων ἕκαστοι [*](c 19 v) συνοικειοῦνται ταῖς χώραις, ὅσαις καὶ τὰ τοῦ ζῳδιακοῦ μέρη, καθ’ ὧν ἔχουσιν οἱ ἀπλανεῖς τὰς προσνεύσεις ἐπὶ τοῦ διὰ τῶν πόλων αὐτοῦ γραφομένου κύκλου, φαίνεται ποιούμενα τὴν συμπάθειαν,

καὶ ὅτι ἐπὶ τῶν μητροπόλεων ἐκεῖνοι μάλιστα συμπαθοῦσιν οἱ τόποι τοῦ ζῳδιακοῦ κύκλου, καθ’ ὧν ἐν ταῖς καταρχαῖς τῶν αὐτῶν ὡς ἐπὶ γενέσεως ὅ τε ἥλιος καὶ ἡ σελήνη παροδεύοντες ἐτύγχανον καὶ τῶν κέντρων μάλιστα τὸ ὡροσκοποῦν· ἐφ’ ὧν δὲ οἱ χρόνοι τῶν κτίσεων οὐχ εὑρίσκονται, καθ’ ὧν ἐν ταῖς τῶν κατὰ καιρὸν ἀρχόντων ἢ βασιλευόντων γενέσεσιν ἐκπίπτει τὸ μεσουράνημα.

[*](p. 76 ad tab. CCAG VII 59 v; Aegypt. (Vicell.) apud Lyd. de ost. capp. 23; 55; 71; Maximus 112 89. cf. Schnabel, Text und Karten des Ptol. (1929) 8188.)[*](p. 77 1 Heph. I 5, p. 71, 10 ss. 10 Heph. I 20, p. 76, 5ss.)[*](p.76, 1 ὑποτυπούσθω c m ὑποτετυπώσθ (!) Υ ὑποτετυπώσθω S ὑποτετυπώσθωσαν VDMy ὑποτυπώσθωσαν Σ 2 εὐεπίβολον D γ εὐεπήβολον ΣΜS εὐεπίβουλον VY 3 συνοικειουμένων α 4 προκατειλεγμ. V βγ προκειμένοις α Σ corr. i. mg.) προειλεγμένοις c m cf. Cam. adnot. o tabulam praeb. V βγ, ordinem pervertit D, planetas add. γ, om. α 9 ματτιανή α μαντιανή βγ γαμπάνη V 10 Βασταρωία om. V 12.13 νῆσοι om. V 13 Ιδουμαία] παλαιστίνη ἰδουμαία V βγ, sed παλ. ab homine Christiano insertam non recepit Boll 15 παράλια μικρᾶς Ἀσίας] μικρὰ Ἀσία V 17 Χηλαῖς Ζυγῷ V β 18 μεταγωνιτική β 20 συρική V 24 χαλδία V β 28 νασαμωνιτική VM 29 Ἱσπανία γ post tabuIam: γίνονται χῶραι οβ΄ VM, etiam ex hac summa. vides παλαιστίνην temere interpolatam ease)[*](p. 77 1 tit. cap. 5 false hic pos. α Co (Le) τούτῳ V βγ τῷδε α 2 προσθῆναι διότι V βγ ὅτι γ καὶ Va τε καὶ βγ ἕκαστοί VY ἕκαστος Σβγ 3 συνοικειοῦνται VY οῦται cett. 4 καθ’ ὧν Heph. καθὸν V καθ’ ὅ Y μεθ’ ὧν Σβγ ἐποχὰς προσνεύσεις V 6 φαίνεται Va διὸ καὶ φαίνονται βγ ποιούμενα Y Heph. προσποιούμενα V ποιούμενος Σ ποιούμενοι βγ ὅτε V ἐπὶ] καὶ ἐπὶ α 7 ἐκεῖνοι βγ κάκεῖνοι α ἐκείνων V 8 κύκλος om. V 9 γενέσεως V(cf. infra 79, 23) γενέσεων α τῶν γενέσεων βγ 11 κτήσεων V 12 καθ’ ὧν βγ καθ’ ἣν om. α 13 γενέσεσιν V βγ γένεσιν α)
78

Τούτων δὲ οὕτως προεπεσκεμμένων ἀκόλουθον ἂν εἴη λοιπὸν τὰς τῶν προτελέσεων ἐφόδους κεφαλαιωδῶς ἐπελθεῖν θεῖν καὶ πρῶτον τῶν καθ’ ὅλας περιστάσεις χωρῶν ἢ πόλεων [*](m 75) λαμβανομένων ἔσται δὲ ὁ τρόπος τῆς ἐπισκέψεως τοιοῦτος· ἡ μὲν οὖν πρώτη καὶ ἰσχυροτάτη τῶν τοιούτων συμπτωμάτων αἰτία γίνεται παρὰ τὰς ἐκλειπτικὰς ἡλίου καὶ σελήνης συζυγίας καὶ τὰς ἐν αὐταῖς παρόδους τῶν ἀστέρων·

τῆς δὲ προτελέσεως αὐτῆς τὸ μέν ἐστι τοπικόν, καθ’ ὃ δεῖ προγινώσκειν, ποίαις χώραις ἢ πόλεσιν <ἐπισημαίνουσιν> αἰ κατὰ μέρος ἐκλείψεις ἢ καὶ τῶν πλανωμένων αἱ κατὰ καιροὺς ἔμμονοι στάσεις· αὗται δέ εἰσι Κρόνου τε καὶ Διὸς καὶ Ἄρεως, ὅταν στηρίζωσι, ποιοῦνται γὰρ τότε τὰς ἐπισημασίας·

τὸ δέ ἐστι χρονικὸν καθ’ ὃ τὸν καιρὸν τῶν ἐπισημασιῶν καὶ τῆς παρατάσεως τὴν ποσότητα δεήσει προγινώσκειν, τὸ δὲ γενικόν, καθ’ ὃ προσήκει λαμβάνειν περὶ ποῖα τῶν γενῶν ἀποβήσεται τὸ σύμπτωμα· τελευταῖον δὲ τὸ εἰδικόν, καθ’ ὃ τὴν αὐτοῦ τοῦ ἀποτελεσθησομένου ποιότητα θεωρήσομεν.

Τοῦ μὲν οὗν πρώτου καὶ τοπικοῦ τὴν διάληψιν ποιησόμεθα τοιαύτην. κατὰ γὰρ τὰς γινομένας ἐκλειπτικὰς [*](2 Heph. I 2. p. 75, 21 ss.) [*](1 tit. hic V β (om. S spat. rel.) γ Procl. om. hic α (cf. supm 77, 1) τῶν ἐκλείψεων V (cf. ind. capp. supra. 56, 8) om. αDMγ 3 προεπεσκ. V προεσκημένων Y προεκκειμένων Σβγ 5 τῶν VY τὰς τῶν ΣS τῶν τὰς DMC τὰς Α 6 ἔσται αβγ ἐπεὶ V 7 τριοῦτος Va οὕτως β οὗτος γ πρώτ. καὶ ἰσχ. VMS πρ. κ. ἰσχυροτέρα α om. Dy 10 μὲν βγ μέντοι V μέν τι α 11 προγινώσκειν Va γινώσκειν βγ ἐπισημαίνουσιν add. Boll τὰ ἐπισημασίας ποιήσουσιν Heph. 14 στηρίζωσι B γ Procl. Co. στηρίζοντες αβ ποιοῦνται V Procl. ποιῶσι αγ ποιήσωσι β 15 γὰρ τότε V om αβγ 17 προγιν. Va Heph. διαγιν. βγ 22 τοῦ μὲν οὖν πρώτου Y τοῦ μὲν πρώτου Σ περὶ τὸ, μὲν οὖν τοῦ πρ. V περὶ μὲν οὖν τοῦ πρ. βγ περὶ sine dubio e titulo irrepsit))

79
συζυγίας ἡλίου καὶ σελήνης καὶ μάλιστα τὰς εὐαισθητοτέρας ἐπισκεψόμεθα τόν τε ἐκλειπτικὸν τοῦ ζῳδιακοῦ τόπον καὶ τὰς τῷ κατ’ αὐτὸν τριγώνῳ συνοικειουμένας χώρας καὶ ὁμοίως τίνες τῶν πόλεων ἤτοι ἐκ τῆς κατὰ [*](m 76) τὴν κτίσιν ὡροσκοπίας καὶ φωσφορίας ἢ ἐκ τῆς τῶν τότε ἡγεμονευόντων μεσουρανήσεως συμπάθειαν ἔχουσι πρὸς τὸ τὴς ἐκλείψεως δωδεκατημόριον.