Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

Τίνα μὲν οὖν τρόπον δυνατὸν γίνεται τὸ δι᾿ ἀστρονομίας προγνωστικὸν καὶ ὅτι μέχρι μόνων ἂν φθάνοι τῶν τε κατ’ αὐτὸ τὸ περιέχον συμπτωμάτων καὶ τῶν ἀπὸ τῆς τοιαύτης αἰτίας τοῖς ἀνθρώποις παρακολουθούντων ταῦτα δ’ ἂν εἴη περί τε τὰς ἐξαρχῆς ἐπιτηδειότητας δυνάμεων καὶ πράξεων σώματος καὶ ψυχῆς καὶ τὰ κατὰ [*](m10) καιροὺς αὐτῶν πάθη πολυχρονιότητας τε καὶ ὀλιγοχρονιότητάς, ἔτι δὲ καὶ ὅσα τῶν ἔξωθεν κυρίαν τε καὶ φυ- [*](4 Plato Tim. 29 C. 6.6 Steph. philos. CCAG II 186, 47 6 cf. Iambl. de myst. Aegypt. IX 5 fin. ἡ τοιαύτη μέθοδος τεχνικήν τινα εἰσάγει καὶ ἀνθρωπίνην τὴν περὶ τὸν ἴδιον δαίμονα πραγματείαν 13 lambl. protr. 37. 22: τὰ δυνατὰ καὶ ὠφέλιμα (ex Aristotele).) [*](1 ἀναιρεῖν Vα ἀθετεῖν βγ 5 πάντα] μὴ πάντα VYD 6 καὶ ἐστοχασμένως transpos. Boll, ante αἰτεῖν α 7 οὐκ ἦν ἐπ’ αὐτῇ om. γ (lac. ind.) ἐπ’ αὐτῇ Boll ἐπ’ αὐτὴν Va ἐν αὐτῇ βΑ2 καὶ ὥσπερ α ὥ. καὶ βγ 8, αὐτοῦ V 9 μεμχόμεθα Σ μεμφόμεθα Υβγ 10 λέγουσιν Σ 18 γ΄V β΄ Dγ ι΄Υ om. ΣΜ tit. VΣD Sy ὅτι καὶ ὠφέλιμος ὁ (!) δι’ ἀστρονομίας τρόγνωσις Y om. M 14 δυνατὸν om. Dγ 15 μόνων βγ μόνο 17 τοιαύτης VΣ αὐτῆς Υβγ 18 εἷεν βγ 21 δὲ οm.)

11
σικὴν ἔχει πρὸς τὰ πρῶτα συμπλοκὴν ὡς πρὸς τὸ σῶμα μὲν ἡ κτῆσις καὶ ἡ συμβίωσις, πρὸς δὲ τὴν ψυχὴν ἥ τε τιμὴ καὶ τὸ ἀξίωμα, καὶ τὰς τούτων κατὰ καιροὺς τύχας), σχεδὸν ὡς ἐν κεφαλαίοις γέγονεν ἡμῖν δῆλον.

λοιπὸν δ’ ἂν εἴη τῶν προκειμένων τὴν κατὰ τὸ χρήσιμον ἐπίσκεψιν διὰ βραχέων ποιήσασθαι πρότερον διαλαβοῦσι, τίνα τρόπον καὶ πρὸς τί τέλος ἀφορῶντες τὴν αὐτοῦ τοῦ χρησίμου δύναμιν ἐκδεξόμεθα. εἰ μὲν γὰρ πρὸς τὰ τῆς ψυχῆς ἀγαθά, τί ἂν εἴη συμφορώτερον πρὸς εὐπραγίαν καὶ χαρὰν καὶ ὅλως εὐαρέστησιν τῆς τοιαύτης προγνώσεως, καθ’ ἢν τῶν τε ἀνθρωπίνων καὶ τῶν θείων γινόμεθα συνορατικοί;

εἰ δὲ πρὸς τὰ τοῦ σώματος, πάντων ἂν μᾶλλον ἡ τοιαύτη κατάληψις ἐπιγινώσκοι τὸ οἰκεῖόν τε καὶ πρόσ [*](c 3v) φορον τῇ καθ’ ἑκάστην σύγκρασιν ἐπιτηδειότητι. εἰ δὲ μὴ πρὸς πλοῦτον ἢ δόξαν ἢ τὰ τοιαῦτα συνεργεῖ, προχωρήσει καὶ περὶ πάσης φιλοσοφίας τὸ αὐτὸ τοῦτο φάσκειν· οὐδενὸς γὰρ τῶν τοιούτων ἐστὶν ὅσον τὸ ἐφ’ ἑαυτῇ περιποιητική. ἀλλ᾿ οὔτ’ ἐκείνης διὰ τοῦτ’ ἂν οὔτε ταύτης καταγινώσκοιμεν δικαίως, ἀφέμενοι τοῦ πρὸς τὰ μείζω συμφέροντος.

[*](m 11)

ὅλως δ’ ἂν ἐξετάζουσι φανεῖεν ἂν οἱ τὸ ἄχρηστον τῆς καταλήψεως ἐπιμεμφόμενοι πρὸς οὐδὲν τῶν κυριωτάτων ἀφορῶντες, ἀλλὰ πρὸς αὐτὸ τοῦτο μόνον, ὅτι τῶν πάντη πάντως ἐσομένων ἡ πρόγνωσις περισσή, καὶ τοῦτο δὲ ἁπλῶς πάνυ καὶ οὐκ εὖ διειλημμένως. πρῶτον μὲν γὰρ δεῖ σκοπεῖν,

ὅτι καὶ ἐπὶ τῶν ἐξ ἀνάγκης ἀποβησομένων [*](11 Plat. Phaedr. 259 D) [*](2 κτίσις VMD (-η- corr. D²) ἡ] εἰ VYD 3 τιμὴ] γονή τὰς] ταῖς V 6–p. 22, 20 om. Σ, desunt 4 folia 8 VY -δεξαίμεθα βγ 9 συμφορώτερον VY βγ (post προγνώσεως pos.) 10 προγν.] γνώσεως MS 13 τε VY om. βγ 14 τῇ VY τῆς βγ σύγκρασιν γ σύγκρισιν VY β ἐπιτηδειότητι VY ἐπιτηδειότητος βγ 15 συνεργεῖ VY om. βγ 19 τὰ μείζω VY (-ζων) Procl. τὸ μεῖζον βγ 21 ἄχρηστοι· εὔχρηστον βγ 20 ἐπὶ] ἀπὸ Y)

12
τὸ μὲν ἀπροσδόκητον τούς τε θορύβους ἐκστατικοὺς καὶ τὰς χαρὰς ἐξοιστικάς μάλιστα πέφυκε ποιεῖν, τὸ δὲ προγινώσκειν ἐθίζει καὶ ῥυθμίζει τὴν ψυχὴν τῇ μελέτῃ τῶν ἀπόντων ὡς παρόντων καὶ παρασκευάζει μετ’ εἰρήνης καὶ εὐσταθείας ἕκαστα τῶν ἐπερχομένων ἀποδέχεσθαι·

ἔπειθ’ ὅτι μηδ’ οὕτως ἅπαντα χρὴ νομίζειν τοῖς ἀνθρώ- ποις ἀπὸ τῆς ἄνωθεν αἰτίας παρακολουθεῖν ὥσπερ ἐξ ἀρχῆς ἀπό τινος ἀλύτου καὶ θείου προστάγματος καθ’ ἕνα ἕκαστον νενομοθετημένα καὶ ἐξ ἀνάγκης ἀποβησόμενα, μηδεμιᾶς ἄλλης ἁπλῶς αἰτίας ἀντιπρᾶξαι δυναμένης, ἀλλ’ ὡς τῆς μὲν τῶν οὐρανίων κινήσεως καθ’ εἰμαρμένην θείαν καὶ ἀμετάπτωτον ἐξ αἰῶνος ἀποτελουμένης, τῆς δὲ τῶν ἐπιγείων ἀλλοιώσεως καθ’ εἱμαρμένην φυσικὴν καὶ μεταπτωτήν, τὰς πρώτας αἰτίας ἄνωθεν λαμβανούσης κατὰ συμβεβηκὸς καὶ κατ’ ἐπακολούθησιν,

καὶ ὡς τῶν μὲν διὰ καθολικωτέρας περιστάσεις τοῖς ἀνθρώποις συμβαινόντων, οὐχὶ δὲ ἐκ τῆς ἰδίας ἑκάστου φυσικῆς ἐπιτηδειότητος, ὡς ὅταν κατὰ μεγάλας καὶ δυσφυλάκτους [*](m 12) τοῦ περιέχοντος τροπὰς ἐκ πυρώσεων λοιμῶν ἢ κατακλυσμῶν κατά πλήθη διαφθαρῶσιν, ὑποπιπτούσης ἀεὶ τῆς βραχυτέρας αἰτίας τῇ μείζονι καὶ ἰσχυροτέρᾳ, τῶν δὲ κατὰ τὴν ἑνὸς ἑκάστου φυσικὴν ἰδιοσυγκρασίαν διὰ μικρὰς καὶ τὰς τυχούσας τοῦ περιέχοντος ἀντιπαθείας.

θείας. τούτων γὰρ οὕτως διαληφθέντων φανερὸν ὅτι καὶ καθόλου καὶ κατὰ μέρος ὅσων μὲν συμπτωμάτων τὸ πρῶ- [*](3 Synt. 1, 5, 2 7 Haec in cod. Athoo 5658 (s. XV) f. 363 excerpta videntur: τοῦ πτολεμαίου »ὅτι οὐκ εἰσὶν τὰ οὐράνια σώματα τῶν καθ’ ἡμᾶς αἴτια« inc., teste Spyr. Lampro, οὐχ ἀπαντᾷ(!) τοῖς ἀνθρώποις ὑπό τινος ἄνωθεν ἀνάγκης συμβαίνειν οἴεσθαι χρή, 14 Serv. l. c. 19 λοιμῶν cf. Delcourt, ster. myst.) [*](2 δὲ VYS γὰρ ΒΜγ 6 ἅπαντα βγ ἕκατα V ἕκαστα 9 ἕνα ’Yy ἕν β 18 ἐπιγείων VDy περιγείων YMS 14 πρώτας VY om. βγ 17 ἰδιάς om. Y 19 πυρώσεων VY πυρώσεως βγ 22 ἑνὸς VY om. MSy ἰδιοσυγκρασίαν βγ ἰδιοσυγκρισίαν VY 24. 25 καὶ καθόλου his scr. V 25 ὅσων μὲν V ὅσον μὲν Υ ὧν β ἐφ᾿ ὧν γ)

13
τον αἴτιον ἄμαχόν τέ ἐστι καὶ μεῖζον παντὸς τοῦ ἀντιπράττοντος, ταῦτα καὶ πάντη πάντως ἀποβαίνειν ἀνάγκη, ὅσα δὲ μὴ οὕτως ἔχει, τούτων τὰ μὲν ἐπιτυχόντα τῶν ἀντιπαθησόντων εὐανάτρεπτα γίνεται, τὰ δὲ μὴ εὐπορήσαντα καὶ αὐτὰ ταῖς πρώταις φύσεσιν ἀκολουθεῖ, δι’ ἄγνοιαν μέντοι καὶ οὐκ ἔτι διὰ τὴν τῆς ἰσχύος ἀνάγκην.

τὸ δ’ αὐτὸ ἄν τις ἴδοι συμβεβηκὸς καὶ ἐπὶ πάντων ἁπλῶς τῶν φυσικὰς ἐχόντων τὰς ἀρχάς· καὶ γὰρ καὶ λίθων καὶ φυτῶν καὶ ζῴων, ἔτι δὲ καὶ τραυμάτων καὶ παθῶν καὶ [*](c4) νοσημάτων τὰ μὲν ἐξ ἀνάγκης τι ποιεῖν πέφυκε,

τὰ δ’ ἂν μηδὲν τῶν ἐναντίων ἀντιπράξῃ. οὕτως οὖν χρὴ νομίζειν καὶ τά τοῖς ἀνθρώποις συμβησόμενα προλέγειν τοὺς φυσικοὺς τῇ τοιαύτῃ προγνώσει καὶ μὴ κατὰ κενὰς δόξας προσερχομένους, ὡς τῶν μὲν διὰ τὸ πολλὰ καὶ μεγάλα [*](m13) τὰ ποιητικὰ τυγχάνειν ἀφυλάκτων ὄντων, τῶν δὲ διὰ τοὐναντίον μετατροπὰς ἐπιδεχομένων, καθάπερ καὶ τῶν ἰατρῶν, ὅσοι δυνατοὶ σὴμειοῦσθαι τὰ παθήματα, προγινώσκουσι τά τε πάντως ἀνελοῦντα καὶ τὰ χωροῦντα βοήθειαν.

ἐπὶ δὲ τῶν μεταπεσεῖν δυναμένων οὕτως ἀκουστέον τοῦ γενεθλιαλόγου φέρ’ εἰπεῖν ὅτι τῇ τοιᾷδε συγκράσει κατὰ τὴν τοιάνδε τοῦ περιέχοντος ἰδιοτροπίαν, τραπεισῶν ἐπὶ τὸ πλεῖον ἢ ἔλασσον τῶν ὑποκειμένων συμμετριῶν τὸ τοιόνδε παρακολουθήσει πάθος, ὡς καὶ [*](12 Boll, Sphaera. 247; 563 »physici« apud Macrobium; Serv. l. c.; wellmann, Bolos Dem. 25. 14 Synt. 1, 6, 18.) [*](1 ἀντιπράξοντος βγ 2 ταῦτα om. β ἀπ. ἀν. VY ἀποβαίνει ἀναγκαίως βγ 8 ὅσα VY ἃ βγ ἔχει] ἔχει συμπτώματα β ἐπιτυγχάνοντα V 4 ἀντιπαθησόντων Vγ -σάντων Υβ μὴ om. V 5 φύσεσιν ἀκολουθεῖ V βγ σχέσεσιν κατακολουθεῖ Y 6 μέντοι] μένειν Υ τὴν τῆς Y τῆς τῆς V τὴν ἐκ τῆς βγ 7 ἴδοι τις ἂν γ ἴδοι β εἴδη Υ ἴδη V 9 δὲ V τε β om. Υγ 10 τι VY γ τινὸς β ποιεῖν πέφυκε VY Dγ πέφυκε γίγνεσθαι MS 11 ἀντιπράξη MSy πράξοι VD πράξης Υ 17 ὅσοι δυνατοὶ σημεισῦσθαι VY Procl. οἱ δυνατοὶ σήμερον βγ pro 22 ἐπὶ—p. 14 15 καθίσταται hic ins, 13.9, 10—11,20 Y)

14
τοῦ μὲν ἰατροῦ, ὅτι τόδε τὸ ἕλκος νομὴν σῆψιν ἐμποιεῖ, τοῦ δὲ μεταλλικοῦ λόγου ἕνεκεν, ὅτι τὸν σίδηρον ἡ λίθος ἡ μαγνῆτις ἕλκει·

ὥσπερ γὰρ τούτων ἑκάτερον ἐαθὲν μὲν δι’ ἀγνωσίαν τῶν ἀντιπαθησόντων πάντη πάντως παρακολουθήσει τῇ τῆς πρώτης φύσεως δυνάμει, οὔτε δὲ τὸ ἕλκος τὴν νομὴνῆ τὴν σῆψιν κατεργάσεται τῆς ἀντικειμένης θεραπείας τυχὸν οὔτε τὸν σίδηρον ἡ μαγνῆτις ἑλκύσει παρατριβέντος αὐτῇ σκορόδου καὶ αὐτὰ δὲ ταῦτα τὰ κωλύοντα φυσικῶς καὶ καθ’ εἱμαρμένην ἀντεπάθησεν, οὕτως καὶ ἐπ’ ἐκείνων ἀγνοούμενα μὲν τὰ συμβησόμενα τοῖς ἀνθρώποις ἢ ἐγνωσμένα μέν, μὴ τυχόντα δὲ τῶν ἀντιπαθούντων πάντη πάντως ἀκολουθήσει τῷ τῆς πρώτης φύσεως εἱρμῷ, προγνωσθέντα δὲ καὶ εὐπορήσαντα τῶν θεραπευόντων φυσικῶς πάλιν καθ’ εἱμαρμένηνῆ ἢ ἀγένητα τέλεον ἢ μετριώτερα καθίσταται. [*](m 14)

ὅλως δὲ τῆς τοιαύτης δυνάμεως τῆς αὐτῆς οὔσης ἐπί τε τῶν ὁλοσχερῶς θεωρουμένων καὶ ἐπὶ τῶν κατὰ μέρος θαυμάσειεν ἄν τις, διὰ τίνα δήποτε αἰτίαν ἐπὶ μὲν τῶν καθόλου πιστεύουσι πάντες καὶ τῷ δυνατῷ τῆς προγνώ·

σεως καὶ τῷ πρὸς τὸ φυλάσσεσθαι χρησίμῳ -— τάς τε γὰρ ὥρας καὶ τὰς τῶν ἀπλανῶν ἐπισημασίας καὶ τοὺς τῆς σελήνης σχηματισμοὺς οἱ πλεῖστοι προγινώσκειν ὁμολογοῦσί καί πολλὴν πρόνοιαν ποιοῦνται τῆς φυλακῆς αὐτῶν, πεφροντικότες ἀεὶ πρὸς μὲν τὸ θέρος τῶν ψύχειν δυναμένων, πρὸς δὲ τὸν χειμῶνα τῶν θερμαινόντων καὶ [*](7 Lyd. de mens. IV 13(p. 77)) [*](1 διότι β 2 λόγου ἕνεκεν V ἕνεκεν β om. γ 4 ἀντιπα- θησόντων VA -παθησάντων βC, 5 ἀκολουθήσει βγ 9 τὰ om. βγ κωλύσοντα βγ 9.10 ἀντεπάθησεν V ἀντεπάθησαν β ἀντεπάθησιν γ 12 ἀκολουθεῖ β γ 14 θεραπευσόντων β γ 16 ὅλως] ὅμως Y 17 ὁλοσχερεστέρων MS 18 δήποτ’ οὖν Υ μὲν om. V 20 τὸ φυλάσσεσθαι Boll τῷ φυλάξασθαι YMS τῷ προφυλάσσεσθαι VD γ 23 πολλὴν] πάλιν Y 25 δυνησομένων γ τῶν θιρμτιινόντων V τῶν θερμαινούντων β γ τοῦ θερμαίνειν Υ)

15
ὅλως προπαρασκευάζοντες αὑτῶν τὰς φύσεις ἐπὶ τὸ εὔκρατον καὶ ἔτι πρὸς μὲν τὸ ἀσφαλὲς τῶν τε ὡρῶν καὶ τῶν ἀναγωγῶν παραφυλάσσοντες τὰς τῶν ἀπλανῶν ἀστέρων ἐπισημασίας, πρὸς δὲ τὰς καταρχὰς τῶν ὀχειῶν καὶ φυτειῶν τοὺς κατὰ πλήρωσιν τῶν φώτων τῆς σελήνης σχηματισμούς, καὶ οὐδὲ εἷς οὐδαμῆ τῶν τοιούτων κατέ- γνωκεν οὔθ’ ὡς ἀδυνάτων οὔθ’ ὡς ἀχρήστων — ἐπὶ [*](c4v) δὲ τῶν κατὰ μέρος ἐκ τῆς τῶν λοιπῶν ἰδιωμάτων συγκράσεως,

οἷον <τοῦ> μᾶλλον καὶ ἦττον χειμώνων ἢ καὶ τῆς καθ’ ἕκαστον ἰδιοσυγκρασίας οὔτε τὸ προγινώσκειν ἔτι δυνατὸν ἡγοῦνταί τινες οὔτε τὸ πολλὰ [*](m 15) ἐγχωρεῖν φυλάξασθαι, καίτοι προδήλου τυγχάνοντος, ὅτι, εἰ πρὸς τὰ καθόλου καύματα, εἰ τύχοιμεν προκαταψώξαντες ἑαυτούς, ἧττον καυσούμεθα, δύναται τὸ ὅμοιον ἐνεργεῖν καὶ πρὸς τά ἰδίως τήνδε τὴν σύγκρασιν εἰς ἀμετρίαν αὔξοντα τοῦ θερμοῦ.

ἀλλά γὰρ αἴτιον τῆς τοιαύτης ἁμαρτίας τό τε δύσκολον καὶ ἄηθες τῆς τῶν κατὰ μέρος προγνώσεως, ὅπερ καὶ ἐπὶ τῶν ἄλλων σχεδὸν ἁπάντων ἀπιστίαν ἐμποιεῖ, καὶ τὸ μὴ συναπτομένης ὡς ἐπίπαν τῆς ἀντιπαθούθσης δυνάμεως τῇ προγνωστικῇ διὰ τὸ σπάνιον τῆς οὕτως τελείας διαθέσεως τὰς πρῶτας φύσεις ἀνεμποδίστως ἀποτελουμένας δόξαν ὡς περὶ ἀτρέπτων καὶ ἀφυλάκτων [*](12. 13 ad ὅτι, εἰ cf. Synt. 1, 17,10; 18, 14 17 33. ad constructionem τὸ δύσκολον ... τὸ παρέχειν cf. Tetrab. p. 19, 2420 τὸ εὔκρατο νκαὶ τὸ πλεῖον ἔχειν; similia Synt. 1, 4, 12 διὰ τὸ . . τῷ et 1, 13, 11 τό τε δύνασθαι καὶ ὅτι 23 Phas. 10, 20 ἐκ παντὸς ἀποβησομένας) [*](2 τῶν τε ὡρῶν καὶ om. Y 4 καταρχὰς Υβγ ἀρχὰς V χετῶν Y 5 κατὰ τὴν πλήρωσιν γ 6 συσχηματισμοὺς V οὐδὲ εἷς β οὐδεὶς Υγ 8 ἐκ] καὶ ἐκ V συγκράσεως ω transpos. Boll 9 τοῦ Boll cf. infra p. 57, 24 10 ἰδιοσυγκρασίας βγ ἰδιοσυγκρισίας VY 14 δύναται] καὶ ὅτι δύναται γ 15 σύγκρασιν V (corn) βγ σύγκρισιν Υ ἀμετρίαν YM Sy μετρίαν YD 17 ἄηθες] ἀληθές V 20 προγνωστικῆ (??)νωστικῆ(!) V 21 τὰς] καὶ περὶ τὰς V 22)

16
παρέχειν καὶ πάντων ἁπλῶς ἀποβησομένων.

ὥσπερ δὲ οἶμαι καὶ ἐπ᾿ αὐτοῦ τοῦ προγνωστικοῦ, κἂν μὴ διὰ παντὸς ἄπταιστον, τό γε δυνατὸν αὐτοῦ μεγίστης ἄξιον σπουδῆς κατεφαίνετο, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ φυλακτικοῦ καὶ εἰ μὴ πάντων ἐστὶ θεραπευτικόν, ἀλλὰ τό γ’ ἐπ’ ἐνίων κἂν ὀλίγα κἂν μικρὰ ἀγαπᾶν καὶ ἀσπάζεσθαι καὶ κέρδος οὐ τὸ τυχὸν ἡγεῖσθαι προσήκει.

τούτοις δὲ ὡς ἔοικε συνεγνωκότες οὕτως ἔχουσι καὶ οἱ μάλιστα τὴν τοιαύτην δύναμιν τῆς τέχνης προαγαγόντες Αἰγύπτιοι συνῆψαν πανταχῆ τῷ δι’ ἀστρονομίας προγνωστικῷ τὴν ἰατρικήν. οὐ γὰρ ἄν ποτε ἀποτροπιασμούς τινας καὶ φυλακτήρια [*](m 16) καὶ θεραπείας συνίσταντο πρὸς τὰς ἐκ τοῦ περιέχοντος ἐπιούσας παρούσας περιστάσεις καθολικάς τε καὶ με· ρικάς, εἴ τις αὐτοῖς ἀκινησίας καὶ ἀμετατρεψίας τῶν ἐσομένων ὑπῆρχε δόξα.

νῦν δὲ καὶ τὸ κατὰ τὰς ἐφεξῆς φύσεις ἀντιπρᾶξαι δυνάμενον ἐν δευτέρᾳ χώρᾳ τοῦ καθ’ εἱμαρμένην λόγου τιθέμενοι συνέζευξαν τῇ τῆς προγνώσεως δυνάμει τὴν κατὰ τὸ χρήσιμον καὶ ὠφέλιμον διὰ τῶν καλουμένων παρ’ αὐτοῖς ἰατρομαθηματικῶν συντάξεων, ὅπως διὰ μὲν <τῆς> ἀστρονομίας τάς τε τῶν συγκράσεων ποιότητας εἰδέναι συμβαίνῃ καὶ τὰ διὰ τὸ περιέχον ἐσόμενα συμπτώματα καὶ τὰς ἰδίας αὐτῶν αἰτίας, ὡς ἄνευ τῆς τούτων γνώσεως καὶ τῶν βοηθημάτων κατὰ τὸ πλεῖστον διαπίπτειν ὀφειλόντων, ἅτε μὴ πᾶσι σώμασιν ἢ πάθεσι τῶν αὐτῶν συμμέτρων ὄντων, διὰ δὲ τῆς ἰατρικῆς ἀπὸ τῶν ἑκάστοις οἰκείως [*](19 Phys. et med. Gr. ed. Ideler I 387396 1 παρέχειν βγ παρέχει Y παρέσχε V τῶν ἀποβησομένων ω τῶν del. Boll 2 κἂν V καὶ εἰ βγ καὶ ἡ Υ 6 κἂν ὀλίγα VY ὀλίγα βγ 9 τῆς τέχνης VYy τῆς τέχνης ψυχῆς (!) D τῆς ψυχῆς S om. M sed add. m² τῆς ψυχῆς in marg. 11 φυκτήρια 12 VY συνίστανον βγ 16 ἀντιπρᾶξαι] ἀντιπαρατάξαι Y 21 συγκράσεων Υγ συγκρίσεων β συγκρίσεως V συμβαίνειν 22 διὰ om. Y ἐσόμενα γ ἰδίας Σ om. Υβγ 23 αὐτῶν αἰτίας V αἰτίας αὐτῶν Υβγ προγνώσεως Y 24 βοημάτων V)

17
συμπαθούντων ἢ ἀντιπαθούντων τάς τε τῶν μελλόντων παθῶν προφυλακὰς καὶ τὰς τῶν ἐνεστώτων θεραπείας ἀδιαπτώτους ὡς ἔνι μάλιστα ποιούμενοι διατελῶσιν.

ἀλλὰ [*](c5) ταῦτα μὲν μέχρι τοσούτων ἡμῖν κατὰ τὸ κεφαλαιῶδες προτετυπώσθω. ποιησώμεθα δὲ ἤδη τὸν λόγον κατὰ τὸν εἰσαγωγικὸν τρόπον, ἀρξάμενοι ἀπὸ τῆς ἑκάστου τῶν οὐ· [*](m 17) ρανίων περὶ αὐτὸ ποιητικὸν ἰδιοτροπίας, ἀκολούθως ταῖς ὑπὸ τῶν παλαιῶν κατὰ τὸν φυσικὸν τρόπον ἐφηρμοσμέναις παρατηρήσεσι καὶ πρώτως τῆς τῶν πλανωμένων ἀστέρων δυνάμεως ἡλίου τε καὶ σελήνης.