Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

Συνοικειοῦνται δὲ καὶ οἱ πλανῆται τοῖς τοῦ ζῳδιακοῦ μέρεσι κατά τε τοὺς καλουμένους οἴκους καὶ τρίγωνα καὶ ὑψώματα καὶ ὅρια καὶ τὰ τοιαῦτα. καὶ τὸ μὲν τῶν οἴκων τοιαύτην ἔχει φύσιν·

ἐπειδὴ γὰρ τῶν ιβ΄ ζῳδίων τὰ βορειότατα καὶ συνεγγίζοντα μᾶλλον τῶν ἄλλων τοῦ κατὰ κορυφὴν ἡμῶν τόπου θερμασίας τε καὶ ἀλέας διὰ τοῦτο [*](15 CCAG VIII 3, 15 f. 93v) [*](1 τῶν VSγ om. YMD Co Procl. περὶ τ. ἀσ.] ἀσύνδετα Σ 3 ἁπλῶς om. V κατειλεγμένων α 4 ἃ VΣ τὰ μετὰ τοῦ τὰ μετὰ Υ 5 ὑπακ. γ ἀκουόντων aMS τυγχάνειν βγ 6 τε V δὲ Σ om. cett. 7 διαμέτρου VYβγ κατὰ διάμετρον 9 καταλαμβανόμενα Σ λαμβανόμενα βγ καταλαμβανόμεθα V καταλαμβάνομεν Υ καὶ] τὰ V 10 γινομένων β 15 ἑκάστου ἀστέρος VSDy Procl. om. αΜ 16 πλανῆται V Co (Le) πλάνητες cett. 18 τὸ V Σ ἡ γ ὁ Y om. β 19 φύσιν VLY Procl. αἰτιολογίαν Σβγ γὰρ om. α βορειότατα α S βορειότερα VLDMy 20.21 τοῦ . . . τόπου VLY τῷ τόπῳ Dy τῷ MS 21 ἀλέας Vβγ ἀλαίας La)

39
περιποιητικά τυγχάνοντα ὅ τε Καρκίνος καὶ ὁ Λέων ἐστί, τὰ δύο ταῦτα τοῖς μεγίστοις καὶ κυριωτάτοις, τουτέστι τοῖς δύο φωσὶν ἀπένειμαν οἴκους,

τὸ μὲν τοῦ Λέοντος ἀρρενικὸν ὃν τῷ ἡλίῳ, τὸ δὲ τοῦ Καρκίνου θηλυκὸν τῇ σελήνη, καὶ ἀκολούθως τὸ μὲν ἀπὸ Λέοντος μέχρι Αἰγόκερω ἡμικύκλιον ἡλιακὸν ὑπέθεντο, τὸ δὲ ἀπὸ Ὑδροχόου μέχρι Καρκίνου σεληνιακόν, ὅπως ἐν ἑκατέρω τῶν ἡμικυκλίων ἓν ζῴδιον καθ’ ἕκαστον τῶν πέντε ἀστέρων οἰκείως ἀπονεμηθῇ, τὸ μὲν πρὸς ἥλιον τὸ δὲ πρὸς σελήνην ἐσχηματισμένον, ἀκολούθως ταῖς τε τῶν κινήσεων αὐτῶν σφαίραις καὶ ταῖς τῶν φύσεων ἰδιοτροπίαις.

τῷ μὲν οὖν τοῦ Κρόνου ψυκτικῷ ὄντι μᾶλλον τὴν φύσιν κατ᾿ ἐναντιότητα τοῦ θερμοῦ καὶ τὴν ἀνωτάτω καὶ μακρὰν τῶν φώτων ἔχοντι ζώνην ἐδόθη τὰ διάμετρα ζῴδια τοῦ [*](m 38) τε Καρκίνου καὶ τοῦ Λέοντος ὅ τε Αἰγόκερως καὶ ὁ [*](c 10v) Ὑδροχόος, μετὰ τοῦ καὶ ταῦτα τὰ δωδεκατημόρια ψυχρὰ καὶ χειμερινὰ τυγχάνειν καὶ ἔτι τοῦ τὸν κατὰ διάμετρον συσχηματισμὸν ἀσύμφωνον πρὸς ἀγαθοποιίαν εἶναι·

τῷ δὲ τοῦ Διὸς ὄντι εὐκράτῳ καὶ ὑπὸ τὴν τοῦ Κρόνου σφαῖραν ἐδόθη τὰ ἐχόμενα δύο τῶν προκειμένων πνευματικὰ ὄντα καὶ γόνιμα ὅ τε Τοξότης καὶ οἱ Ἰχθύες κατὰ τριγωνικὴν πρὸς τὰ φῶτα διάστασιν, ἥτις ἐστὶ συμφώνου καὶ ἀγαθοποιοῦ συσχηματισμοῦ·

ἐφεξῆς δὲ τῷ τοῦ Ἄρεως ξηραντικῷ μᾶλλον ὄντι τὴν φύσιν καὶ ὑπὸ τὴν [*](1 ὅ τε Καρα. καὶ ὁ Λέων βγ τῷ τε ΑBBREV ἐστι καὶ Q Y τό τε τοῦ ΑΒΒREV ἐστὶ καὶ τὸ τοῦ ΑBBREV Σ 8 τοῖς δύο VLDy τούτοις MS τοῖς α 4 ὂν om. VL 6 ἀπὸ Ὑδροχόου αβ τοῦ Διδύμου V ἀπὸ ΑBBREV γ 8 ἓν] ἐν τῷ V πέντε om. α 10 τε VLD om. cett. 12 οὖν Y γὰρ γὰρ Σ δὴ L V om. β 13 τὴν om. β 14 ζώνην] ζωήν V τὰ διάμετρα om. V 15 Αἰγ. καὶ ὁ Ὑδρ. SDy Αἰγ καὶ Ὑδρ. α Ὑδρ. καὶ ὁ Αἰγ. LM Ζυγὸς καὶ ὁ Αἰγ. V 16 τοῦ καὶ om. V 17 τοῦ τὸν Boll τοῦτον V τῶν L τῶν τῶν Υ τοῦ Σ τὸ τῶν β τὸ τοῦ γ κατὰ διάμετρον Σγ διαμέτρων LY om. β 18 συσχηματισμὸν V μῶν LY β μοῦ γ ‘20 έχ. δύο VLD δύο ἐχ. ΥΜS ἐχγ προκειμ.] προκ. δύο ιβμορίων γ 23 ἀγαθοποιοῦ Va ἀγαθοῦ βγ συσχημ. VD γ σχημ. LαMS 24 ὄντι] ὅτι V)

40
τοῦ Διὸς ἔχοντι τὴν σφαῖραν τὰ ἐχόμενα πάλιν ἐκείνων ἐδόθη δωδεκατημόρια τὴν ὁμοίαν ἔχοντα φύσιν ὅ τε Κριὸς καὶ ὁ Σκορπίος, ἀκολούθως τῇ φθαρτικῇ καὶ ἀσυμφώνῳ ποιότητι τὴν τοῦ τετραγώνου πρὸς τὰ φῶτα ποιοῦντα διάστασιν.

τῷ δὲ τῆς Ἀφροδίτης ἐυκρατοτέρῳ τε ὄντι καὶ ὑπὸ τὴν τοῦ Ἄρεως τὰ ἐχόμενα ἐδόθη δύο ζῴδια γονιμώτατα ὄντα αἵτε Χηλαὶ καὶ ὁ Ταῦρος, τηροῦντα τὴν συμφωνίαν τῆς ἑξαγώνου διαστάσεως καὶ ἐπειδήπερ οὐ πλεῖον δύο δωδεκατημορίων ὁ ἀστὴρ οὗτος ἐφ’ ἑκάτερα τὸ πλεῖστον ἀφίσταται τοῦ ἡλίου.

ἐπὶ τέλει δὲ τῷ τοῦ Ἑρμοῦ οὐδέποτε πλεῖον ἑνὸς δωδεκατημορίου τὴν ἀπὸ τοῦ ἡλίου διάστασιν ἐφ’ ἑκάτερα ποιουμένῳ καὶ ὑπὸ μὲν τοὺς ἄλλους ὄντι, σύνεγγυς δὲ μᾶλλόν πως ἀμφοτέρων τῶν φώτων, τὰ λοιπὰ καὶ συνεχῆ τοῖς ἐκείνων οἴκοις ἐδόθη δύο δωδεκατημόρια τό τε τῶν Διδύμων καὶ τὸ τῆς Παρθένου.