Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

Ἀσύνδετα δὲ καὶ ἀπηλλοτριωμένοι καλεῖται τμήματα, ὅσα μηδένα λόγον ἁπλῶς ἔχει πρὸς ἄλληλα τῶν προκατειλεγμένων οἰκειώσεων. ταῦτα δέ ἐστιν ἃ μήτε τῶν προστασσόντων ἢ ὑπακουόντων τυγχάνει μήτε τῶν βλεπόντων ἢ ἰσοδυναμούντων, ἔτι τε καὶ τῶν ἐκκειμένων τεσσάρων συσχηματισμῶν τοῦ τε διαμέτρου καὶ τοῦ τριγώνου καὶ τοῦ τετραγώνου καὶ τοῦ ἑξαγώνου κατὰ τὸ παντελὲς ἀμέτοχα καταλαμβανόμενα καὶ ἤτοι δι’ ἑνὸς ἢ διὰ πέντε γινόμενα δωδεκατημορίων,

ἐπειδήπερ τὰ μὲν δι’ ἑνὸς ἀπέστραπταί τε ὥσπερ ἀλλήλων καὶ δύο αὐτὰ ὄντα ἑνὸς περιέχει γωνίαν, τὰ δὲ διὰ πέντε εἰς ἄνισα διαιρεῖ τὸν ὅλον κύκλον, τῶν ἄλλων σχηματισμῶν εἰς [*](m 37) ἴσα τὴν τῆς περιμέτρου διαίρεσιν ποιουμένων.