Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

Πάλιν δὲ ὡσαύτως μὲν τῶν δωδεκατημορίων ἀπένειμαν τῇ φύσει τῇ ἀρρενικῇ καὶ ἡμερινῇ, ἓξ δὲ τῇ θηλυκῇ καὶ νυκτερινῇ. καὶ ἡ μὲν τάξις αὐτοῖς ἐδόθη παρ’ ἓν διὰ τὸ συνεζεῦχθαι καὶ ἐγγὺς ἀεὶ τυγχάνειν τὴν ἡμέραν [*](m 33) τῇ νυκτὶ καὶ τὸ θῆλυ τῷ ἄρρενι.

τῆς δὲ ἀρχῆς ἀπὸ τοῦ Κριοῦ δι’ ἃς εἴπομεν αἰτίας λαμβανομένης, ὡσαύτως δὲ καὶ τοῦ ἄρρενος ἄρχοντος καὶ πρωτεύοντος, ἐπειδὴ καὶ τὸ ποιητικὸν ἀεὶ τοῦ παθητικοῦ πρῶτόν ἐστι τῇ δυνάμει, τὸ μὲν τοῦ Κριοῦ δωδεκατημόριον καὶ ἔτι τὸ τῶν Χηλῶν ἀρρενικά τε ἔδοξε καὶ ἡμερινά, ἐπειδήπερ ὁ ἰσημερινὸς κύκλος δι’ αὐτῶν γραφόμενος τὴν πρώτην καὶ ἰσχυροτάτην τῶν ὅλων φορὰν ἀποτελεῖ, τὰ δὲ ἐφεξῆς αὐτῶν ἀκολούθως τῇ παρ’ ἓν ὡς ἔφαμεν τάξει.

χρῶνται δέ τινες τῇ τάξει τῶν ἀρρενικῶν καὶ θηλυκῶν καὶ ἀπὸ τοῦ ἀνατέλλοντος δωδεκατημορίου, ὃ δὴ καλοῦσιν ὡροσκοποῦν, τὴν ἀρχὴν τοῦ ἄρρενος ποιούμενοι. ὥσπερ γὰρ καὶ τὴν τῶν προπι- [*](14 cf. Tetrab. I 10, 2) [*](1 ἡμῶν δὲ βγ μᾶλλον ἐγκεγρ. γ ἤδη αὐτοῖς γ 2 ἰσχύος] ἰχθύος V 3 ἑπόμενα ἤγουν τὸ τῶν ΙΙ κ. τ. λ. γ 4 εἶναι VL D τε εἶναι αMS om. γ 5 καὶ ἰσημερινῶν αγ om. V β Procl. fort. recte (cf. infra. δύο) sed v. Co 6 τε VLy om. αβ 10 ἓξ δὲ V Procl. τὰ δὲ ἴσα αβγ 13 θῆλυ τῷ ἄρρενι VYDy ἄρρεν τῇ θηλείᾳ MS 14 εἷπον β 15 πρωτεύον V 16 πρῶτον cf. Blass-Debrunner 37 17 δωδεκαμόριον ἔτι om. V 18 ἡμερινά Vy ἡμερινὰ καὶ ἅμα α ἡμερινὰ ἅμα β 20 τῶν ὅλων αMS procl. om. VDy 22 καὶ ἀπὸ Va ἀπὸ βγ 24 καὶ VYβ om.)

35
κῶν ἀρχὴν ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίον λαμβάνουσιν ἔνιοι, διὰ τὸ ταύτην τῶν ἄλλων τάχιον τρέπεσθαι, οὕτως καὶ τὴν τῶν ἀρρενικῶν ἀπὸ τοῦ ὡροσκοποῦντος διὰ τὸ ἀπηλιωτικώτερον· καὶ οἱ μὲν ὁμοίως παρ’ ἓν πάλιν τῇ

τάξει χρώμενοι,

οἱ δὲ καθ’ ὅλα τεταρτημόρια διαιροῦντες καὶ ἑῷα μὲν ἡγούμενοι καὶ ἀρρενικὰ τό τε τοῦ τοῦ ὡροσκόπου μέχρι τοῦ μεσουρανοῦντος καὶ τὸ κατὰ ἀντίθεσιν ἀπὸ τοῦ δύνοντος μέχρι τοῦ ὑπὸ γῆν μεσουρανοῦντος, [*](m 34) ἑσπέρια δὲ καὶ θηλυκὰ τὰ λοιπὰ δύο τεταρτηρόρια.

καὶ ἄλλας δέ τινας τοῖς δωδεκατημορίοις προσηγορίας ἐφήρμοσαν ἀπὸ τῶν περὶ αὐτὰ μορφώσεων, λέγω δὲ οἷον τετράποδα καὶ χερσαῖα καὶ ἡγεμονικὰ καὶ πολύσπορα καὶ τὰ τοιαῦτα, ἃς αὐτόθεν τό τε αἴτιον καὶ τὸ ἐμφανιστικὸν ἐχούσας περισσὸν ἡγούμεθα καταριθμεῖν, τῆς ἐκ τῶν τοιούτων διατυπώσεων ποιότητος, ἐν αἷς ἂν τῶν προτελέσεων χρησίμη φαίνηται, δυναμένης προεκτίθεσθαι.

[*](c 9v)