Mensurae marmorum ac lignorum

Didymus Alexandrinus

Didymus Alexandrinus, Mensurae marmorum ac lignorum, Hultsch, Weidmann, 1864

Ξύλον τετράγωνον, οὗ τὸ μὲν μῆκος ποδῶν κ΄, τὸ δὲ πλάτος δακτύλων ιϚ΄, τὸ δὲ πάχος δακτύλων ιβ΄. εὑρεῖν αὐτοῦ τὸ στερεόν· ποίει οὕτως· τὰ κ΄ τοῦ μήκους ἐπὶ τὰ ιϚ΄ τοῦ πλάτους γίνονται τκ΄· ταῦτα ἐπὶ τὰ ιβ΄ τοῦ πάχους γίνονται γωμ΄· ὧν τὸ ρ𝒢β″ γίνεται κ΄· τοσούτων ποδῶν κτερεῶν τὸ ξύλον.

Ξύλον τρίγωνον, οὗ τὸ μὲν μῆκος ποδῶν κδ΄, τὸ δὲ πλάτος δακτύλων ιβ΄, τὸ δὲ πάχος δακτύλων ι΄. εὑρεῖν αὐτοῦ τὸ στερεόν· ποίει οὕτως· τὰ ιβ΄ τοῦ πλάτους ἐπὶ τὰ ι΄ τοῦ πάχους γίνονται ρκ΄· τούτων δὲ τὸ δ″ γίνεται λ΄· ταῦτα ἐπὶ τὰ κδ΄ τοῦ μήκους γίνονται ψκ΄· ὧν τὸ ρ𝒢β″ γίνεται γ΄· τὰ δὲ λοιπὰ εἰς η″ γίνονται ιη΄· ἔσται τοίνυν τὸ ξύλον ποδῶν στερεῶν γ΄ δακτύλων ιη΄.

Ξύλον τρίγωνον, οὗ τὸ μὲν μῆκος ποδῶν ιβ΄, τὸ δὲ πλάτος δακτύλων ι΄ , τὸ δὲ κρόταφος δακτύλων Ϛ΄. εὑρεῖν αὐτοῦ τὸ στερεόν· ποίει οὕτως· τὰ ιβ΄ τοῦ μήκους ἐπὶ τὰ ι΄ τοῦ πλάτους γίνονται ρκ΄· ταῦτα ἐπὶ τὰ Ϛ΄ τοῦ κροτάφου γίνονται ψκ΄· ὧν ἀεὶ κούφιζε τὸ γ″· λοιπὰ υπ΄· ὧν τὸ ρ𝒢β″ γίνεται β΄· καὶ τὰ λοιπὰ εἰς η″ γίνονται ιβ΄· ὡς εἶναι τὸ ξύλον ποδῶν στερεῶν β΄ δακτύλων ιβ΄.