Mensurae marmorum ac lignorum
Didymus Alexandrinus
Didymus Alexandrinus, Mensurae marmorum ac lignorum, Hultsch, Weidmann, 1864
Μάρμαρον μῆκος ποδῶν ιγ΄, πλάτος ποδῶν δ΄, πάχος δακτύλων Ϛ΄. εὑρεῖν αὐτοῦ τὸ στερεόν· ποίει οὕτως· τὸ μῆκος ἐπὶ τὸ πλάτος γίνεται νβ΄· ταῦτα ἐπὶ τὸ πάχος γίνονται δάκτυλοι τιβ΄· ταῦτα ἀεὶ μέριζε εἰς τὰ ιϚ΄ διὰ τὸ ἔχειν τὸν πόδα δακτύλους ιϚ΄· γίνονται ιθ΄ 𝒮· τοσούτων ἔσται ποδῶν στερεῶν τὸ μάρμαρον.
Μάρμαρον μῆκος ποδῶν Ϛ΄, πλάτος ποδῶν ε΄, πάχος ποδὸς α΄. εὑρεῖν πόσων ποδῶν στερεῶν ἐστι τὸ μάρμαρον· ποίει οὕτως· τὰ μῆκος ἐπὶ τὸ πλάτος γίνεται λ΄· ταῦτα ἐπὶ τὸ πάχος, τουτέστιν ἐπὶ τὸ ἓν ἅπαξ ἤτοι, λ΄· τοσούτων ἔσται ποδῶν στερεῶν τὸ μάρμαρον.
Ξύλον στρογγύλον, οὗ τὸ μὲν μῆκος ποδῶν ιϚ΄, ἡ δὲ περιφέρεια δακτύλων λ΄. εὑρεῖν αὐτοῦ τὸ στερεόν· ποίει οὕτως· τὰ λ΄ τῆς περιφερείας ἐφʼ ἑαυτὰ γίνονται Ϡ΄· ὧν τὸ ιβ″ γίνεται οε΄· ταῦτα ἐπὶ τὰ ιϚ΄ γίνονται ,ασ΄· ὧν τὸ ρ𝒢β″, ἵνα γένωνται πόδες. τὰ δὲ λοιπὰ εἰς η″, ἵνα ὦσι δάκτυλοι· ὡς εἶναι τὸ ξύλον ποδῶν στερεῶν Ϛ΄ δακτύλων Ϛ΄.