Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. ἧς ἐκπνεούσης λοῖσθον ὀφθαλμὸς τυπεὶς
  2. πιθηκομόρφῳ πότμον Αἰτωλῷ φθόρῳ
  3. τεύξει τράφηκι φοινίῳ τετμημένῳ.
  4. Κροτωνιᾶται δʼ ἄστυ πέρσουσίν ποτε
  5. Ἀμαζόνος, φθέρσαντες ἄτρομον κόρην
  6. Κλήτην, ἄνασσαν τῆς ἐπωνύμου πάτρας.
  7. πολλοὶ δὲ πρόσθεν γαῖαν ἐκ κείνης ὀδὰξ
  8. δάψουσι πρηνιχθέντες, οὐδʼ ἄτερ πόνων
  9. πύργους διαρραίσουσι Λαυρήτης γόνοι.
  10. οἱ δʼ αὖ Τέρειναν, ἔνθα μυδαίνει ποτοῖς
  11. Ὠκίναρος γῆν, φοῖβον ἐκβράσσων ὕδωρ,
  12. ἄλῃ κατοικήσουσι κάμνοντες πικρᾷ.
  13. τὸν δʼ αὖ τὰ δευτερεῖα καλλιστευμάτων
  14. λαβόντα, καὶ τὸν ἐκ Λυκορμαίων ποτῶν