Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. καὶ τὸν δυνάστην τοῦ πετρωθέντος λύκου
  2. ἀποινοδόρπου καὶ πάγων Τυμφρηστίων.
  3. ὧν οἱ μὲν Αἰγώνειαν ἄθλιοι πάτραν
  4. ποθοῦντες, οἱ δʼ Ἐχῖνον, οἱ δὲ Τίταρον
  5. Ἶρόν τε καὶ Τρηχῖνα καὶ Περραιβικὴν
  6. Γόννον Φάλαννάν τʼ ἠδʼ Ὀλοσσόνων γύας
  7. καὶ Κασταναίαν, ἀκτέριστον ἐν πέτραις
  8. αἰῶνα κωκύσουσιν ἠλοκισμένοι.
  9. ἄλλην δʼ ἐπʼ ἄλλῃ κῆρα κινήσει θεός,
  10. λυγρὴν πρὸ νόστου συμφορὰν δωρούμενος.
  11. τὸν δʼ Αἰσάρου τε ῥεῖθρα καὶ βραχύπτολις
  12. Οἰνωτρίας γῆς κεγχρίνῃ βεβρωμένον
  13. Κρίμισα φιτροῦ δέξεται μιαιφόνον·
  14. αὐτὴ γὰρ ἄκραν ἄρδιν εὐθυνεῖ χεροῖν