Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- ἀσκῷ μονήρης ἀμφελυτρώσας δέμας,
- Ῥειθυμνιάτης κέπφος ὣς ἐνήξατο,
- Ζήρυνθον ἄντρον τῆς κυνοσφαγοῦς θεᾶς
- λιπὼν ἐρυμνὸν κτίσμα Κυρβάντων Σάον,
- ὅτʼ ἠμάθυνε πᾶσαν ὀμβρήσας χθόνα
- Ζηνὸς καχλάζων νασμός· οἱ δὲ πρὸς πέδῳ
- πύργοι κατηρείποντο, τοὶ δὲ λοισθίαν
- νήχοντο μοῖραν προὐμμάτων δεδορκότες.
- φηγὸν δὲ καὶ δρύκαρπα καὶ γλυκὺν βότρυν
- φάλλαι τε καὶ δελφῖνες αἵ τʼ ἐπʼ ἀρσένων
- φέρβοντο φῶκαι λέκτρα θουρῶσαι βροτῶν.
- λεύσσω θέοντα γρυνὸν ἐπτερωμένον
- τρήρωνος εἰς ἅρπαγμα Πεφναίας κυνός,
- ἣν τόργος ὑγρόφοιτος ἐκλοχεύεται,