Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. κραίνων ἁπάσης Μόψοπος ναυαρχίας
  2. πλωτῆρσι λαμπαδοῦχον ἐντυνεῖ δρόμον,
  3. χρησμοῖς πιθήσας. ὅν ποτʼ αὐξήσει λεὼς
  4. Νεαπολιτῶν, οἳ παρʼ ἄκλυστον σκέπας
  5. ὅρμων Μισηνοῦ στύφλα νάσσονται κλίτη.
  6. Βύκτας δʼ ἐν ἀσκῷ συγκατακλείσας βοὸς
  7. παλινστροβήτοις πημοναῖς ἀλώμενος
  8. κεραυνίῃ μάστιγι συμφλεχθήσεται
  9. καύηξ, ἐρινοῦ προσκαθήμενος κλάδῳ
  10. ὡς μὴ καταβρόξῃ νιν ἐν ῥόχθοις κλύδων,
  11. Χάρυβδιν ἐκφυσῶσαν ἑλκύσας βυθῷ.
  12. βαιὸν δὲ τερφθεὶς τοῖς Ἀτλαντίδος γάμοις,
  13. ἀναυλόχητον αὐτοκάβδαλον σκάφος
  14. βῆναι ταλάσσει καὶ κυβερνῆσαι τάλας