Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- ἀγυιοπλαστήσαντες ἐμπέδοις πομαῖς
- πυκνὰς καλιάς, Ζῆθον ἐκμιμούμενοι.
- ὁμοῦ δʼ ἐς ἄγραν κἀπὶ κοιταίαν νάπην
- νύκτωρ στελοῦνται, πάντα φεύγοντες βροτῶν
- κάρβανον ὄχλον, ἐν δὲ γραικίταις πέπλοις
- κόλπων ἰαυθμοὺς ἠθάδας διζήμενοι,
- καὶ κρῖμνα χειρῶν κἀπιδόρπιον τρύφος
- μάζης σπάσονται, προσφιλὲς κνυζούμενοι,
- τῆς πρὶν διαίτης τλήμονες μεμνημένοι.
- Τροιζηνίας δὲ πραῦμα φοιτάδος, πλάνης
- ἔσται κακῶν τε πημάτων παραίτιον,
- ὅταν θρασεῖα θουρὰς οἰστρήσῃ κύων
- πρὸς λέκτρα. τύμβος δʼ αὐτὸν ἐκσώσει μόρου
- Ὁπλοσμίας, σφαγαῖσιν ηὐτρεπισμένον.
- κολοσσοβάμων δʼ ἐν πτυχαῖσιν Αὐσόνων
- σταθεὶς ἐρείσει κῶλα χερμάσων ἔπι
- τοῦ τειχοποιοῦ γαπέδων Ἀμοιβέως,
- τὸν ἑρματίτην νηὸς ἐκβαλὼν κέτρον.
- κρίσει δʼ Ἀλαίνου τοῦ κασιγνήτου σφαλεὶς
- εὐχὰς ἀρούραις ἀμφʼ ἐτητύμους βαλεῖ,