Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. λυκαινομόρφων Νυκτίμου κρεανόμων,
  2. τῶν πρόσθε μήνης φηγίνων πύρνων ὀχὴν
  3. σπληδῷ κατʼ ἄκρον χεῖμα θαλψάντων πυρός,
  4. χαλκωρυχήσει καὶ τὸν ἐκ βόθρου σπάσει
  5. βῶλον, δικέλλῃ πᾶν μεταλλεύων γνύθος.
  6. οὗ φῖτυν ἠνάριξεν Οἰταῖος στόνυξ,
  7. βουβῶνος ἐν τόρμαισι θρυλίξας δέμας.
  8. ἔγνω δʼ ὁ τλήμων σὺν κακῷ μαθὼν ἔπος,
  9. ὡς πολλὰ χείλευς καὶ δεπαστραίων ποτῶν
  10. μέσῳ κυλίνδει μοῖρα παμμήστωρ βροτῶν.
  11. ὁ δʼ αὐτὸς ἀργῷ πᾶς φαληριῶν λύθρῳ,
  12. στόρθυγξ δεδουπὼς τὸν κτανόντʼ ἠμύνατο,
  13. πλήξας ἀφύκτως ἄκρον ὀρχηστοῦ σφυρόν.
  14. τρίτος δὲ τοῦ μάρψαντος ἐκ κοίλης πέτρας