Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- Λέρνης ἀνηρείψαντο, φορτηγοὶ λύκοι,
- πλᾶτιν πορεῦσαι κῆρα Μεμφίτῃ πρόμῳ,
- ἔχθρας δὲ πυρσὸν ᾖραν ἠπείροις διπλαῖς.
- αὖθις γὰρ ὕβριν τὴν βαρεῖαν ἁρπαγῆς
- Κουρῆτες ἀντίποινον Ἰδαῖοι κάπροι
- ζητοῦντες, αἰχμάλωτον ἤμπρευσαν πόριν
- ἐν ταυρομόρφῳ τράμπιδος τυπώματι
- Σαραπτίαν Δικταῖον εἰς ἀνάκτορον
- δάμαρτα Κρήτης Ἀστέρῳ στρατηλάτῃ.
- οὐδʼ οἵ γʼ ἀπηρκέσθησαν ἀντʼ ἴσων ἴσα
- λαβόντες, ἀλλὰ κλῶπα σὺν Τεύκρῳ στρατὸν
- καὶ σὺν Σκαμάνδρῳ Δραυκίῳ φυτοσπόρῳ
- εὶς Βεβρύκων ἔστειλαν οἰκητήριον,
- σμίνθοισι δηρίσοντας, ὧν ἀπὸ σπορᾶς